ἦλθε δʼ ἐπὶ ψυχὴ Θηβαίου Τειρεσίαοχρύσεον σκῆπτρον ἔχων, ἐμὲ δʼ ἔγνω καὶ προσέειπεν·διογενὲς Λαερτιάδη, πολυμήχανʼ Ὀδυσσεῦ,τίπτʼ αὖτʼ, ὦ δύστηνε, λιπὼν φάος ἠελίοιοἤλυθες, ὄφρα ἴδῃ νέκυας καὶ ἀτερπέα χῶρον;ἀλλʼ ἀποχάζεο βόθρου, ἄπισχε δὲ φάσγανον ὀξύ,αἵματος ὄφρα πίω καί τοι νημερτέα εἴπω.ὣς φάτʼ, ἐγὼ δʼ ἀναχασσάμενος ξίφος ἀργυρόηλονκουλεῷ ἐγκατέπηξʼ. ὁ δʼ ἐπεὶ πίεν αἷμα κελαινόν,καὶ τότε δή μʼ ἐπέεσσι προσηύδα μάντις ἀμύμων·νόστον δίζηαι μελιηδέα, φαίδιμʼ Ὀδυσσεῦ·τὸν δέ τοι ἀργαλέον θήσει θεός· οὐ γὰρ ὀίωλήσειν ἐννοσίγαιον, ὅ τοι κότον ἔνθετο θυμῷχωόμενος ὅτι οἱ υἱὸν φίλον ἐξαλάωσας.ἀλλʼ ἔτι μέν κε καὶ ὣς κακά περ πάσχοντες ἵκοισθε,αἴ κʼ ἐθέλῃς σὸν θυμὸν ἐρυκακέειν καὶ ἑταίρων,ὁππότε κε πρῶτον πελάσῃς ἐυεργέα νῆαΘρινακίῃ νήσῳ, προφυγὼν ἰοειδέα πόντον,βοσκομένας δʼ εὕρητε βόας καὶ ἴφια μῆλαἨελίου, ὃς πάντʼ ἐφορᾷ καὶ πάντʼ ἐπακούει.τὰς εἰ μέν κʼ ἀσινέας ἐάᾳς νόστου τε μέδηαι,καί κεν ἔτʼ εἰς Ἰθάκην κακά περ πάσχοντες ἵκοισθε·εἰ δέ κε σίνηαι, τότε τοι τεκμαίρομʼ ὄλεθρον,νηί τε καὶ ἑτάροις. αὐτὸς δʼ εἴ πέρ κεν ἀλύξῃς,ὀψὲ κακῶς νεῖαι, ὀλέσας ἄπο πάντας ἑταίρους,νηὸς ἐπʼ ἀλλοτρίης· δήεις δʼ ἐν πήματα οἴκῳ,ἄνδρας ὑπερφιάλους, οἵ τοι βίοτον κατέδουσιμνώμενοι ἀντιθέην ἄλοχον καὶ ἕδνα διδόντες.ἀλλʼ ἦ τοι κείνων γε βίας ἀποτίσεαι ἐλθών·αὐτὰρ ἐπὴν μνηστῆρας ἐνὶ μεγάροισι τεοῖσι