Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  • Φαίηκες, πῶς ὔμμιν ἀνὴρ ὅδε φαίνεται εἶναι
  • εἶδός τε μέγεθός τε ἰδὲ φρένας ἔνδον ἐίσας;
  • ξεῖνος δʼ αὖτʼ ἐμός ἐστιν, ἕκαστος δʼ ἔμμορε τιμῆς·
  • τῷ μὴ ἐπειγόμενοι ἀποπέμπετε, μηδὲ τὰ δῶρα
  • οὕτω χρηίζοντι κολούετε· πολλὰ γὰρ ὑμῖν
  • κτήματʼ ἐνὶ μεγάροισι θεῶν ἰότητι κέονται.