ὣς φαμένη ψυχὴ μὲν ἔβη δόμον Ἄϊδος εἴσωΤειρεσίαο ἄνακτος, ἐπεὶ κατὰ θέσφατʼ ἔλεξεν·αὐτὰρ ἐγὼν αὐτοῦ μένον ἔμπεδον, ὄφρʼ ἐπὶ μήτηρἤλυθε καὶ πίεν αἷμα κελαινεφές· αὐτίκα δʼ ἔγνω,καί μʼ ὀλοφυρομένη ἔπεα πτερόεντα προσηύδα·τέκνον ἐμόν, πῶς ἦλθες ὑπὸ ζόφον ἠερόενταζωὸς ἐών; χαλεπὸν δὲ τάδε ζωοῖσιν ὁρᾶσθαι.μέσσῳ γὰρ μεγάλοι ποταμοὶ καὶ δεινὰ ῥέεθρα,Ὠκεανὸς μὲν πρῶτα, τὸν οὔ πως ἔστι περῆσαιπεζὸν ἐόντʼ, ἢν μή τις ἔχῃ ἐυεργέα νῆα.ἦ νῦν δὴ Τροίηθεν ἀλώμενος ἐνθάδʼ ἱκάνειςνηί τε καὶ ἑτάροισι πολὺν χρόνον; οὐδέ πω ἦλθεςεἰς Ἰθάκην, οὐδʼ εἶδες ἐνὶ μεγάροισι γυναῖκα;ὣς ἔφατʼ, αὐτὰρ ἐγώ μιν ἀμειβόμενος προσέειπον·μῆτερ ἐμή, χρειώ με κατήγαγεν εἰς Ἀίδαοψυχῇ χρησόμενον Θηβαίου Τειρεσίαο·οὐ γάρ πω σχεδὸν ἦλθον Ἀχαιΐδος, οὐδέ πω ἁμῆςγῆς ἐπέβην, ἀλλʼ αἰὲν ἔχων ἀλάλημαι ὀιζύν,ἐξ οὗ τὰ πρώτισθʼ ἑπόμην Ἀγαμέμνονι δίῳἼλιον εἰς ἐύπωλον, ἵνα Τρώεσσι μαχοίμην.ἀλλʼ ἄγε μοι τόδε εἰπὲ καὶ ἀτρεκέως κατάλεξον·τίς νύ σε κὴρ ἐδάμασσε τανηλεγέος θανάτοιο;ἦ δολιχὴ νοῦσος, ἦ Ἄρτεμις ἰοχέαιραοἷς ἀγανοῖς βελέεσσιν ἐποιχομένη κατέπεφνεν;εἰπὲ δέ μοι πατρός τε καὶ υἱέος, ὃν κατέλειπον,ἢ ἔτι πὰρ κείνοισιν ἐμὸν γέρας, ἦέ τις ἤδηἀνδρῶν ἄλλος ἔχει, ἐμὲ δʼ οὐκέτι φασὶ νέεσθαι.εἰπὲ δέ μοι μνηστῆς ἀλόχου βουλήν τε νόον τε,ἠὲ μένει παρὰ παιδὶ καὶ ἔμπεδα πάντα φυλάσσειἦ ἤδη μιν ἔγημεν Ἀχαιῶν ὅς τις ἄριστος.