Iliad

Homer

Homer. Homeri Opera, Volumes 1-2. Monro, D. B. (David Binning), editor; Allen, Thomas W. (Thomas William), editor. Oxford: Clarendon Press, 1908-1920.

  1. νεῦσε δέ οἱ λαὸν σόον ἔμμεναι οὐδʼ ἀπολέσθαι.
  2. αὐτίκα δʼ αἰετὸν ἧκε τελειότατον πετεηνῶν,
  3. νεβρὸν ἔχοντʼ ὀνύχεσσι τέκος ἐλάφοιο ταχείης·
  4. πὰρ δὲ Διὸς βωμῷ περικαλλέϊ κάββαλε νεβρόν,
  5. ἔνθα πανομφαίῳ Ζηνὶ ῥέζεσκον Ἀχαιοί.
  6. οἳ δʼ ὡς οὖν εἴδονθʼ ὅ τʼ ἄρʼ ἐκ Διὸς ἤλυθεν ὄρνις,
  7. μᾶλλον ἐπὶ Τρώεσσι θόρον, μνήσαντο δὲ χάρμης.
  8. ἔνθʼ οὔ τις πρότερος Δαναῶν πολλῶν περ ἐόντων
  9. εὔξατο Τυδεΐδαο πάρος σχέμεν ὠκέας ἵππους
  10. τάφρου τʼ ἐξελάσαι καὶ ἐναντίβιον μαχέσασθαι,
  11. ἀλλὰ πολὺ πρῶτος Τρώων ἕλεν ἄνδρα κορυστὴν
  12. Φραδμονίδην Ἀγέλαον· ὃ μὲν φύγαδʼ ἔτραπεν ἵππους·
  13. τῷ δὲ μεταστρεφθέντι μεταφρένῳ ἐν δόρυ πῆξεν
  14. ὤμων μεσσηγύς, διὰ δὲ στήθεσφιν ἔλασσεν·
  15. ἤριπε δʼ ἐξ ὀχέων, ἀράβησε δὲ τεύχεʼ ἐπʼ αὐτῷ.
  16. τὸν δὲ μετʼ Ἀτρεΐδαι Ἀγαμέμνων καὶ Μενέλαος,
  17. τοῖσι δʼ ἐπʼ Αἴαντες θοῦριν ἐπιειμένοι ἀλκήν,
  18. τοῖσι δʼ ἐπʼ Ἰδομενεὺς καὶ ὀπάων Ἰδομενῆος
  19. Μηριόνης ἀτάλαντος Ἐνυαλίῳ ἀνδρειφόντῃ,
  20. τοῖσι δʼ ἐπʼ Εὐρύπυλος Εὐαίμονος ἀγλαὸς υἱός·
  21. Τεῦκρος δʼ εἴνατος ἦλθε παλίντονα τόξα τιταίνων,
  22. στῆ δʼ ἄρʼ ὑπʼ Αἴαντος σάκεϊ Τελαμωνιάδαο.
  23. ἔνθʼ Αἴας μὲν ὑπεξέφερεν σάκος· αὐτὰρ ὅ γʼ ἥρως
  24. παπτήνας, ἐπεὶ ἄρ τινʼ ὀϊστεύσας ἐν ὁμίλῳ
  25. βεβλήκοι, ὃ μὲν αὖθι πεσὼν ἀπὸ θυμὸν ὄλεσσεν,
  26. αὐτὰρ ὃ αὖτις ἰὼν πάϊς ὣς ὑπὸ μητέρα δύσκεν
  27. εἰς Αἴανθʼ· ὃ δέ μιν σάκεϊ κρύπτασκε φαεινῷ.
  28. ἔνθα τίνα πρῶτον Τρώων ἕλε Τεῦκρος ἀμύμων;
  29. Ὀρσίλοχον μὲν πρῶτα καὶ Ὄρμενον ἠδʼ Ὀφελέστην
  30. Δαίτορά τε Χρομίον τε καὶ ἀντίθεον Λυκοφόντην
  31. καὶ Πολυαιμονίδην Ἀμοπάονα καὶ Μελάνιππον,
  32. πάντας ἐπασσυτέρους πέλασε χθονὶ πουλυβοτείρῃ.
  33. τὸν δὲ ἰδὼν γήθησεν ἄναξ ἀνδρῶν Ἀγαμέμνων
  34. τόξου ἄπο κρατεροῦ Τρώων ὀλέκοντα φάλαγγας·
  35. στῆ δὲ παρʼ αὐτὸν ἰὼν καί μιν πρὸς μῦθον ἔειπε·
  36. Τεῦκρε φίλη κεφαλή, Τελαμώνιε κοίρανε λαῶν
  37. βάλλʼ οὕτως, αἴ κέν τι φόως Δαναοῖσι γένηαι
  38. πατρί τε σῷ Τελαμῶνι, ὅ σʼ ἔτρεφε τυτθὸν ἐόντα,
  39. καί σε νόθον περ ἐόντα κομίσσατο ᾧ ἐνὶ οἴκῳ·
  40. τὸν καὶ τηλόθʼ ἐόντα ἐϋκλείης ἐπίβησον.
  41. σοὶ δʼ ἐγὼ ἐξερέω ὡς καὶ τετελεσμένον ἔσται·
  42. αἴ κέν μοι δώῃ Ζεύς τʼ αἰγίοχος καὶ Ἀθήνη
  43. Ἰλίου ἐξαλαπάξαι ἐϋκτίμενον πτολίεθρον,
  44. πρώτῳ τοι μετʼ ἐμὲ πρεσβήϊον ἐν χερὶ θήσω,
  45. ἢ τρίποδʼ ἠὲ δύω ἵππους αὐτοῖσιν ὄχεσφιν
  46. ἠὲ γυναῖχʼ, ἥ κέν τοι ὁμὸν λέχος εἰσαναβαίνοι.
  47. τὸν δʼ ἀπαμειβόμενος προσεφώνεε Τεῦκρος ἀμύμων·
  48. Ἀτρεΐδη κύδιστε τί με σπεύδοντα καὶ αὐτὸν
  49. ὀτρύνεις; οὐ μέν τοι ὅση δύναμίς γε πάρεστι
  50. παύομαι, ἀλλʼ ἐξ οὗ προτὶ Ἴλιον ὠσάμεθʼ αὐτοὺς
  51. ἐκ τοῦ δὴ τόξοισι δεδεγμένος ἄνδρας ἐναίρω.
  52. ὀκτὼ δὴ προέηκα τανυγλώχινας ὀϊστούς,
  53. πάντες δʼ ἐν χροῒ πῆχθεν ἀρηϊθόων αἰζηῶν·
  54. τοῦτον δʼ οὐ δύναμαι βαλέειν κύνα λυσσητῆρα.
  55. ἦ ῥα καὶ ἄλλον ὀϊστὸν ἀπὸ νευρῆφιν ἴαλλεν
  56. Ἕκτορος ἀντικρύ, βαλέειν δέ ἑ ἵετο θυμός·
  57. καὶ τοῦ μέν ῥʼ ἀφάμαρθʼ, ὃ δʼ ἀμύμονα Γοργυθίωνα
  58. υἱὸν ἐῢν Πριάμοιο κατὰ στῆθος βάλεν ἰῷ,
  59. τόν ῥʼ ἐξ Αἰσύμηθεν ὀπυιομένη τέκε μήτηρ
  60. καλὴ Καστιάνειρα δέμας ἐϊκυῖα θεῇσι.
  61. μήκων δʼ ὡς ἑτέρωσε κάρη βάλεν, ἥ τʼ ἐνὶ κήπῳ
  62. καρπῷ βριθομένη νοτίῃσί τε εἰαρινῇσιν,
  63. ὣς ἑτέρωσʼ ἤμυσε κάρη πήληκι βαρυνθέν.
  64. Τεῦκρος δʼ ἄλλον ὀϊστὸν ἀπὸ νευρῆφιν ἴαλλεν
  65. Ἕκτορος ἀντικρύ, βαλέειν δέ ἑ ἵετο θυμός.
  66. ἀλλʼ ὅ γε καὶ τόθʼ ἅμαρτε· παρέσφηλεν γὰρ Ἀπόλλων·
  67. ἀλλʼ Ἀρχεπτόλεμον θρασὺν Ἕκτορος ἡνιοχῆα
  68. ἱέμενον πόλεμον δὲ βάλε στῆθος παρὰ μαζόν·
  69. ἤριπε δʼ ἐξ ὀχέων, ὑπερώησαν δέ οἱ ἵπποι
  70. ὠκύποδες· τοῦ δʼ αὖθι λύθη ψυχή τε μένος τε.
  71. Ἕκτορα δʼ αἰνὸν ἄχος πύκασε φρένας ἡνιόχοιο·
  72. τὸν μὲν ἔπειτʼ εἴασε καὶ ἀχνύμενός περ ἑταίρου,
  73. Κεβριόνην δʼ ἐκέλευσεν ἀδελφεὸν ἐγγὺς ἐόντα
  74. ἵππων ἡνίʼ ἑλεῖν· ὃ δʼ ἄρʼ οὐκ ἀπίθησεν ἀκούσας.
  75. αὐτὸς δʼ ἐκ δίφροιο χαμαὶ θόρε παμφανόωντος
  76. σμερδαλέα ἰάχων· ὃ δὲ χερμάδιον λάβε χειρί,
  77. βῆ δʼ ἰθὺς Τεύκρου, βαλέειν δέ ἑ θυμὸς ἀνώγει.
  78. ἤτοι ὃ μὲν φαρέτρης ἐξείλετο πικρὸν ὀϊστόν,
  79. θῆκε δʼ ἐπὶ νευρῇ· τὸν δʼ αὖ κορυθαίολος Ἕκτωρ
  80. αὐερύοντα παρʼ ὦμον, ὅθι κληῒς ἀποέργει
  81. αὐχένα τε στῆθός τε, μάλιστα δὲ καίριόν ἐστι,
  82. τῇ ῥʼ ἐπὶ οἷ μεμαῶτα βάλεν λίθῳ ὀκριόεντι,
  83. ῥῆξε δέ οἱ νευρήν· νάρκησε δὲ χεὶρ ἐπὶ καρπῷ,
  84. στῆ δὲ γνὺξ ἐριπών, τόξον δέ οἱ ἔκπεσε χειρός.
  85. Αἴας δʼ οὐκ ἀμέλησε κασιγνήτοιο πεσόντος,
  86. ἀλλὰ θέων περίβη καί οἱ σάκος ἀμφεκάλυψε.
  87. τὸν μὲν ἔπειθʼ ὑποδύντε δύω ἐρίηρες ἑταῖροι
  88. Μηκιστεὺς Ἐχίοιο πάϊς καὶ δῖος Ἀλάστωρ
  89. νῆας ἔπι γλαφυρὰς φερέτην βαρέα στενάχοντα.
  90. ἂψ δʼ αὖτις Τρώεσσιν Ὀλύμπιος ἐν μένος ὦρσεν·
  91. οἳ δʼ ἰθὺς τάφροιο βαθείης ὦσαν Ἀχαιούς·
  92. Ἕκτωρ δʼ ἐν πρώτοισι κίε σθένεϊ βλεμεαίνων.
  93. ὡς δʼ ὅτε τίς τε κύων συὸς ἀγρίου ἠὲ λέοντος
  94. ἅπτηται κατόπισθε ποσὶν ταχέεσσι διώκων
  95. ἰσχία τε γλουτούς τε, ἑλισσόμενόν τε δοκεύει,
  96. ὣς Ἕκτωρ ὤπαζε κάρη κομόωντας Ἀχαιούς,
  97. αἰὲν ἀποκτείνων τὸν ὀπίστατον· οἳ δὲ φέβοντο.
  98. αὐτὰρ ἐπεὶ διά τε σκόλοπας καὶ τάφρον ἔβησαν
  99. φεύγοντες, πολλοὶ δὲ δάμεν Τρώων ὑπὸ χερσίν,
  100. οἳ μὲν δὴ παρὰ νηυσὶν ἐρητύοντο μένοντες,
  101. ἀλλήλοισί τε κεκλόμενοι καὶ πᾶσι θεοῖσι
  102. χεῖρας ἀνίσχοντες μεγάλʼ εὐχετόωντο ἕκαστος·
  103. Ἕκτωρ δʼ ἀμφιπεριστρώφα καλλίτριχας ἵππους
  104. Γοργοῦς ὄμματʼ ἔχων ἠδὲ βροτολοιγοῦ Ἄρηος.
  105. τοὺς δὲ ἰδοῦσʼ ἐλέησε θεὰ λευκώλενος Ἥρη,
  106. αἶψα δʼ Ἀθηναίην ἔπεα πτερόεντα προσηύδα·
  107. ὢ πόποι αἰγιόχοιο Διὸς τέκος οὐκέτι νῶϊ
  108. ὀλλυμένων Δαναῶν κεκαδησόμεθʼ ὑστάτιόν περ;
  109. οἵ κεν δὴ κακὸν οἶτον ἀναπλήσαντες ὄλωνται
  110. ἀνδρὸς ἑνὸς ῥιπῇ, ὃ δὲ μαίνεται οὐκέτʼ ἀνεκτῶς
  111. Ἕκτωρ Πριαμίδης, καὶ δὴ κακὰ πολλὰ ἔοργε.
  112. τὴν δʼ αὖτε προσέειπε θεὰ γλαυκῶπις Ἀθήνη·
  113. καὶ λίην οὗτός γε μένος θυμόν τʼ ὀλέσειε
  114. χερσὶν ὑπʼ Ἀργείων φθίμενος ἐν πατρίδι γαίῃ·
  115. ἀλλὰ πατὴρ οὑμὸς φρεσὶ μαίνεται οὐκ ἀγαθῇσι
  116. σχέτλιος, αἰὲν ἀλιτρός, ἐμῶν μενέων ἀπερωεύς·
  117. οὐδέ τι τῶν μέμνηται, ὅ οἱ μάλα πολλάκις υἱὸν
  118. τειρόμενον σώεσκον ὑπʼ Εὐρυσθῆος ἀέθλων.
  119. ἤτοι ὃ μὲν κλαίεσκε πρὸς οὐρανόν, αὐτὰρ ἐμὲ Ζεὺς
  120. τῷ ἐπαλεξήσουσαν ἀπʼ οὐρανόθεν προΐαλλεν.
  121. εἰ γὰρ ἐγὼ τάδε ᾔδεʼ ἐνὶ φρεσὶ πευκαλίμῃσιν
  122. εὖτέ μιν εἰς Ἀΐδαο πυλάρταο προὔπεμψεν
  123. ἐξ Ἐρέβευς ἄξοντα κύνα στυγεροῦ Ἀΐδαο,
  124. οὐκ ἂν ὑπεξέφυγε Στυγὸς ὕδατος αἰπὰ ῥέεθρα.
  125. νῦν δʼ ἐμὲ μὲν στυγέει, Θέτιδος δʼ ἐξήνυσε βουλάς,
  126. ἥ οἱ γούνατʼ ἔκυσσε καὶ ἔλλαβε χειρὶ γενείου,
  127. λισσομένη τιμῆσαι Ἀχιλλῆα πτολίπορθον.
  128. ἔσται μὰν ὅτʼ ἂν αὖτε φίλην γλαυκώπιδα εἴπῃ.
  129. ἀλλὰ σὺ μὲν νῦν νῶϊν ἐπέντυε μώνυχας ἵππους,
  130. ὄφρʼ ἂν ἐγὼ καταδῦσα Διὸς δόμον αἰγιόχοιο
  131. τεύχεσιν ἐς πόλεμον θωρήξομαι, ὄφρα ἴδωμαι
  132. ἢ νῶϊ Πριάμοιο πάϊς κορυθαίολος Ἕκτωρ
  133. γηθήσει προφανέντε ἀνὰ πτολέμοιο γεφύρας,
  134. ἦ τις καὶ Τρώων κορέει κύνας ἠδʼ οἰωνοὺς
  135. δημῷ καὶ σάρκεσσι, πεσὼν ἐπὶ νηυσὶν Ἀχαιῶν.
  136. ὣς ἔφατʼ, οὐδʼ ἀπίθησε θεὰ λευκώλενος Ἥρη.
  137. ἣ μὲν ἐποιχομένη χρυσάμπυκας ἔντυεν ἵππους
  138. Ἥρη πρέσβα θεὰ θυγάτηρ μεγάλοιο Κρόνοιο·
  139. αὐτὰρ Ἀθηναίη κούρη Διὸς αἰγιόχοιο
  140. πέπλον μὲν κατέχευεν ἑανὸν πατρὸς ἐπʼ οὔδει
  141. ποικίλον, ὅν ῥʼ αὐτὴ ποιήσατο καὶ κάμε χερσίν,
  142. ἣ δὲ χιτῶνʼ ἐνδῦσα Διὸς νεφεληγερέταο
  143. τεύχεσιν ἐς πόλεμον θωρήσσετο δακρυόεντα.
  144. ἐς δʼ ὄχεα φλόγεα ποσὶ βήσετο, λάζετο δʼ ἔγχος
  145. βριθὺ μέγα στιβαρόν, τῷ δάμνησι στίχας ἀνδρῶν
  146. ἡρώων, τοῖσίν τε κοτέσσεται ὀβριμοπάτρη.
  147. Ἥρη δὲ μάστιγι θοῶς ἐπεμαίετʼ ἄρʼ ἵππους·
  148. αὐτόμαται δὲ πύλαι μύκον οὐρανοῦ ἃς ἔχον Ὧραι,
  149. τῇς ἐπιτέτραπται μέγας οὐρανὸς Οὔλυμπός τε
  150. ἠμὲν ἀνακλῖναι πυκινὸν νέφος ἠδʼ ἐπιθεῖναι.
  151. τῇ ῥα διʼ αὐτάων κεντρηνεκέας ἔχον ἵππους.
  152. Ζεὺς δὲ πατὴρ Ἴδηθεν ἐπεὶ ἴδε χώσατʼ ἄρʼ αἰνῶς,
  153. Ἶριν δʼ ὄτρυνε χρυσόπτερον ἀγγελέουσαν·
  154. βάσκʼ ἴθι Ἶρι ταχεῖα, πάλιν τρέπε μηδʼ ἔα ἄντην
  155. ἔρχεσθʼ· οὐ γὰρ καλὰ συνοισόμεθα πτόλεμον δέ.
  156. ὧδε γὰρ ἐξερέω, τὸ δὲ καὶ τετελεσμένον ἔσται·
  157. γυιώσω μέν σφωϊν ὑφʼ ἅρμασιν ὠκέας ἵππους,
  158. αὐτὰς δʼ ἐκ δίφρου βαλέω κατά θʼ ἅρματα ἄξω·
  159. οὐδέ κεν ἐς δεκάτους περιτελλομένους ἐνιαυτοὺς
  160. ἕλκεʼ ἀπαλθήσεσθον, ἅ κεν μάρπτῃσι κεραυνός·
  161. ὄφρα ἰδῇ γλαυκῶπις ὅτʼ ἂν ᾧ πατρὶ μάχηται.
  162. Ἥρῃ δʼ οὔ τι τόσον νεμεσίζομαι οὐδὲ χολοῦμαι·
  163. αἰεὶ γάρ μοι ἔωθεν ἐνικλᾶν ὅττί κεν εἴπω.
  164. ὣς ἔφατʼ, ὦρτο δὲ Ἶρις ἀελλόπος ἀγγελέουσα,
  165. βῆ δʼ ἐξ Ἰδαίων ὀρέων ἐς μακρὸν Ὄλυμπον.
  166. πρώτῃσιν δὲ πύλῃσι πολυπτύχου Οὐλύμποιο
  167. ἀντομένη κατέρυκε, Διὸς δέ σφʼ ἔννεπε μῦθον·
  168. πῇ μέματον; τί σφῶϊν ἐνὶ φρεσὶ μαίνεται ἦτορ;
  169. οὐκ ἐάᾳ Κρονίδης ἐπαμυνέμεν Ἀργείοισιν.
  170. ὧδε γὰρ ἠπείλησε Κρόνου πάϊς, ᾗ τελέει περ,
  171. γυιώσειν μὲν σφῶϊν ὑφʼ ἅρμασιν ὠκέας ἵππους,
  172. αὐτὰς δʼ ἐκ δίφρου βαλέειν κατά θʼ ἅρματα ἄξειν·
  173. οὐδέ κεν ἐς δεκάτους περιτελλομένους ἐνιαυτοὺς
  174. ἕλκεʼ ἀπαλθήσεσθον, ἅ κεν μάρπτῃσι κεραυνός·
  175. ὄφρα ἰδῇς γλαυκῶπι ὅτʼ ἂν σῷ πατρὶ μάχηαι.
  176. Ἥρῃ δʼ οὔ τι τόσον νεμεσίζεται οὐδὲ χολοῦται·
  177. αἰεὶ γάρ οἱ ἔωθεν ἐνικλᾶν ὅττι κεν εἴπῃ·
  178. ἀλλὰ σύ γʼ αἰνοτάτη κύον ἀδεὲς εἰ ἐτεόν γε
  179. τολμήσεις Διὸς ἄντα πελώριον ἔγχος ἀεῖραι.
  180. ἣ μὲν ἄρʼ ὣς εἰποῦσʼ ἀπέβη πόδας ὠκέα Ἶρις,
  181. αὐτὰρ Ἀθηναίην Ἥρη πρὸς μῦθον ἔειπεν·
  182. ὢ πόποι αἰγιόχοιο Διὸς τέκος, οὐκέτʼ ἔγωγε
  183. νῶϊ ἐῶ Διὸς ἄντα βροτῶν ἕνεκα πτολεμίζειν·
  184. τῶν ἄλλος μὲν ἀποφθίσθω, ἄλλος δὲ βιώτω,
  185. ὅς κε τύχῃ· κεῖνος δὲ τὰ ἃ φρονέων ἐνὶ θυμῷ
  186. Τρωσί τε καὶ Δαναοῖσι δικαζέτω, ὡς ἐπιεικές.
  187. ὣς ἄρα φωνήσασα πάλιν τρέπε μώνυχας ἵππους·
  188. τῇσιν δʼ Ὧραι μὲν λῦσαν καλλίτριχας ἵππους,
  189. καὶ τοὺς μὲν κατέδησαν ἐπʼ ἀμβροσίῃσι κάπῃσιν,
  190. ἅρματα δʼ ἔκλιναν πρὸς ἐνώπια παμφανόωντα·
  191. αὐταὶ δὲ χρυσέοισιν ἐπὶ κλισμοῖσι κάθιζον
  192. μίγδʼ ἄλλοισι θεοῖσι, φίλον τετιημέναι ἦτορ.
  193. Ζεὺς δὲ πατὴρ Ἴδηθεν ἐΰτροχον ἅρμα καὶ ἵππους
  194. Οὔλυμπον δὲ δίωκε, θεῶν δʼ ἐξίκετο θώκους.
  195. τῷ δὲ καὶ ἵππους μὲν λῦσε κλυτὸς ἐννοσίγαιος,
  196. ἅρματα δʼ ἂμ βωμοῖσι τίθει κατὰ λῖτα πετάσσας·
  197. αὐτὸς δὲ χρύσειον ἐπὶ θρόνον εὐρύοπα Ζεὺς
  198. ἕζετο, τῷ δʼ ὑπὸ ποσσὶ μέγας πελεμίζετʼ Ὄλυμπος.
  199. αἳ δʼ οἶαι Διὸς ἀμφὶς Ἀθηναίη τε καὶ Ἥρη
  200. ἥσθην, οὐδέ τί μιν προσεφώνεον οὐδʼ ἐρέοντο·
  201. αὐτὰρ ὃ ἔγνω ᾗσιν ἐνὶ φρεσὶ φώνησέν τε·
  202. τίφθʼ οὕτω τετίησθον Ἀθηναίη τε καὶ Ἥρη;
  203. οὐ μέν θην κάμετόν γε μάχῃ ἔνι κυδιανείρῃ
  204. ὀλλῦσαι Τρῶας, τοῖσιν κότον αἰνὸν ἔθεσθε.
  205. πάντως, οἷον ἐμόν γε μένος καὶ χεῖρες ἄαπτοι,
  206. οὐκ ἄν με τρέψειαν ὅσοι θεοί εἰσʼ ἐν Ὀλύμπῳ.
  207. σφῶϊν δὲ πρίν περ τρόμος ἔλλαβε φαίδιμα γυῖα
  208. πρὶν πόλεμόν τε ἰδεῖν πολέμοιό τε μέρμερα ἔργα.
  209. ὧδε γὰρ ἐξερέω, τὸ δέ κεν τετελεσμένον ἦεν·
  210. οὐκ ἂν ἐφʼ ὑμετέρων ὀχέων πληγέντε κεραυνῷ
  211. ἂψ ἐς Ὄλυμπον ἵκεσθον, ἵνʼ ἀθανάτων ἕδος ἐστίν.
  212. ὣς ἔφαθʼ, αἳ δʼ ἐπέμυξαν Ἀθηναίη τε καὶ Ἥρη·
  213. πλησίαι αἵ γʼ ἥσθην, κακὰ δὲ Τρώεσσι μεδέσθην.
  214. ἤτοι Ἀθηναίη ἀκέων ἦν οὐδέ τι εἶπε
  215. σκυζομένη Διὶ πατρί, χόλος δέ μιν ἄγριος ᾕρει·
  216. Ἥρῃ δʼ οὐκ ἔχαδε στῆθος χόλον, ἀλλὰ προσηύδα·
  217. αἰνότατε Κρονίδη ποῖον τὸν μῦθον ἔειπες.
  218. εὖ νυ καὶ ἡμεῖς ἴδμεν ὅ τοι σθένος οὐκ ἀλαπαδνόν·
  219. ἀλλʼ ἔμπης Δαναῶν ὀλοφυρόμεθʼ αἰχμητάων,
  220. οἵ κεν δὴ κακὸν οἶτον ἀναπλήσαντες ὄλωνται.
  221. ἀλλʼ ἤτοι πολέμου μὲν ἀφεξόμεθʼ, εἰ σὺ κελεύεις·
  222. βουλὴν δʼ Ἀργείοις ὑποθησόμεθʼ ἥ τις ὀνήσει,
  223. ὡς μὴ πάντες ὄλωνται ὀδυσσαμένοιο τεοῖο.
  224. τὴν δʼ ἀπαμειβόμενος προσέφη νεφεληγερέτα Ζεύς·
  225. ἠοῦς δὴ καὶ μᾶλλον ὑπερμενέα Κρονίωνα
  226. ὄψεαι, αἴ κʼ ἐθέλῃσθα, βοῶπις πότνια Ἥρη
  227. ὀλλύντʼ Ἀργείων πουλὺν στρατὸν αἰχμητάων·
  228. οὐ γὰρ πρὶν πολέμου ἀποπαύσεται ὄβριμος Ἕκτωρ
  229. πρὶν ὄρθαι παρὰ ναῦφι ποδώκεα Πηλεΐωνα,
  230. ἤματι τῷ ὅτʼ ἂν οἳ μὲν ἐπὶ πρύμνῃσι μάχωνται
  231. στείνει ἐν αἰνοτάτῳ περὶ Πατρόκλοιο θανόντος·
  232. ὣς γὰρ θέσφατόν ἐστι· σέθεν δʼ ἐγὼ οὐκ ἀλεγίζω
  233. χωομένης, οὐδʼ εἴ κε τὰ νείατα πείραθʼ ἵκηαι
  234. γαίης καὶ πόντοιο, ἵνʼ Ἰάπετός τε Κρόνος τε
  235. ἥμενοι οὔτʼ αὐγῇς Ὑπερίονος Ἠελίοιο
  236. τέρποντʼ οὔτʼ ἀνέμοισι, βαθὺς δέ τε Τάρταρος ἀμφίς·
  237. οὐδʼ ἢν ἔνθʼ ἀφίκηαι ἀλωμένη, οὔ σευ ἔγωγε
  238. σκυζομένης ἀλέγω, ἐπεὶ οὐ σέο κύντερον ἄλλο.
  239. ὣς φάτο, τὸν δʼ οὔ τι προσέφη λευκώλενος Ἥρη.
  240. ἐν δʼ ἔπεσʼ Ὠκεανῷ λαμπρὸν φάος ἠελίοιο
  241. ἕλκον νύκτα μέλαιναν ἐπὶ ζείδωρον ἄρουραν.
  242. Τρωσὶν μέν ῥʼ ἀέκουσιν ἔδυ φάος, αὐτὰρ Ἀχαιοῖς
  243. ἀσπασίη τρίλλιστος ἐπήλυθε νὺξ ἐρεβεννή.
  244. Τρώων αὖτʼ ἀγορὴν ποιήσατο φαίδιμος Ἕκτωρ
  245. νόσφι νεῶν ἀγαγὼν ποταμῷ ἔπι δινήεντι,
  246. ἐν καθαρῷ ὅθι δὴ νεκύων διεφαίνετο χῶρος.
  247. ἐξ ἵππων δʼ ἀποβάντες ἐπὶ χθόνα μῦθον ἄκουον
  248. τόν ῥʼ Ἕκτωρ ἀγόρευε Διῒ φίλος· ἐν δʼ ἄρα χειρὶ
  249. ἔγχος ἔχʼ ἑνδεκάπηχυ· πάροιθε δὲ λάμπετο δουρὸς
  250. αἰχμὴ χαλκείη, περὶ δὲ χρύσεος θέε πόρκης,
  251. τῷ ὅ γʼ ἐρεισάμενος ἔπεα Τρώεσσι μετηύδα·
  252. κέκλυτέ μευ Τρῶες καὶ Δάρδανοι ἠδʼ ἐπίκουροι·
  253. νῦν ἐφάμην νῆάς τʼ ὀλέσας καὶ πάντας Ἀχαιοὺς
  254. ἂψ ἀπονοστήσειν προτὶ Ἴλιον ἠνεμόεσσαν·
  255. ἀλλὰ πρὶν κνέφας ἦλθε, τὸ νῦν ἐσάωσε μάλιστα
  256. Ἀργείους καὶ νῆας ἐπὶ ῥηγμῖνι θαλάσσης.
  257. ἀλλʼ ἤτοι νῦν μὲν πειθώμεθα νυκτὶ μελαίνῃ
  258. δόρπά τʼ ἐφοπλισόμεσθα· ἀτὰρ καλλίτριχας ἵππους
  259. λύσαθʼ ὑπὲξ ὀχέων, παρὰ δέ σφισι βάλλετʼ ἐδωδήν·
  260. ἐκ πόλιος δʼ ἄξεσθε βόας καὶ ἴφια μῆλα
  261. καρπαλίμως, οἶνον δὲ μελίφρονα οἰνίζεσθε
  262. σῖτόν τʼ ἐκ μεγάρων, ἐπὶ δὲ ξύλα πολλὰ λέγεσθε,
  263. ὥς κεν παννύχιοι μέσφʼ ἠοῦς ἠριγενείης
  264. καίωμεν πυρὰ πολλά, σέλας δʼ εἰς οὐρανὸν ἵκῃ,
  265. μή πως καὶ διὰ νύκτα κάρη κομόωντες Ἀχαιοὶ
  266. φεύγειν ὁρμήσωνται ἐπʼ εὐρέα νῶτα θαλάσσης.
  267. μὴ μὰν ἀσπουδί γε νεῶν ἐπιβαῖεν ἕκηλοι,
  268. ἀλλʼ ὥς τις τούτων γε βέλος καὶ οἴκοθι πέσσῃ
  269. βλήμενος ἢ ἰῷ ἢ ἔγχεϊ ὀξυόεντι
  270. νηὸς ἐπιθρῴσκων, ἵνα τις στυγέῃσι καὶ ἄλλος
  271. Τρωσὶν ἐφʼ ἱπποδάμοισι φέρειν πολύδακρυν Ἄρηα.
  272. κήρυκες δʼ ἀνὰ ἄστυ Διῒ φίλοι ἀγγελλόντων
  273. παῖδας πρωθήβας πολιοκροτάφους τε γέροντας
  274. λέξασθαι περὶ ἄστυ θεοδμήτων ἐπὶ πύργων·
  275. θηλύτεραι δὲ γυναῖκες ἐνὶ μεγάροισιν ἑκάστη
  276. πῦρ μέγα καιόντων· φυλακὴ δέ τις ἔμπεδος ἔστω
  277. μὴ λόχος εἰσέλθῃσι πόλιν λαῶν ἀπεόντων.
  278. ὧδʼ ἔστω Τρῶες μεγαλήτορες ὡς ἀγορεύω·
  279. μῦθος δʼ ὃς μὲν νῦν ὑγιὴς εἰρημένος ἔστω,
  280. τὸν δʼ ἠοῦς Τρώεσσι μεθʼ ἱπποδάμοις ἀγορεύσω.
  281. ἔλπομαι εὐχόμενος Διί τʼ ἄλλοισίν τε θεοῖσιν
  282. ἐξελάαν ἐνθένδε κύνας κηρεσσιφορήτους,
  283. οὓς κῆρες φορέουσι μελαινάων ἐπὶ νηῶν.
  284. ἀλλʼ ἤτοι ἐπὶ νυκτὶ φυλάξομεν ἡμέας αὐτούς,
  285. πρῶϊ δʼ ὑπηοῖοι σὺν τεύχεσι θωρηχθέντες
  286. νηυσὶν ἔπι γλαφυρῇσιν ἐγείρομεν ὀξὺν Ἄρηα.
  287. εἴσομαι εἴ κέ μʼ ὁ Τυδεΐδης κρατερὸς Διομήδης
  288. πὰρ νηῶν πρὸς τεῖχος ἀπώσεται, ἤ κεν ἐγὼ τὸν
  289. χαλκῷ δῃώσας ἔναρα βροτόεντα φέρωμαι.
  290. αὔριον ἣν ἀρετὴν διαείσεται, εἴ κʼ ἐμὸν ἔγχος
  291. μείνῃ ἐπερχόμενον· ἀλλʼ ἐν πρώτοισιν ὀΐω
  292. κείσεται οὐτηθείς, πολέες δʼ ἀμφʼ αὐτὸν ἑταῖροι
  293. ἠελίου ἀνιόντος ἐς αὔριον· εἰ γὰρ ἐγὼν ὣς
  294. εἴην ἀθάνατος καὶ ἀγήρως ἤματα πάντα,
  295. τιοίμην δʼ ὡς τίετʼ Ἀθηναίη καὶ Ἀπόλλων,
  296. ὡς νῦν ἡμέρη ἥδε κακὸν φέρει Ἀργείοισιν.
  297. ὣς Ἕκτωρ ἀγόρευʼ, ἐπὶ δὲ Τρῶες κελάδησαν.
  298. οἳ δʼ ἵππους μὲν λῦσαν ὑπὸ ζυγοῦ ἱδρώοντας,
  299. δῆσαν δʼ ἱμάντεσσι παρʼ ἅρμασιν οἷσιν ἕκαστος·
  300. ἐκ πόλιος δʼ ἄξοντο βόας καὶ ἴφια μῆλα
  301. καρπαλίμως, οἶνον δὲ μελίφρονα οἰνίζοντο,
  302. σῖτόν τʼ ἐκ μεγάρων, ἐπὶ δὲ ξύλα πολλὰ λέγοντο.
  303. ἔρδον δ’ ἀθανάτοισι τεληέσσας ἑκατόμβας
  304. κνίσην δʼ ἐκ πεδίου ἄνεμοι φέρον οὐρανὸν εἴσω.
  305. ἡδεῖαν· τῆς δ’ οὔ τι θεοὶ μάκαρες δατέοντο,
  306. οὐδ’ ἔθελον· μάλα γάρ σφιν ἀπήχθετο Ἴλιος ἱρή,
  307. καὶ Πρίαμος καὶ λαὸς ἐϋμμελίω Πριάμοιο
  308. οἳ δὲ μέγα φρονέοντες ἐπὶ πτολέμοιο γεφύρας
  309. εἴατο παννύχιοι, πυρὰ δέ σφισι καίετο πολλά.
  310. ὡς δʼ ὅτʼ ἐν οὐρανῷ ἄστρα φαεινὴν ἀμφὶ σελήνην
  311. φαίνετʼ ἀριπρεπέα, ὅτε τʼ ἔπλετο νήνεμος αἰθήρ·
  312. ἔκ τʼ ἔφανεν πᾶσαι σκοπιαὶ καὶ πρώονες ἄκροι
  313. καὶ νάπαι· οὐρανόθεν δʼ ἄρʼ ὑπερράγη ἄσπετος αἰθήρ,
  314. πάντα δὲ εἴδεται ἄστρα, γέγηθε δέ τε φρένα ποιμήν·
  315. τόσσα μεσηγὺ νεῶν ἠδὲ Ξάνθοιο ῥοάων
  316. Τρώων καιόντων πυρὰ φαίνετο Ἰλιόθι πρό.
  317. χίλιʼ ἄρʼ ἐν πεδίῳ πυρὰ καίετο, πὰρ δὲ ἑκάστῳ
  318. εἴατο πεντήκοντα σέλᾳ πυρὸς αἰθομένοιο.
  319. ἵπποι δὲ κρῖ λευκὸν ἐρεπτόμενοι καὶ ὀλύρας
  320. ἑσταότες παρʼ ὄχεσφιν ἐΰθρονον Ἠῶ μίμνον.
  1. ὣς οἱ μὲν Τρῶες φυλακὰς ἔχον· αὐτὰρ Ἀχαιοὺς
  2. θεσπεσίη ἔχε φύζα φόβου κρυόεντος ἑταίρη,
  3. πένθεϊ δʼ ἀτλήτῳ βεβολήατο πάντες ἄριστοι.
  4. ὡς δʼ ἄνεμοι δύο πόντον ὀρίνετον ἰχθυόεντα
  5. Βορέης καὶ Ζέφυρος, τώ τε Θρῄκηθεν ἄητον
  6. ἐλθόντʼ ἐξαπίνης· ἄμυδις δέ τε κῦμα κελαινὸν
  7. κορθύεται, πολλὸν δὲ παρὲξ ἅλα φῦκος ἔχευεν·
  8. ὣς ἐδαΐζετο θυμὸς ἐνὶ στήθεσσιν Ἀχαιῶν.
  9. Ἀτρεΐδης δʼ ἄχεϊ μεγάλῳ βεβολημένος ἦτορ
  10. φοίτα κηρύκεσσι λιγυφθόγγοισι κελεύων
  11. κλήδην εἰς ἀγορὴν κικλήσκειν ἄνδρα ἕκαστον,
  12. μὴ δὲ βοᾶν· αὐτὸς δὲ μετὰ πρώτοισι πονεῖτο.
  13. ἷζον δʼ εἰν ἀγορῇ τετιηότες· ἂν δʼ Ἀγαμέμνων
  14. ἵστατο δάκρυ χέων ὥς τε κρήνη μελάνυδρος
  15. ἥ τε κατʼ αἰγίλιπος πέτρης δνοφερὸν χέει ὕδωρ·
  16. ὣς ὃ βαρὺ στενάχων ἔπεʼ Ἀργείοισι μετηύδα·
  17. ὦ φίλοι Ἀργείων ἡγήτορες ἠδὲ μέδοντες
  18. Ζεύς με μέγα Κρονίδης ἄτῃ ἐνέδησε βαρείῃ
  19. σχέτλιος, ὃς τότε μέν μοι ὑπέσχετο καὶ κατένευσεν
  20. Ἴλιον ἐκπέρσαντʼ εὐτείχεον ἀπονέεσθαι,
  21. νῦν δὲ κακὴν ἀπάτην βουλεύσατο, καί με κελεύει
  22. δυσκλέα Ἄργος ἱκέσθαι, ἐπεὶ πολὺν ὤλεσα λαόν.
  23. οὕτω που Διὶ μέλλει ὑπερμενέϊ φίλον εἶναι,
  24. ὃς δὴ πολλάων πολίων κατέλυσε κάρηνα
  25. ἠδʼ ἔτι καὶ λύσει· τοῦ γὰρ κράτος ἐστὶ μέγιστον.
  26. ἀλλʼ ἄγεθʼ ὡς ἂν ἐγὼ εἴπω πειθώμεθα πάντες·
  27. φεύγωμεν σὺν νηυσὶ φίλην ἐς πατρίδα γαῖαν·
  28. οὐ γὰρ ἔτι Τροίην αἱρήσομεν εὐρυάγυιαν.
  29. ὣς ἔφαθʼ, οἳ δʼ ἄρα πάντες ἀκὴν ἐγένοντο σιωπῇ.
  30. δὴν δʼ ἄνεῳ ἦσαν τετιηότες υἷες Ἀχαιῶν·
  31. ὀψὲ δὲ δὴ μετέειπε βοὴν ἀγαθὸς Διομήδης·
  32. Ἀτρεΐδη σοὶ πρῶτα μαχήσομαι ἀφραδέοντι,
  33. ἣ θέμις ἐστὶν ἄναξ ἀγορῇ· σὺ δὲ μή τι χολωθῇς.
  34. ἀλκὴν μέν μοι πρῶτον ὀνείδισας ἐν Δαναοῖσι
  35. φὰς ἔμεν ἀπτόλεμον καὶ ἀνάλκιδα· ταῦτα δὲ πάντα
  36. ἴσασʼ Ἀργείων ἠμὲν νέοι ἠδὲ γέροντες.
  37. σοὶ δὲ διάνδιχα δῶκε Κρόνου πάϊς ἀγκυλομήτεω·
  38. σκήπτρῳ μέν τοι δῶκε τετιμῆσθαι περὶ πάντων,
  39. ἀλκὴν δʼ οὔ τοι δῶκεν, ὅ τε κράτος ἐστὶ μέγιστον.
  40. δαιμόνιʼ οὕτω που μάλα ἔλπεαι υἷας Ἀχαιῶν
  41. ἀπτολέμους τʼ ἔμεναι καὶ ἀνάλκιδας ὡς ἀγορεύεις;
  42. εἰ δέ τοι αὐτῷ θυμὸς ἐπέσσυται ὥς τε νέεσθαι
  43. ἔρχεο· πάρ τοι ὁδός, νῆες δέ τοι ἄγχι θαλάσσης
  44. ἑστᾶσʼ, αἵ τοι ἕποντο Μυκήνηθεν μάλα πολλαί.
  45. ἀλλʼ ἄλλοι μενέουσι κάρη κομόωντες Ἀχαιοὶ
  46. εἰς ὅ κέ περ Τροίην διαπέρσομεν. εἰ δὲ καὶ αὐτοὶ
  47. φευγόντων σὺν νηυσὶ φίλην ἐς πατρίδα γαῖαν·
  48. νῶϊ δʼ ἐγὼ Σθένελός τε μαχησόμεθʼ εἰς ὅ κε τέκμωρ
  49. Ἰλίου εὕρωμεν· σὺν γὰρ θεῷ εἰλήλουθμεν.
  50. ὣς ἔφαθʼ, οἳ δʼ ἄρα πάντες ἐπίαχον υἷες Ἀχαιῶν
  51. μῦθον ἀγασσάμενοι Διομήδεος ἱπποδάμοιο.
  52. τοῖσι δʼ ἀνιστάμενος μετεφώνεεν ἱππότα Νέστωρ·
  53. Τυδεΐδη περὶ μὲν πολέμῳ ἔνι καρτερός ἐσσι,
  54. καὶ βουλῇ μετὰ πάντας ὁμήλικας ἔπλευ ἄριστος.
  55. οὔ τίς τοι τὸν μῦθον ὀνόσσεται ὅσσοι Ἀχαιοί,
  56. οὐδὲ πάλιν ἐρέει· ἀτὰρ οὐ τέλος ἵκεο μύθων.
  57. ἦ μὲν καὶ νέος ἐσσί, ἐμὸς δέ κε καὶ πάϊς εἴης
  58. ὁπλότατος γενεῆφιν· ἀτὰρ πεπνυμένα βάζεις
  59. Ἀργείων βασιλῆας, ἐπεὶ κατὰ μοῖραν ἔειπες.
  60. ἀλλʼ ἄγʼ ἐγών, ὃς σεῖο γεραίτερος εὔχομαι εἶναι,
  61. ἐξείπω καὶ πάντα διίξομαι· οὐδέ κέ τίς μοι
  62. μῦθον ἀτιμήσειʼ, οὐδὲ κρείων Ἀγαμέμνων.
  63. ἀφρήτωρ ἀθέμιστος ἀνέστιός ἐστιν ἐκεῖνος
  64. ὃς πολέμου ἔραται ἐπιδημίου ὀκρυόεντος.
  65. ἀλλʼ ἤτοι νῦν μὲν πειθώμεθα νυκτὶ μελαίνῃ
  66. δόρπά τʼ ἐφοπλισόμεσθα· φυλακτῆρες δὲ ἕκαστοι
  67. λεξάσθων παρὰ τάφρον ὀρυκτὴν τείχεος ἐκτός.
  68. κούροισιν μὲν ταῦτʼ ἐπιτέλλομαι· αὐτὰρ ἔπειτα
  69. Ἀτρεΐδη σὺ μὲν ἄρχε· σὺ γὰρ βασιλεύτατός ἐσσι.
  70. δαίνυ δαῖτα γέρουσιν· ἔοικέ τοι, οὔ τοι ἀεικές.
  71. πλεῖαί τοι οἴνου κλισίαι, τὸν νῆες Ἀχαιῶν
  72. ἠμάτιαι Θρῄκηθεν ἐπʼ εὐρέα πόντον ἄγουσι·
  73. πᾶσά τοί ἐσθʼ ὑποδεξίη, πολέεσσι δʼ ἀνάσσεις.
  74. πολλῶν δʼ ἀγρομένων τῷ πείσεαι ὅς κεν ἀρίστην
  75. βουλὴν βουλεύσῃ· μάλα δὲ χρεὼ πάντας Ἀχαιοὺς
  76. ἐσθλῆς καὶ πυκινῆς, ὅτι δήϊοι ἐγγύθι νηῶν
  77. καίουσιν πυρὰ πολλά· τίς ἂν τάδε γηθήσειε;
  78. νὺξ δʼ ἧδʼ ἠὲ διαρραίσει στρατὸν ἠὲ σαώσει.
  79. ὣς ἔφαθʼ, οἳ δʼ ἄρα τοῦ μάλα μὲν κλύον ἠδὲ πίθοντο.
  80. ἐκ δὲ φυλακτῆρες σὺν τεύχεσιν ἐσσεύοντο
  81. ἀμφί τε Νεστορίδην Θρασυμήδεα ποιμένα λαῶν,
  82. ἠδʼ ἀμφʼ Ἀσκάλαφον καὶ Ἰάλμενον υἷας Ἄρηος
  83. ἀμφί τε Μηριόνην Ἀφαρῆά τε Δηΐπυρόν τε,
  84. ἠδʼ ἀμφὶ Κρείοντος υἱὸν Λυκομήδεα δῖον.
  85. ἕπτʼ ἔσαν ἡγεμόνες φυλάκων, ἑκατὸν δὲ ἑκάστῳ
  86. κοῦροι ἅμα στεῖχον δολίχʼ ἔγχεα χερσὶν ἔχοντες·
  87. κὰδ δὲ μέσον τάφρου καὶ τείχεος ἷζον ἰόντες·
  88. ἔνθα δὲ πῦρ κήαντο, τίθεντο δὲ δόρπα ἕκαστος.
  89. Ἀτρεΐδης δὲ γέροντας ἀολλέας ἦγεν Ἀχαιῶν
  90. ἐς κλισίην, παρὰ δέ σφι τίθει μενοεικέα δαῖτα.