ἐκπάγλως ἤχθηρε, τεῒν δʼ ἐπὶ μοῖραν ἔθηκεν.ἀλλʼ ἄγε δεῦρο, ἄναξ, ἵνʼ ἔπος καὶ μῦθον ἀκούσῃςἡμέτερον· δάμασον δὲ μένος καὶ ἀγήνορα θυμόν.ὣς ἐφάμην, ὁ δέ μʼ οὐδὲν ἀμείβετο, βῆ δὲ μετʼ ἄλλαςψυχὰς εἰς Ἔρεβος νεκύων κατατεθνηώτων.ἔνθα χʼ ὅμως προσέφη κεχολωμένος, ἤ κεν ἐγὼ τόν·ἀλλά μοι ἤθελε θυμὸς ἐνὶ στήθεσσι φίλοισιτῶν ἄλλων ψυχὰς ἰδέειν κατατεθνηώτων.ἔνθʼ ἦ τοι Μίνωα ἴδον, Διὸς ἀγλαὸν υἱόν,χρύσεον σκῆπτρον ἔχοντα, θεμιστεύοντα νέκυσσιν,ἥμενον, οἱ δέ μιν ἀμφὶ δίκας εἴροντο ἄνακτα,ἥμενοι ἑσταότες τε κατʼ εὐρυπυλὲς Ἄϊδος δῶ.τὸν δὲ μετʼ Ὠρίωνα πελώριον εἰσενόησαθῆρας ὁμοῦ εἰλεῦντα κατʼ ἀσφοδελὸν λειμῶνα,τοὺς αὐτὸς κατέπεφνεν ἐν οἰοπόλοισιν ὄρεσσιχερσὶν ἔχων ῥόπαλον παγχάλκεον, αἰὲν ἀαγές.καὶ Τιτυὸν εἶδον, Γαίης ἐρικυδέος υἱόν,κείμενον ἐν δαπέδῳ· ὁ δʼ ἐπʼ ἐννέα κεῖτο πέλεθρα,γῦπε δέ μιν ἑκάτερθε παρημένω ἧπαρ ἔκειρον,δέρτρον ἔσω δύνοντες, ὁ δʼ οὐκ ἀπαμύνετο χερσί·Λητὼ γὰρ ἕλκησε, Διὸς κυδρὴν παράκοιτιν,Πυθώδʼ ἐρχομένην διὰ καλλιχόρου Πανοπῆος.καὶ μὴν Τάνταλον εἰσεῖδον κρατέρʼ ἄλγεʼ ἔχονταἑστεῶτʼ ἐν λίμνῃ· ἡ δὲ προσέπλαζε γενείῳ·στεῦτο δὲ διψάων, πιέειν δʼ οὐκ εἶχεν ἑλέσθαι·ὁσσάκι γὰρ κύψειʼ ὁ γέρων πιέειν μενεαίνων,τοσσάχʼ ὕδωρ ἀπολέσκετʼ ἀναβροχέν, ἀμφὶ δὲ ποσσὶγαῖα μέλαινα φάνεσκε, καταζήνασκε δὲ δαίμων.δένδρεα δʼ ὑψιπέτηλα κατὰ κρῆθεν χέε καρπόν,ὄγχναι καὶ ῥοιαὶ καὶ μηλέαι ἀγλαόκαρποισυκέαι τε γλυκεραὶ καὶ ἐλαῖαι τηλεθόωσαι·τῶν ὁπότʼ ἰθύσειʼ ὁ γέρων ἐπὶ χερσὶ μάσασθαι,τὰς δʼ ἄνεμος ῥίπτασκε ποτὶ νέφεα σκιόεντα.καὶ μὴν Σίσυφον εἰσεῖδον κρατέρʼ ἄλγεʼ ἔχονταλᾶαν βαστάζοντα πελώριον ἀμφοτέρῃσιν.ἦ τοι ὁ μὲν σκηριπτόμενος χερσίν τε ποσίν τελᾶαν ἄνω ὤθεσκε ποτὶ λόφον· ἀλλʼ ὅτε μέλλοι