Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  • τοῦτο μὲν οὕτω δὴ ἔσται ἔπος, αἴ κεν ἐγώ γε
  • ζωὸς Φαιήκεσσι φιληρέτμοισιν ἀνάσσω·
  • ξεῖνος δὲ τλήτω μάλα περ νόστοιο χατίζων
  • ἔμπης οὖν ἐπιμεῖναι ἐς αὔριον, εἰς ὅ κε πᾶσαν
  • δωτίνην τελέσω· πομπὴ δʼ ἄνδρεσσι μελήσει
  • πᾶσι, μάλιστα δʼ ἐμοί· τοῦ γὰρ κράτος ἔστʼ ἐνὶ δήμῳ.