Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. τοῖσι δὲ καὶ μετέειπε γέρων ἥρως Ἐχένηος,
  2. ὃς δὴ Φαιήκων ἀνδρῶν προγενέστερος ἦεν·
  3. ὦ φίλοι, οὐ μὰν ἧμιν ἀπὸ σκοποῦ οὐδʼ ἀπὸ δόξης
  4. μυθεῖται βασίλεια περίφρων· ἀλλὰ πίθεσθε.
  5. Ἀλκινόου δʼ ἐκ τοῦδʼ ἔχεται ἔργον τε ἔπος τε.
  6. τὸν δʼ αὖτʼ Ἀλκίνοος ἀπαμείβετο φώνησέν τε·