κτείνῃς ἠὲ δόλῳ ἢ ἀμφαδὸν ὀξέι χαλκῷ,ἔρχεσθαι δὴ ἔπειτα λαβὼν ἐυῆρες ἐρετμόν,εἰς ὅ κε τοὺς ἀφίκηαι οἳ οὐκ ἴσασι θάλασσανἀνέρες, οὐδέ θʼ ἅλεσσι μεμιγμένον εἶδαρ ἔδουσιν·οὐδʼ ἄρα τοί γʼ ἴσασι νέας φοινικοπαρῄουςοὐδʼ ἐυήρεʼ ἐρετμά, τά τε πτερὰ νηυσὶ πέλονται.σῆμα δέ τοι ἐρέω μάλʼ ἀριφραδές, οὐδέ σε λήσει·ὁππότε κεν δή τοι συμβλήμενος ἄλλος ὁδίτηςφήῃ ἀθηρηλοιγὸν ἔχειν ἀνὰ φαιδίμῳ ὤμῳ,καὶ τότε δὴ γαίῃ πήξας ἐυῆρες ἐρετμόν,ῥέξας ἱερὰ καλὰ Ποσειδάωνι ἄνακτι,ἀρνειὸν ταῦρόν τε συῶν τʼ ἐπιβήτορα κάπρον,οἴκαδʼ ἀποστείχειν ἔρδειν θʼ ἱερᾶς ἑκατόμβαςἀθανάτοισι θεοῖσι, τοὶ οὐρανὸν εὐρὺν ἔχουσι,πᾶσι μάλʼ ἑξείης. θάνατος δέ τοι ἐξ ἁλὸς αὐτῷἀβληχρὸς μάλα τοῖος ἐλεύσεται, ὅς κέ σε πέφνῃγήραι ὕπο λιπαρῷ ἀρημένον· ἀμφὶ δὲ λαοὶὄλβιοι ἔσσονται. τὰ δέ τοι νημερτέα εἴρω.ὣς ἔφατʼ, αὐτὰρ ἐγώ μιν ἀμειβόμενος προσέειπον·Τειρεσίη, τὰ μὲν ἄρ που ἐπέκλωσαν θεοὶ αὐτοί.ἀλλʼ ἄγε μοι τόδε εἰπὲ καὶ ἀτρεκέως κατάλεξον·μητρὸς τήνδʼ ὁρόω ψυχὴν κατατεθνηυίης·ἡ δʼ ἀκέουσʼ ἧσται σχεδὸν αἵματος, οὐδʼ ἑὸν υἱὸνἔτλη ἐσάντα ἰδεῖν οὐδὲ προτιμυθήσασθαι.εἰπέ, ἄναξ, πῶς κέν με ἀναγνοίη τὸν ἐόντα;ὣς ἐφάμην, ὁ δέ μʼ αὐτίκʼ ἀμειβόμενος προσέειπεν·ῥηΐδιόν τοι ἔπος ἐρέω καὶ ἐπὶ φρεσὶ θήσω.ὅν τινα μέν κεν ἐᾷς νεκύων κατατεθνηώτωναἵματος ἆσσον ἴμεν, ὁ δέ τοι νημερτὲς ἐνίψει·ᾧ δέ κʼ ἐπιφθονέῃς, ὁ δέ τοι πάλιν εἶσιν ὀπίσσω.