Iliad
Homer
Homer. Homeri Opera, Volumes 1-2. Monro, D. B. (David Binning), editor; Allen, Thomas W. (Thomas William), editor. Oxford: Clarendon Press, 1908-1920.
- οἳ δʼ ἐπʼ ὀνείαθʼ ἑτοῖμα προκείμενα χεῖρας ἴαλλον.
- αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο,
- τοῖς ὁ γέρων πάμπρωτος ὑφαίνειν ἤρχετο μῆτιν
- Νέστωρ, οὗ καὶ πρόσθεν ἀρίστη φαίνετο βουλή·
- ὅ σφιν ἐϋφρονέων ἀγορήσατο καὶ μετέειπεν·
- Ἀτρεΐδη κύδιστε ἄναξ ἀνδρῶν Ἀγάμεμνον
- ἐν σοὶ μὲν λήξω, σέο δʼ ἄρξομαι, οὕνεκα πολλῶν
- λαῶν ἐσσι ἄναξ καί τοι Ζεὺς ἐγγυάλιξε
- σκῆπτρόν τʼ ἠδὲ θέμιστας, ἵνά σφισι βουλεύῃσθα.
- τώ σε χρὴ περὶ μὲν φάσθαι ἔπος ἠδʼ ἐπακοῦσαι,
- κρηῆναι δὲ καὶ ἄλλῳ, ὅτʼ ἄν τινα θυμὸς ἀνώγῃ
- εἰπεῖν εἰς ἀγαθόν· σέο δʼ ἕξεται ὅττί κεν ἄρχῃ.
- αὐτὰρ ἐγὼν ἐρέω ὥς μοι δοκεῖ εἶναι ἄριστα.
- οὐ γάρ τις νόον ἄλλος ἀμείνονα τοῦδε νοήσει
- οἷον ἐγὼ νοέω ἠμὲν πάλαι ἠδʼ ἔτι καὶ νῦν
- ἐξ ἔτι τοῦ ὅτε διογενὲς Βρισηΐδα κούρην
- χωομένου Ἀχιλῆος ἔβης κλισίηθεν ἀπούρας
- οὔ τι καθʼ ἡμέτερόν γε νόον· μάλα γάρ τοι ἔγωγε
- πόλλʼ ἀπεμυθεόμην· σὺ δὲ σῷ μεγαλήτορι θυμῷ
- εἴξας ἄνδρα φέριστον, ὃν ἀθάνατοί περ ἔτισαν,
- ἠτίμησας, ἑλὼν γὰρ ἔχεις γέρας· ἀλλʼ ἔτι καὶ νῦν
- φραζώμεσθʼ ὥς κέν μιν ἀρεσσάμενοι πεπίθωμεν
- δώροισίν τʼ ἀγανοῖσιν ἔπεσσί τε μειλιχίοισι.
- τὸν δʼ αὖτε προσέειπεν ἄναξ ἀνδρῶν Ἀγαμέμνων·
- ὦ γέρον οὔ τι ψεῦδος ἐμὰς ἄτας κατέλεξας·
- ἀασάμην, οὐδʼ αὐτὸς ἀναίνομαι. ἀντί νυ πολλῶν
- λαῶν ἐστὶν ἀνὴρ ὅν τε Ζεὺς κῆρι φιλήσῃ,
- ὡς νῦν τοῦτον ἔτισε, δάμασσε δὲ λαὸν Ἀχαιῶν.
- ἀλλʼ ἐπεὶ ἀασάμην φρεσὶ λευγαλέῃσι πιθήσας,
- ἂψ ἐθέλω ἀρέσαι δόμεναί τʼ ἀπερείσιʼ ἄποινα.
- ὑμῖν δʼ ἐν πάντεσσι περικλυτὰ δῶρʼ ὀνομήνω
- ἕπτʼ ἀπύρους τρίποδας, δέκα δὲ χρυσοῖο τάλαντα,
- αἴθωνας δὲ λέβητας ἐείκοσι, δώδεκα δʼ ἵππους
- πηγοὺς ἀθλοφόρους, οἳ ἀέθλια ποσσὶν ἄροντο.
- οὔ κεν ἀλήϊος εἴη ἀνὴρ ᾧ τόσσα γένοιτο,
- οὐδέ κεν ἀκτήμων ἐριτίμοιο χρυσοῖο,
- ὅσσά μοι ἠνείκαντο ἀέθλια μώνυχες ἵπποι.
- δώσω δʼ ἑπτὰ γυναῖκας ἀμύμονα ἔργα ἰδυίας
- Λεσβίδας, ἃς ὅτε Λέσβον ἐϋκτιμένην ἕλεν αὐτὸς
- ἐξελόμην, αἳ κάλλει ἐνίκων φῦλα γυναικῶν.
- τὰς μέν οἱ δώσω, μετὰ δʼ ἔσσεται ἣν τότʼ ἀπηύρων
- κούρη Βρισῆος· ἐπὶ δὲ μέγαν ὅρκον ὀμοῦμαι
- μή ποτε τῆς εὐνῆς ἐπιβήμεναι ἠδὲ μιγῆναι,
- ἣ θέμις ἀνθρώπων πέλει ἀνδρῶν ἠδὲ γυναικῶν.
- ταῦτα μὲν αὐτίκα πάντα παρέσσεται· εἰ δέ κεν αὖτε
- ἄστυ μέγα Πριάμοιο θεοὶ δώωσʼ ἀλαπάξαι,
- νῆα ἅλις χρυσοῦ καὶ χαλκοῦ νηησάσθω
- εἰσελθών, ὅτε κεν δατεώμεθα ληΐδʼ Ἀχαιοί,
- Τρωϊάδας δὲ γυναῖκας ἐείκοσιν αὐτὸς ἑλέσθω,
- αἴ κε μετʼ Ἀργείην Ἑλένην κάλλισται ἔωσιν.
- εἰ δέ κεν Ἄργος ἱκοίμεθʼ Ἀχαιϊκὸν οὖθαρ ἀρούρης
- γαμβρός κέν μοι ἔοι· τίσω δέ μιν ἶσον Ὀρέστῃ,
- ὅς μοι τηλύγετος τρέφεται θαλίῃ ἔνι πολλῇ.
- τρεῖς δέ μοί εἰσι θύγατρες ἐνὶ μεγάρῳ εὐπήκτῳ
- Χρυσόθεμις καὶ Λαοδίκη καὶ Ἰφιάνασσα,
- τάων ἥν κʼ ἐθέλῃσι φίλην ἀνάεδνον ἀγέσθω
- πρὸς οἶκον Πηλῆος· ἐγὼ δʼ ἐπὶ μείλια δώσω
- πολλὰ μάλʼ, ὅσσʼ οὔ πώ τις ἑῇ ἐπέδωκε θυγατρί·
- ἑπτὰ δέ οἱ δώσω εὖ ναιόμενα πτολίεθρα
- Καρδαμύλην Ἐνόπην τε καὶ Ἱρὴν ποιήεσσαν
- Φηράς τε ζαθέας ἠδʼ Ἄνθειαν βαθύλειμον
- καλήν τʼ Αἴπειαν καὶ Πήδασον ἀμπελόεσσαν.
- πᾶσαι δʼ ἐγγὺς ἁλός, νέαται Πύλου ἠμαθόεντος·
- ἐν δʼ ἄνδρες ναίουσι πολύρρηνες πολυβοῦται,
- οἵ κέ ἑ δωτίνῃσι θεὸν ὣς τιμήσουσι
- καί οἱ ὑπὸ σκήπτρῳ λιπαρὰς τελέουσι θέμιστας.
- ταῦτά κέ οἱ τελέσαιμι μεταλήξαντι χόλοιο.
- δμηθήτω· Ἀΐδης τοι ἀμείλιχος ἠδʼ ἀδάμαστος,
- τοὔνεκα καί τε βροτοῖσι θεῶν ἔχθιστος ἁπάντων·
- καί μοι ὑποστήτω ὅσσον βασιλεύτερός εἰμι
- ἠδʼ ὅσσον γενεῇ προγενέστερος εὔχομαι εἶναι.
- τὸν δʼ ἠμείβετʼ ἔπειτα Γερήνιος ἱππότα Νέστωρ·
- Ἀτρεΐδη κύδιστε ἄναξ ἀνδρῶν Ἀγάμεμνον
- δῶρα μὲν οὐκέτʼ ὀνοστὰ διδοῖς Ἀχιλῆϊ ἄνακτι·
- ἀλλʼ ἄγετε κλητοὺς ὀτρύνομεν, οἵ κε τάχιστα
- ἔλθωσʼ ἐς κλισίην Πηληϊάδεω Ἀχιλῆος.
- εἰ δʼ ἄγε τοὺς ἂν ἐγὼ ἐπιόψομαι οἳ δὲ πιθέσθων.
- Φοῖνιξ μὲν πρώτιστα Διῒ φίλος ἡγησάσθω,
- αὐτὰρ ἔπειτʼ Αἴας τε μέγας καὶ δῖος Ὀδυσσεύς·
- κηρύκων δʼ Ὀδίος τε καὶ Εὐρυβάτης ἅμʼ ἑπέσθων.
- φέρτε δὲ χερσὶν ὕδωρ, εὐφημῆσαί τε κέλεσθε,
- ὄφρα Διὶ Κρονίδῃ ἀρησόμεθʼ, αἴ κʼ ἐλεήσῃ.
- ὣς φάτο, τοῖσι δὲ πᾶσιν ἑαδότα μῦθον ἔειπεν.
- αὐτίκα κήρυκες μὲν ὕδωρ ἐπὶ χεῖρας ἔχευαν,
- κοῦροι δὲ κρητῆρας ἐπεστέψαντο ποτοῖο,
- νώμησαν δʼ ἄρα πᾶσιν ἐπαρξάμενοι δεπάεσσιν.
- αὐτὰρ ἐπεὶ σπεῖσάν τʼ ἔπιόν θʼ ὅσον ἤθελε θυμός,
- ὁρμῶντʼ ἐκ κλισίης Ἀγαμέμνονος Ἀτρεΐδαο.
- τοῖσι δὲ πόλλʼ ἐπέτελλε Γερήνιος ἱππότα Νέστωρ
- δενδίλλων ἐς ἕκαστον, Ὀδυσσῆϊ δὲ μάλιστα,
- πειρᾶν ὡς πεπίθοιεν ἀμύμονα Πηλεΐωνα.
- τὼ δὲ βάτην παρὰ θῖνα πολυφλοίσβοιο θαλάσσης
- πολλὰ μάλʼ εὐχομένω γαιηόχῳ ἐννοσιγαίῳ
- ῥηϊδίως πεπιθεῖν μεγάλας φρένας Αἰακίδαο.
- Μυρμιδόνων δʼ ἐπί τε κλισίας καὶ νῆας ἱκέσθην,
- τὸν δʼ εὗρον φρένα τερπόμενον φόρμιγγι λιγείῃ
- καλῇ δαιδαλέῃ, ἐπὶ δʼ ἀργύρεον ζυγὸν ἦεν,
- τὴν ἄρετʼ ἐξ ἐνάρων πόλιν Ἠετίωνος ὀλέσσας·
- τῇ ὅ γε θυμὸν ἔτερπεν, ἄειδε δʼ ἄρα κλέα ἀνδρῶν.
- Πάτροκλος δέ οἱ οἶος ἐναντίος ἧστο σιωπῇ,
- δέγμενος Αἰακίδην ὁπότε λήξειεν ἀείδων,
- τὼ δὲ βάτην προτέρω, ἡγεῖτο δὲ δῖος Ὀδυσσεύς,
- στὰν δὲ πρόσθʼ αὐτοῖο· ταφὼν δʼ ἀνόρουσεν Ἀχιλλεὺς
- αὐτῇ σὺν φόρμιγγι λιπὼν ἕδος ἔνθα θάασσεν.
- ὣς δʼ αὔτως Πάτροκλος, ἐπεὶ ἴδε φῶτας, ἀνέστη.
- τὼ καὶ δεικνύμενος προσέφη πόδας ὠκὺς Ἀχιλλεύς·
- χαίρετον· ἦ φίλοι ἄνδρες ἱκάνετον ἦ τι μάλα χρεώ,
- οἵ μοι σκυζομένῳ περ Ἀχαιῶν φίλτατοί ἐστον.
- ὣς ἄρα φωνήσας προτέρω ἄγε δῖος Ἀχιλλεύς,
- εἷσεν δʼ ἐν κλισμοῖσι τάπησί τε πορφυρέοισιν.
- αἶψα δὲ Πάτροκλον προσεφώνεεν ἐγγὺς ἐόντα·
- μείζονα δὴ κρητῆρα Μενοιτίου υἱὲ καθίστα,
- ζωρότερον δὲ κέραιε, δέπας δʼ ἔντυνον ἑκάστῳ·
- οἳ γὰρ φίλτατοι ἄνδρες ἐμῷ ὑπέασι μελάθρῳ.
- ὣς φάτο, Πάτροκλος δὲ φίλῳ ἐπεπείθεθʼ ἑταίρῳ.
- αὐτὰρ ὅ γε κρεῖον μέγα κάββαλεν ἐν πυρὸς αὐγῇ,
- ἐν δʼ ἄρα νῶτον ἔθηκʼ ὄϊος καὶ πίονος αἰγός,
- ἐν δὲ συὸς σιάλοιο ῥάχιν τεθαλυῖαν ἀλοιφῇ.
- τῷ δʼ ἔχεν Αὐτομέδων, τάμνεν δʼ ἄρα δῖος Ἀχιλλεύς.
- καὶ τὰ μὲν εὖ μίστυλλε καὶ ἀμφʼ ὀβελοῖσιν ἔπειρε,
- πῦρ δὲ Μενοιτιάδης δαῖεν μέγα ἰσόθεος φώς.
- αὐτὰρ ἐπεὶ κατὰ πῦρ ἐκάη καὶ φλὸξ ἐμαράνθη,
- ἀνθρακιὴν στορέσας ὀβελοὺς ἐφύπερθε τάνυσσε,
- πάσσε δʼ ἁλὸς θείοιο κρατευτάων ἐπαείρας.
- αὐτὰρ ἐπεί ῥʼ ὤπτησε καὶ εἰν ἐλεοῖσιν ἔχευε,
- Πάτροκλος μὲν σῖτον ἑλὼν ἐπένειμε τραπέζῃ
- καλοῖς ἐν κανέοισιν, ἀτὰρ κρέα νεῖμεν Ἀχιλλεύς.
- αὐτὸς δʼ ἀντίον ἷζεν Ὀδυσσῆος θείοιο
- τοίχου τοῦ ἑτέροιο, θεοῖσι δὲ θῦσαι ἀνώγει
- Πάτροκλον ὃν ἑταῖρον· ὃ δʼ ἐν πυρὶ βάλλε θυηλάς.
- οἳ δʼ ἐπʼ ὀνείαθʼ ἑτοῖμα προκείμενα χεῖρας ἴαλλον.
- αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο,
- νεῦσʼ Αἴας Φοίνικι· νόησε δὲ δῖος Ὀδυσσεύς,
- πλησάμενος δʼ οἴνοιο δέπας δείδεκτʼ Ἀχιλῆα·
- χαῖρʼ Ἀχιλεῦ· δαιτὸς μὲν ἐΐσης οὐκ ἐπιδευεῖς
- ἠμὲν ἐνὶ κλισίῃ Ἀγαμέμνονος Ἀτρεΐδαο
- ἠδὲ καὶ ἐνθάδε νῦν, πάρα γὰρ μενοεικέα πολλὰ
- δαίνυσθʼ· ἀλλʼ οὐ δαιτὸς ἐπηράτου ἔργα μέμηλεν,
- ἀλλὰ λίην μέγα πῆμα διοτρεφὲς εἰσορόωντες
- δείδιμεν· ἐν δοιῇ δὲ σαωσέμεν ἢ ἀπολέσθαι
- νῆας ἐϋσσέλμους, εἰ μὴ σύ γε δύσεαι ἀλκήν.
- ἐγγὺς γὰρ νηῶν καὶ τείχεος αὖλιν ἔθεντο
- Τρῶες ὑπέρθυμοι τηλεκλειτοί τʼ ἐπίκουροι
- κηάμενοι πυρὰ πολλὰ κατὰ στρατόν, οὐδʼ ἔτι φασὶ
- σχήσεσθʼ, ἀλλʼ ἐν νηυσὶ μελαίνῃσιν πεσέεσθαι.
- Ζεὺς δέ σφι Κρονίδης ἐνδέξια σήματα φαίνων
- ἀστράπτει· Ἕκτωρ δὲ μέγα σθένεϊ βλεμεαίνων
- μαίνεται ἐκπάγλως πίσυνος Διί, οὐδέ τι τίει
- ἀνέρας οὐδὲ θεούς· κρατερὴ δέ ἑ λύσσα δέδυκεν.
- ἀρᾶται δὲ τάχιστα φανήμεναι Ἠῶ δῖαν·
- στεῦται γὰρ νηῶν ἀποκόψειν ἄκρα κόρυμβα
- αὐτάς τʼ ἐμπρήσειν μαλεροῦ πυρός, αὐτὰρ Ἀχαιοὺς
- δῃώσειν παρὰ τῇσιν ὀρινομένους ὑπὸ καπνοῦ.
- ταῦτʼ αἰνῶς δείδοικα κατὰ φρένα, μή οἱ ἀπειλὰς
- ἐκτελέσωσι θεοί, ἡμῖν δὲ δὴ αἴσιμον εἴη
- φθίσθαι ἐνὶ Τροίῃ ἑκὰς Ἄργεος ἱπποβότοιο.
- ἀλλʼ ἄνα εἰ μέμονάς γε καὶ ὀψέ περ υἷας Ἀχαιῶν
- τειρομένους ἐρύεσθαι ὑπὸ Τρώων ὀρυμαγδοῦ.
- αὐτῷ τοι μετόπισθʼ ἄχος ἔσσεται, οὐδέ τι μῆχος
- ῥεχθέντος κακοῦ ἔστʼ ἄκος εὑρεῖν· ἀλλὰ πολὺ πρὶν
- φράζευ ὅπως Δαναοῖσιν ἀλεξήσεις κακὸν ἦμαρ.
- ὦ πέπον ἦ μὲν σοί γε πατὴρ ἐπετέλλετο Πηλεὺς
- ἤματι τῷ ὅτε σʼ ἐκ Φθίης Ἀγαμέμνονι πέμπε·
- τέκνον ἐμὸν κάρτος μὲν Ἀθηναίη τε καὶ Ἥρη
- δώσουσʼ αἴ κʼ ἐθέλωσι, σὺ δὲ μεγαλήτορα θυμὸν
- ἴσχειν ἐν στήθεσσι· φιλοφροσύνη γὰρ ἀμείνων·
- ληγέμεναι δʼ ἔριδος κακομηχάνου, ὄφρά σε μᾶλλον
- τίωσʼ Ἀργείων ἠμὲν νέοι ἠδὲ γέροντες.
- ὣς ἐπέτελλʼ ὃ γέρων, σὺ δὲ λήθεαι· ἀλλʼ ἔτι καὶ νῦν
- παύεʼ, ἔα δὲ χόλον θυμαλγέα· σοὶ δʼ Ἀγαμέμνων
- ἄξια δῶρα δίδωσι μεταλήξαντι χόλοιο.
- εἰ δὲ σὺ μέν μευ ἄκουσον, ἐγὼ δέ κέ τοι καταλέξω
- ὅσσά τοι ἐν κλισίῃσιν ὑπέσχετο δῶρʼ Ἀγαμέμνων·
- ἕπτʼ ἀπύρους τρίποδας, δέκα δὲ χρυσοῖο τάλαντα,
- αἴθωνας δὲ λέβητας ἐείκοσι, δώδεκα δʼ ἵππους
- πηγοὺς ἀθλοφόρους, οἳ ἀέθλια ποσσὶν ἄροντο.
- οὔ κεν ἀλήϊος εἴη ἀνὴρ ᾧ τόσσα γένοιτο
- οὐδέ κεν ἀκτήμων ἐριτίμοιο χρυσοῖο,
- ὅσσʼ Ἀγαμέμνονος ἵπποι ἀέθλια ποσσὶν ἄροντο.
- δώσει δʼ ἑπτὰ γυναῖκας ἀμύμονα ἔργα ἰδυίας
- Λεσβίδας, ἃς ὅτε Λέσβον ἐϋκτιμένην ἕλες αὐτὸς
- ἐξέλεθʼ, αἳ τότε κάλλει ἐνίκων φῦλα γυναικῶν.
- τὰς μέν τοι δώσει, μετὰ δʼ ἔσσεται ἣν τότʼ ἀπηύρα
- κούρη Βρισῆος· ἐπὶ δὲ μέγαν ὅρκον ὀμεῖται
- μή ποτε τῆς εὐνῆς ἐπιβήμεναι ἠδὲ μιγῆναι
- ἣ θέμις ἐστὶν ἄναξ ἤτʼ ἀνδρῶν ἤτε γυναικῶν.
- ταῦτα μὲν αὐτίκα πάντα παρέσσεται· εἰ δέ κεν αὖτε
- ἄστυ μέγα Πριάμοιο θεοὶ δώωσʼ ἀλαπάξαι,
- νῆα ἅλις χρυσοῦ καὶ χαλκοῦ νηήσασθαι
- εἰσελθών, ὅτε κεν δατεώμεθα ληΐδʼ Ἀχαιοί,
- Τρωϊάδας δὲ γυναῖκας ἐείκοσιν αὐτὸς ἑλέσθαι,
- αἵ κε μετʼ Ἀργείην Ἑλένην κάλλισται ἔωσιν.
- εἰ δέ κεν Ἄργος ἱκοίμεθʼ Ἀχαιϊκὸν οὖθαρ ἀρούρης
- γαμβρός κέν οἱ ἔοις· τίσει δέ σε ἶσον Ὀρέστῃ,
- ὅς οἱ τηλύγετος τρέφεται θαλίῃ ἔνι πολλῇ.
- τρεῖς δέ οἵ εἰσι θύγατρες ἐνὶ μεγάρῳ εὐπήκτῳ
- Χρυσόθεμις καὶ Λαοδίκη καὶ Ἰφιάνασσα,
- τάων ἥν κʼ ἐθέλῃσθα φίλην ἀνάεδνον ἄγεσθαι
- πρὸς οἶκον Πηλῆος· ὃ δʼ αὖτʼ ἐπὶ μείλια δώσει
- πολλὰ μάλʼ, ὅσσʼ οὔ πώ τις ἑῇ ἐπέδωκε θυγατρί·
- ἑπτὰ δέ τοι δώσει εὖ ναιόμενα πτολίεθρα
- Καρδαμύλην Ἐνόπην τε καὶ Ἱρὴν ποιήεσσαν
- Φηράς τε ζαθέας ἠδʼ Ἄνθειαν βαθύλειμον
- καλήν τʼ Αἴπειαν καὶ Πήδασον ἀμπελόεσσαν.
- πᾶσαι δʼ ἐγγὺς ἁλός, νέαται Πύλου ἠμαθόεντος·
- ἐν δʼ ἄνδρες ναίουσι πολύρρηνες πολυβοῦται,
- οἵ κέ σε δωτίνῃσι θεὸν ὣς τιμήσουσι
- καί τοι ὑπὸ σκήπτρῳ λιπαρὰς τελέουσι θέμιστας.
- ταῦτά κέ τοι τελέσειε μεταλήξαντι χόλοιο.
- εἰ δέ τοι Ἀτρεΐδης μὲν ἀπήχθετο κηρόθι μᾶλλον
- αὐτὸς καὶ τοῦ δῶρα, σὺ δʼ ἄλλους περ Παναχαιοὺς
- τειρομένους ἐλέαιρε κατὰ στρατόν, οἵ σε θεὸν ὣς
- τίσουσʼ· ἦ γάρ κέ σφι μάλα μέγα κῦδος ἄροιο·
- νῦν γάρ χʼ Ἕκτορʼ ἕλοις, ἐπεὶ ἂν μάλα τοι σχεδὸν ἔλθοι
- λύσσαν ἔχων ὀλοήν, ἐπεὶ οὔ τινά φησιν ὁμοῖον
- οἷ ἔμεναι Δαναῶν οὓς ἐνθάδε νῆες ἔνεικαν.
- τὸν δʼ ἀπαμειβόμενος προσέφη πόδας ὠκὺς Ἀχιλλεύς·
- διογενὲς Λαερτιάδη πολυμήχανʼ Ὀδυσσεῦ
- χρὴ μὲν δὴ τὸν μῦθον ἀπηλεγέως ἀποειπεῖν,
- ᾗ περ δὴ φρονέω τε καὶ ὡς τετελεσμένον ἔσται,
- ὡς μή μοι τρύζητε παρήμενοι ἄλλοθεν ἄλλος.
- ἐχθρὸς γάρ μοι κεῖνος ὁμῶς Ἀΐδαο πύλῃσιν
- ὅς χʼ ἕτερον μὲν κεύθῃ ἐνὶ φρεσίν, ἄλλο δὲ εἴπῃ.
- αὐτὰρ ἐγὼν ἐρέω ὥς μοι δοκεῖ εἶναι ἄριστα·
- οὔτʼ ἔμεγʼ Ἀτρεΐδην Ἀγαμέμνονα πεισέμεν οἴω
- οὔτʼ ἄλλους Δαναούς, ἐπεὶ οὐκ ἄρα τις χάρις ἦεν
- μάρνασθαι δηΐοισιν ἐπʼ ἀνδράσι νωλεμὲς αἰεί.
- ἴση μοῖρα μένοντι καὶ εἰ μάλα τις πολεμίζοι·
- ἐν δὲ ἰῇ τιμῇ ἠμὲν κακὸς ἠδὲ καὶ ἐσθλός·
- κάτθανʼ ὁμῶς ὅ τʼ ἀεργὸς ἀνὴρ ὅ τε πολλὰ ἐοργώς.
- οὐδέ τί μοι περίκειται, ἐπεὶ πάθον ἄλγεα θυμῷ
- αἰεὶ ἐμὴν ψυχὴν παραβαλλόμενος πολεμίζειν.
- ὡς δʼ ὄρνις ἀπτῆσι νεοσσοῖσι προφέρῃσι
- μάστακʼ ἐπεί κε λάβῃσι, κακῶς δʼ ἄρα οἱ πέλει αὐτῇ,
- ὣς καὶ ἐγὼ πολλὰς μὲν ἀΰπνους νύκτας ἴαυον,
- ἤματα δʼ αἱματόεντα διέπρησσον πολεμίζων
- ἀνδράσι μαρνάμενος ὀάρων ἕνεκα σφετεράων.
- δώδεκα δὴ σὺν νηυσὶ πόλεις ἀλάπαξʼ ἀνθρώπων,
- πεζὸς δʼ ἕνδεκά φημι κατὰ Τροίην ἐρίβωλον·
- τάων ἐκ πασέων κειμήλια πολλὰ καὶ ἐσθλὰ
- ἐξελόμην, καὶ πάντα φέρων Ἀγαμέμνονι δόσκον
- Ἀτρεΐδῃ· ὃ δʼ ὄπισθε μένων παρὰ νηυσὶ θοῇσι
- δεξάμενος διὰ παῦρα δασάσκετο, πολλὰ δʼ ἔχεσκεν.
- ἄλλα δʼ ἀριστήεσσι δίδου γέρα καὶ βασιλεῦσι·
- τοῖσι μὲν ἔμπεδα κεῖται, ἐμεῦ δʼ ἀπὸ μούνου Ἀχαιῶν
- εἵλετʼ, ἔχει δʼ ἄλοχον θυμαρέα· τῇ παριαύων
- τερπέσθω. τί δὲ δεῖ πολεμιζέμεναι Τρώεσσιν
- Ἀργείους; τί δὲ λαὸν ἀνήγαγεν ἐνθάδʼ ἀγείρας
- Ἀτρεΐδης; ἦ οὐχ Ἑλένης ἕνεκʼ ἠϋκόμοιο;
- ἦ μοῦνοι φιλέουσʼ ἀλόχους μερόπων ἀνθρώπων
- Ἀτρεΐδαι; ἐπεὶ ὅς τις ἀνὴρ ἀγαθὸς καὶ ἐχέφρων
- τὴν αὐτοῦ φιλέει καὶ κήδεται, ὡς καὶ ἐγὼ τὴν
- ἐκ θυμοῦ φίλεον δουρικτητήν περ ἐοῦσαν.
- νῦν δʼ ἐπεὶ ἐκ χειρῶν γέρας εἵλετο καί μʼ ἀπάτησε
- μή μευ πειράτω εὖ εἰδότος· οὐδέ με πείσει.
- ἀλλʼ Ὀδυσεῦ σὺν σοί τε καὶ ἄλλοισιν βασιλεῦσι
- φραζέσθω νήεσσιν ἀλεξέμεναι δήϊον πῦρ.
- ἦ μὲν δὴ μάλα πολλὰ πονήσατο νόσφιν ἐμεῖο,
- καὶ δὴ τεῖχος ἔδειμε, καὶ ἤλασε τάφρον ἐπʼ αὐτῷ
- εὐρεῖαν μεγάλην, ἐν δὲ σκόλοπας κατέπηξεν·
- ἀλλʼ οὐδʼ ὧς δύναται σθένος Ἕκτορος ἀνδροφόνοιο
- ἴσχειν· ὄφρα δʼ ἐγὼ μετʼ Ἀχαιοῖσιν πολέμιζον
- οὐκ ἐθέλεσκε μάχην ἀπὸ τείχεος ὀρνύμεν Ἕκτωρ,
- ἀλλʼ ὅσον ἐς Σκαιάς τε πύλας καὶ φηγὸν ἵκανεν·
- ἔνθά ποτʼ οἶον ἔμιμνε, μόγις δέ μευ ἔκφυγεν ὁρμήν.
- νῦν δʼ ἐπεὶ οὐκ ἐθέλω πολεμιζέμεν Ἕκτορι δίῳ
- αὔριον ἱρὰ Διὶ ῥέξας καὶ πᾶσι θεοῖσι
- νηήσας εὖ νῆας, ἐπὴν ἅλα δὲ προερύσσω,
- ὄψεαι, αἴ κʼ ἐθέλῃσθα καὶ αἴ κέν τοι τὰ μεμήλῃ,
- ἦρι μάλʼ Ἑλλήσποντον ἐπʼ ἰχθυόεντα πλεούσας
- νῆας ἐμάς, ἐν δʼ ἄνδρας ἐρεσσέμεναι μεμαῶτας·
- εἰ δέ κεν εὐπλοίην δώῃ κλυτὸς ἐννοσίγαιος
- ἤματί κε τριτάτῳ Φθίην ἐρίβωλον ἱκοίμην.
- ἔστι δέ μοι μάλα πολλά, τὰ κάλλιπον ἐνθάδε ἔρρων·
- ἄλλον δʼ ἐνθένδε χρυσὸν καὶ χαλκὸν ἐρυθρὸν
- ἠδὲ γυναῖκας ἐϋζώνους πολιόν τε σίδηρον
- ἄξομαι, ἅσσʼ ἔλαχόν γε· γέρας δέ μοι, ὅς περ ἔδωκεν,
- αὖτις ἐφυβρίζων ἕλετο κρείων Ἀγαμέμνων
- Ἀτρεΐδης· τῷ πάντʼ ἀγορευέμεν ὡς ἐπιτέλλω
- ἀμφαδόν, ὄφρα καὶ ἄλλοι ἐπισκύζωνται Ἀχαιοὶ
- εἴ τινά που Δαναῶν ἔτι ἔλπεται ἐξαπατήσειν
- αἰὲν ἀναιδείην ἐπιειμένος· οὐδʼ ἂν ἔμοιγε
- τετλαίη κύνεός περ ἐὼν εἰς ὦπα ἰδέσθαι·
- οὐδέ τί οἱ βουλὰς συμφράσσομαι, οὐδὲ μὲν ἔργον·
- ἐκ γὰρ δή μʼ ἀπάτησε καὶ ἤλιτεν· οὐδʼ ἂν ἔτʼ αὖτις
- ἐξαπάφοιτʼ ἐπέεσσιν· ἅλις δέ οἱ· ἀλλὰ ἕκηλος
- ἐρρέτω· ἐκ γάρ εὑ φρένας εἵλετο μητίετα Ζεύς.
- ἐχθρὰ δέ μοι τοῦ δῶρα, τίω δέ μιν ἐν καρὸς αἴσῃ.
- οὐδʼ εἴ μοι δεκάκις τε καὶ εἰκοσάκις τόσα δοίη
- ὅσσά τέ οἱ νῦν ἔστι, καὶ εἴ ποθεν ἄλλα γένοιτο,
- οὐδʼ ὅσʼ ἐς Ὀρχομενὸν ποτινίσεται, οὐδʼ ὅσα Θήβας
- Αἰγυπτίας, ὅθι πλεῖστα δόμοις ἐν κτήματα κεῖται,
- αἵ θʼ ἑκατόμπυλοί εἰσι, διηκόσιοι δʼ ἀνʼ ἑκάστας
- ἀνέρες ἐξοιχνεῦσι σὺν ἵπποισιν καὶ ὄχεσφιν·
- οὐδʼ εἴ μοι τόσα δοίη ὅσα ψάμαθός τε κόνις τε,
- οὐδέ κεν ὧς ἔτι θυμὸν ἐμὸν πείσειʼ Ἀγαμέμνων
- πρίν γʼ ἀπὸ πᾶσαν ἐμοὶ δόμεναι θυμαλγέα λώβην.
- κούρην δʼ οὐ γαμέω Ἀγαμέμνονος Ἀτρεΐδαο,
- οὐδʼ εἰ χρυσείῃ Ἀφροδίτῃ κάλλος ἐρίζοι,
- ἔργα δʼ Ἀθηναίῃ γλαυκώπιδι ἰσοφαρίζοι·
- οὐδέ μιν ὧς γαμέω· ὃ δʼ Ἀχαιῶν ἄλλον ἑλέσθω,
- ὅς τις οἷ τʼ ἐπέοικε καὶ ὃς βασιλεύτερός ἐστιν.
- ἢν γὰρ δή με σαῶσι θεοὶ καὶ οἴκαδʼ ἵκωμαι,
- Πηλεύς θήν μοι ἔπειτα γυναῖκά γε μάσσεται αὐτός.
- πολλαὶ Ἀχαιΐδες εἰσὶν ἀνʼ Ἑλλάδα τε Φθίην τε
- κοῦραι ἀριστήων, οἵ τε πτολίεθρα ῥύονται,
- τάων ἥν κʼ ἐθέλωμι φίλην ποιήσομʼ ἄκοιτιν.
- ἔνθα δέ μοι μάλα πολλὸν ἐπέσσυτο θυμὸς ἀγήνωρ
- γήμαντα μνηστὴν ἄλοχον ἐϊκυῖαν ἄκοιτιν
- κτήμασι τέρπεσθαι τὰ γέρων ἐκτήσατο Πηλεύς·
- οὐ γὰρ ἐμοὶ ψυχῆς ἀντάξιον οὐδʼ ὅσα φασὶν
- Ἴλιον ἐκτῆσθαι εὖ ναιόμενον πτολίεθρον
- τὸ πρὶν ἐπʼ εἰρήνης, πρὶν ἐλθεῖν υἷας Ἀχαιῶν,
- οὐδʼ ὅσα λάϊνος οὐδὸς ἀφήτορος ἐντὸς ἐέργει
- Φοίβου Ἀπόλλωνος Πυθοῖ ἔνι πετρηέσσῃ.
- ληϊστοὶ μὲν γάρ τε βόες καὶ ἴφια μῆλα,
- κτητοὶ δὲ τρίποδές τε καὶ ἵππων ξανθὰ κάρηνα,
- ἀνδρὸς δὲ ψυχὴ πάλιν ἐλθεῖν οὔτε λεϊστὴ
- οὔθʼ ἑλετή, ἐπεὶ ἄρ κεν ἀμείψεται ἕρκος ὀδόντων.
- μήτηρ γάρ τέ μέ φησι θεὰ Θέτις ἀργυρόπεζα
- διχθαδίας κῆρας φερέμεν θανάτοιο τέλος δέ.
- εἰ μέν κʼ αὖθι μένων Τρώων πόλιν ἀμφιμάχωμαι,
- ὤλετο μέν μοι νόστος, ἀτὰρ κλέος ἄφθιτον ἔσται·
- εἰ δέ κεν οἴκαδʼ ἵκωμι φίλην ἐς πατρίδα γαῖαν,
- ὤλετό μοι κλέος ἐσθλόν, ἐπὶ δηρὸν δέ μοι αἰὼν
- ἔσσεται, οὐδέ κέ μʼ ὦκα τέλος θανάτοιο κιχείη.
- καὶ δʼ ἂν τοῖς ἄλλοισιν ἐγὼ παραμυθησαίμην
- οἴκαδʼ ἀποπλείειν, ἐπεὶ οὐκέτι δήετε τέκμωρ
- Ἰλίου αἰπεινῆς· μάλα γάρ ἑθεν εὐρύοπα Ζεὺς
- χεῖρα ἑὴν ὑπερέσχε, τεθαρσήκασι δὲ λαοί.
- ἀλλʼ ὑμεῖς μὲν ἰόντες ἀριστήεσσιν Ἀχαιῶν
- ἀγγελίην ἀπόφασθε· τὸ γὰρ γέρας ἐστὶ γερόντων·
- ὄφρʼ ἄλλην φράζωνται ἐνὶ φρεσὶ μῆτιν ἀμείνω,
- ἥ κέ σφιν νῆάς τε σαῷ καὶ λαὸν Ἀχαιῶν
- νηυσὶν ἔπι γλαφυρῇς, ἐπεὶ οὔ σφισιν ἥδέ γʼ ἑτοίμη
- ἣν νῦν ἐφράσσαντο ἐμεῦ ἀπομηνίσαντος·
- Φοῖνιξ δʼ αὖθι παρʼ ἄμμι μένων κατακοιμηθήτω,
- ὄφρά μοι ἐν νήεσσι φίλην ἐς πατρίδʼ ἕπηται
- αὔριον ἢν ἐθέλῃσιν· ἀνάγκῃ δʼ οὔ τί μιν ἄξω.
- ὣς ἔφαθʼ, οἳ δʼ ἄρα πάντες ἀκὴν ἐγένοντο σιωπῇ
- μῦθον ἀγασσάμενοι· μάλα γὰρ κρατερῶς ἀπέειπεν·
- ὀψὲ δὲ δὴ μετέειπε γέρων ἱππηλάτα Φοῖνιξ
- δάκρυʼ ἀναπρήσας· περὶ γὰρ δίε νηυσὶν Ἀχαιῶν·
- εἰ μὲν δὴ νόστόν γε μετὰ φρεσὶ φαίδιμʼ Ἀχιλλεῦ
- βάλλεαι, οὐδέ τι πάμπαν ἀμύνειν νηυσὶ θοῇσι
- πῦρ ἐθέλεις ἀΐδηλον, ἐπεὶ χόλος ἔμπεσε θυμῷ,
- πῶς ἂν ἔπειτʼ ἀπὸ σεῖο φίλον τέκος αὖθι λιποίμην
- οἶος; σοὶ δέ μʼ ἔπεμπε γέρων ἱππηλάτα Πηλεὺς
- ἤματι τῷ ὅτε σʼ ἐκ Φθίης Ἀγαμέμνονι πέμπε
- νήπιον οὔ πω εἰδόθʼ ὁμοιΐου πολέμοιο
- οὐδʼ ἀγορέων, ἵνα τʼ ἄνδρες ἀριπρεπέες τελέθουσι.
- τοὔνεκά με προέηκε διδασκέμεναι τάδε πάντα,
- μύθων τε ῥητῆρʼ ἔμεναι πρηκτῆρά τε ἔργων.
- ὡς ἂν ἔπειτʼ ἀπὸ σεῖο φίλον τέκος οὐκ ἐθέλοιμι
- λείπεσθʼ, οὐδʼ εἴ κέν μοι ὑποσταίη θεὸς αὐτὸς
- γῆρας ἀποξύσας θήσειν νέον ἡβώοντα,
- οἷον ὅτε πρῶτον λίπον Ἑλλάδα καλλιγύναικα
- φεύγων νείκεα πατρὸς Ἀμύντορος Ὀρμενίδαο,
- ὅς μοι παλλακίδος περιχώσατο καλλικόμοιο,
- τὴν αὐτὸς φιλέεσκεν, ἀτιμάζεσκε δʼ ἄκοιτιν
- μητέρʼ ἐμήν· ἣ δʼ αἰὲν ἐμὲ λισσέσκετο γούνων
- παλλακίδι προμιγῆναι, ἵνʼ ἐχθήρειε γέροντα.
- τῇ πιθόμην καὶ ἔρεξα· πατὴρ δʼ ἐμὸς αὐτίκʼ ὀϊσθεὶς
- πολλὰ κατηρᾶτο, στυγερὰς δʼ ἐπεκέκλετʼ Ἐρινῦς,
- μή ποτε γούνασιν οἷσιν ἐφέσσεσθαι φίλον υἱὸν
- ἐξ ἐμέθεν γεγαῶτα· θεοὶ δʼ ἐτέλειον ἐπαρὰς
- Ζεύς τε καταχθόνιος καὶ ἐπαινὴ Περσεφόνεια. [*](This edition omits lines 458-461.)
- ἔνθʼ ἐμοὶ οὐκέτι πάμπαν ἐρητύετʼ ἐν φρεσὶ θυμὸς
- πατρὸς χωομένοιο κατὰ μέγαρα στρωφᾶσθαι.
- ἦ μὲν πολλὰ ἔται καὶ ἀνεψιοὶ ἀμφὶς ἐόντες
- αὐτοῦ λισσόμενοι κατερήτυον ἐν μεγάροισι,
- πολλὰ δὲ ἴφια μῆλα καὶ εἰλίποδας ἕλικας βοῦς
- ἔσφαζον, πολλοὶ δὲ σύες θαλέθοντες ἀλοιφῇ
- εὑόμενοι τανύοντο διὰ φλογὸς Ἡφαίστοιο,
- πολλὸν δʼ ἐκ κεράμων μέθυ πίνετο τοῖο γέροντος.
- εἰνάνυχες δέ μοι ἀμφʼ αὐτῷ παρὰ νύκτας ἴαυον·
- οἳ μὲν ἀμειβόμενοι φυλακὰς ἔχον, οὐδέ ποτʼ ἔσβη
- πῦρ, ἕτερον μὲν ὑπʼ αἰθούσῃ εὐερκέος αὐλῆς,
- ἄλλο δʼ ἐνὶ προδόμῳ, πρόσθεν θαλάμοιο θυράων.
- ἀλλʼ ὅτε δὴ δεκάτη μοι ἐπήλυθε νὺξ ἐρεβεννή,
- καὶ τότʼ ἐγὼ θαλάμοιο θύρας πυκινῶς ἀραρυίας
- ῥήξας ἐξῆλθον, καὶ ὑπέρθορον ἑρκίον αὐλῆς
- ῥεῖα, λαθὼν φύλακάς τʼ ἄνδρας δμῳάς τε γυναῖκας.
- φεῦγον ἔπειτʼ ἀπάνευθε διʼ Ἑλλάδος εὐρυχόροιο,
- Φθίην δʼ ἐξικόμην ἐριβώλακα μητέρα μήλων
- ἐς Πηλῆα ἄναχθʼ· ὃ δέ με πρόφρων ὑπέδεκτο,
- καί μʼ ἐφίλησʼ ὡς εἴ τε πατὴρ ὃν παῖδα φιλήσῃ
- μοῦνον τηλύγετον πολλοῖσιν ἐπὶ κτεάτεσσι,
- καί μʼ ἀφνειὸν ἔθηκε, πολὺν δέ μοι ὤπασε λαόν·
- ναῖον δʼ ἐσχατιὴν Φθίης Δολόπεσσιν ἀνάσσων.
- καί σε τοσοῦτον ἔθηκα θεοῖς ἐπιείκελʼ Ἀχιλλεῦ,
- ἐκ θυμοῦ φιλέων, ἐπεὶ οὐκ ἐθέλεσκες ἅμʼ ἄλλῳ
- οὔτʼ ἐς δαῖτʼ ἰέναι οὔτʼ ἐν μεγάροισι πάσασθαι,
- πρίν γʼ ὅτε δή σʼ ἐπʼ ἐμοῖσιν ἐγὼ γούνεσσι καθίσσας
- ὄψου τʼ ἄσαιμι προταμὼν καὶ οἶνον ἐπισχών.
- πολλάκι μοι κατέδευσας ἐπὶ στήθεσσι χιτῶνα
- οἴνου ἀποβλύζων ἐν νηπιέῃ ἀλεγεινῇ.
- ὣς ἐπὶ σοὶ μάλα πολλὰ πάθον καὶ πολλὰ μόγησα,
- τὰ φρονέων ὅ μοι οὔ τι θεοὶ γόνον ἐξετέλειον
- ἐξ ἐμεῦ· ἀλλὰ σὲ παῖδα θεοῖς ἐπιείκελʼ Ἀχιλλεῦ
- ποιεύμην, ἵνα μοί ποτʼ ἀεικέα λοιγὸν ἀμύνῃς.
- ἀλλʼ Ἀχιλεῦ δάμασον θυμὸν μέγαν· οὐδέ τί σε χρὴ
- νηλεὲς ἦτορ ἔχειν· στρεπτοὶ δέ τε καὶ θεοὶ αὐτοί,
- τῶν περ καὶ μείζων ἀρετὴ τιμή τε βίη τε.
- καὶ μὲν τοὺς θυέεσσι καὶ εὐχωλῇς ἀγανῇσι
- λοιβῇ τε κνίσῃ τε παρατρωπῶσʼ ἄνθρωποι
- λισσόμενοι, ὅτε κέν τις ὑπερβήῃ καὶ ἁμάρτῃ.
- καὶ γάρ τε λιταί εἰσι Διὸς κοῦραι μεγάλοιο
- χωλαί τε ῥυσαί τε παραβλῶπές τʼ ὀφθαλμώ,
- αἵ ῥά τε καὶ μετόπισθʼ ἄτης ἀλέγουσι κιοῦσαι.