Iliad

Homer

Homer. Homeri Opera, Volumes 1-2. Monro, D. B. (David Binning), editor; Allen, Thomas W. (Thomas William), editor. Oxford: Clarendon Press, 1908-1920.

  1. ἣ δʼ ἄτη σθεναρή τε καὶ ἀρτίπος, οὕνεκα πάσας
  2. πολλὸν ὑπεκπροθέει, φθάνει δέ τε πᾶσαν ἐπʼ αἶαν
  3. βλάπτουσʼ ἀνθρώπους· αἳ δʼ ἐξακέονται ὀπίσσω.
  4. ὃς μέν τʼ αἰδέσεται κούρας Διὸς ἆσσον ἰούσας,
  5. τὸν δὲ μέγʼ ὤνησαν καί τʼ ἔκλυον εὐχομένοιο·
  6. ὃς δέ κʼ ἀνήνηται καί τε στερεῶς ἀποείπῃ,
  7. λίσσονται δʼ ἄρα ταί γε Δία Κρονίωνα κιοῦσαι
  8. τῷ ἄτην ἅμʼ ἕπεσθαι, ἵνα βλαφθεὶς ἀποτίσῃ.
  9. ἀλλʼ Ἀχιλεῦ πόρε καὶ σὺ Διὸς κούρῃσιν ἕπεσθαι
  10. τιμήν, ἥ τʼ ἄλλων περ ἐπιγνάμπτει νόον ἐσθλῶν.
  11. εἰ μὲν γὰρ μὴ δῶρα φέροι τὰ δʼ ὄπισθʼ ὀνομάζοι
  12. Ἀτρεΐδης, ἀλλʼ αἰὲν ἐπιζαφελῶς χαλεπαίνοι,
  13. οὐκ ἂν ἔγωγέ σε μῆνιν ἀπορρίψαντα κελοίμην
  14. Ἀργείοισιν ἀμυνέμεναι χατέουσί περ ἔμπης·
  15. νῦν δʼ ἅμα τʼ αὐτίκα πολλὰ διδοῖ τὰ δʼ ὄπισθεν ὑπέστη,
  16. ἄνδρας δὲ λίσσεσθαι ἐπιπροέηκεν ἀρίστους
  17. κρινάμενος κατὰ λαὸν Ἀχαιϊκόν, οἵ τε σοὶ αὐτῷ
  18. φίλτατοι Ἀργείων· τῶν μὴ σύ γε μῦθον ἐλέγξῃς
  19. μηδὲ πόδας· πρὶν δʼ οὔ τι νεμεσσητὸν κεχολῶσθαι.
  20. οὕτω καὶ τῶν πρόσθεν ἐπευθόμεθα κλέα ἀνδρῶν
  21. ἡρώων, ὅτε κέν τινʼ ἐπιζάφελος χόλος ἵκοι·
  22. δωρητοί τε πέλοντο παράρρητοί τʼ ἐπέεσσι.
  23. μέμνημαι τόδε ἔργον ἐγὼ πάλαι οὔ τι νέον γε
  24. ὡς ἦν· ἐν δʼ ὑμῖν ἐρέω πάντεσσι φίλοισι.
  25. Κουρῆτές τʼ ἐμάχοντο καὶ Αἰτωλοὶ μενεχάρμαι
  26. ἀμφὶ πόλιν Καλυδῶνα καὶ ἀλλήλους ἐνάριζον,
  27. Αἰτωλοὶ μὲν ἀμυνόμενοι Καλυδῶνος ἐραννῆς,
  28. Κουρῆτες δὲ διαπραθέειν μεμαῶτες Ἄρηϊ.
  29. καὶ γὰρ τοῖσι κακὸν χρυσόθρονος Ἄρτεμις ὦρσε
  30. χωσαμένη ὅ οἱ οὔ τι θαλύσια γουνῷ ἀλωῆς
  31. Οἰνεὺς ῥέξʼ· ἄλλοι δὲ θεοὶ δαίνυνθʼ ἑκατόμβας,
  32. οἴῃ δʼ οὐκ ἔρρεξε Διὸς κούρῃ μεγάλοιο.
  33. ἢ λάθετʼ ἢ οὐκ ἐνόησεν· ἀάσατο δὲ μέγα θυμῷ.
  34. ἣ δὲ χολωσαμένη δῖον γένος ἰοχέαιρα
  35. ὦρσεν ἔπι χλούνην σῦν ἄγριον ἀργιόδοντα,
  36. ὃς κακὰ πόλλʼ ἕρδεσκεν ἔθων Οἰνῆος ἀλωήν·
  37. πολλὰ δʼ ὅ γε προθέλυμνα χαμαὶ βάλε δένδρεα μακρὰ
  38. αὐτῇσιν ῥίζῃσι καὶ αὐτοῖς ἄνθεσι μήλων.
  39. τὸν δʼ υἱὸς Οἰνῆος ἀπέκτεινεν Μελέαγρος
  40. πολλέων ἐκ πολίων θηρήτορας ἄνδρας ἀγείρας
  41. καὶ κύνας· οὐ μὲν γάρ κε δάμη παύροισι βροτοῖσι·
  42. τόσσος ἔην, πολλοὺς δὲ πυρῆς ἐπέβησʼ ἀλεγεινῆς.
  43. ἣ δʼ ἀμφʼ αὐτῷ θῆκε πολὺν κέλαδον καὶ ἀϋτὴν
  44. ἀμφὶ συὸς κεφαλῇ καὶ δέρματι λαχνήεντι,
  45. Κουρήτων τε μεσηγὺ καὶ Αἰτωλῶν μεγαθύμων.
  46. ὄφρα μὲν οὖν Μελέαγρος ἄρηι φίλος πολέμιζε,
  47. τόφρα δὲ Κουρήτεσσι κακῶς ἦν, οὐδὲ δύναντο
  48. τείχεος ἔκτοσθεν μίμνειν πολέες περ ἐόντες·
  49. ἀλλʼ ὅτε δὴ Μελέαγρον ἔδυ χόλος, ὅς τε καὶ ἄλλων
  50. οἰδάνει ἐν στήθεσσι νόον πύκα περ φρονεόντων,
  51. ἤτοι ὃ μητρὶ φίλῃ Ἀλθαίῃ χωόμενος κῆρ
  52. κεῖτο παρὰ μνηστῇ ἀλόχῳ καλῇ Κλεοπάτρῃ
  53. κούρῃ Μαρπήσσης καλλισφύρου Εὐηνίνης
  54. Ἴδεώ θʼ, ὃς κάρτιστος ἐπιχθονίων γένετʼ ἀνδρῶν
  55. τῶν τότε· καί ῥα ἄνακτος ἐναντίον εἵλετο τόξον
  56. Φοίβου Ἀπόλλωνος καλλισφύρου εἵνεκα νύμφης,
  57. τὴν δὲ τότʼ ἐν μεγάροισι πατὴρ καὶ πότνια μήτηρ
  58. Ἀλκυόνην καλέεσκον ἐπώνυμον, οὕνεκʼ ἄρʼ αὐτῆς
  59. μήτηρ ἀλκυόνος πολυπενθέος οἶτον ἔχουσα
  60. κλαῖεν ὅ μιν ἑκάεργος ἀνήρπασε Φοῖβος Ἀπόλλων·
  61. τῇ ὅ γε παρκατέλεκτο χόλον θυμαλγέα πέσσων
  62. ἐξ ἀρέων μητρὸς κεχολωμένος, ἥ ῥα θεοῖσι
  63. πόλλʼ ἀχέουσʼ ἠρᾶτο κασιγνήτοιο φόνοιο,
  64. πολλὰ δὲ καὶ γαῖαν πολυφόρβην χερσὶν ἀλοία
  65. κικλήσκουσʼ Ἀΐδην καὶ ἐπαινὴν Περσεφόνειαν
  66. πρόχνυ καθεζομένη, δεύοντο δὲ δάκρυσι κόλποι,
  67. παιδὶ δόμεν θάνατον· τῆς δʼ ἠεροφοῖτις Ἐρινὺς
  68. ἔκλυεν ἐξ Ἐρέβεσφιν ἀμείλιχον ἦτορ ἔχουσα.
  69. τῶν δὲ τάχʼ ἀμφὶ πύλας ὅμαδος καὶ δοῦπος ὀρώρει
  70. πύργων βαλλομένων· τὸν δὲ λίσσοντο γέροντες
  71. Αἰτωλῶν, πέμπον δὲ θεῶν ἱερῆας ἀρίστους,
  72. ἐξελθεῖν καὶ ἀμῦναι ὑποσχόμενοι μέγα δῶρον·
  73. ὁππόθι πιότατον πεδίον Καλυδῶνος ἐραννῆς,
  74. ἔνθά μιν ἤνωγον τέμενος περικαλλὲς ἑλέσθαι
  75. πεντηκοντόγυον, τὸ μὲν ἥμισυ οἰνοπέδοιο,
  76. ἥμισυ δὲ ψιλὴν ἄροσιν πεδίοιο ταμέσθαι.
  77. πολλὰ δέ μιν λιτάνευε γέρων ἱππηλάτα Οἰνεὺς
  78. οὐδοῦ ἐπεμβεβαὼς ὑψηρεφέος θαλάμοιο
  79. σείων κολλητὰς σανίδας γουνούμενος υἱόν·
  80. πολλὰ δὲ τόν γε κασίγνηται καὶ πότνια μήτηρ
  81. ἐλλίσσονθʼ· ὃ δὲ μᾶλλον ἀναίνετο· πολλὰ δʼ ἑταῖροι,
  82. οἵ οἱ κεδνότατοι καὶ φίλτατοι ἦσαν ἁπάντων·
  83. ἀλλʼ οὐδʼ ὧς τοῦ θυμὸν ἐνὶ στήθεσσιν ἔπειθον,
  84. πρίν γʼ ὅτε δὴ θάλαμος πύκʼ ἐβάλλετο, τοὶ δʼ ἐπὶ πύργων
  85. βαῖνον Κουρῆτες καὶ ἐνέπρηθον μέγα ἄστυ.
  86. καὶ τότε δὴ Μελέαγρον ἐΰζωνος παράκοιτις
  87. λίσσετʼ ὀδυρομένη, καί οἱ κατέλεξεν ἅπαντα
  88. κήδεʼ, ὅσʼ ἀνθρώποισι πέλει τῶν ἄστυ ἁλώῃ·
  89. ἄνδρας μὲν κτείνουσι, πόλιν δέ τε πῦρ ἀμαθύνει,
  90. τέκνα δέ τʼ ἄλλοι ἄγουσι βαθυζώνους τε γυναῖκας.
  91. τοῦ δʼ ὠρίνετο θυμὸς ἀκούοντος κακὰ ἔργα,
  92. βῆ δʼ ἰέναι, χροῒ δʼ ἔντεʼ ἐδύσετο παμφανόωντα.
  93. ὣς ὃ μὲν Αἰτωλοῖσιν ἀπήμυνεν κακὸν ἦμαρ
  94. εἴξας ᾧ θυμῷ· τῷ δʼ οὐκέτι δῶρα τέλεσσαν
  95. πολλά τε καὶ χαρίεντα, κακὸν δʼ ἤμυνε καὶ αὔτως.
  96. ἀλλὰ σὺ μή μοι ταῦτα νόει φρεσί, μὴ δέ σε δαίμων
  97. ἐνταῦθα τρέψειε φίλος· κάκιον δέ κεν εἴη
  98. νηυσὶν καιομένῃσιν ἀμυνέμεν· ἀλλʼ ἐπὶ δώρων
  99. ἔρχεο· ἶσον γάρ σε θεῷ τίσουσιν Ἀχαιοί.
  100. εἰ δέ κʼ ἄτερ δώρων πόλεμον φθισήνορα δύῃς
  101. οὐκέθʼ ὁμῶς τιμῆς ἔσεαι πόλεμόν περ ἀλαλκών.
  102. τὸν δʼ ἀπαμειβόμενος προσέφη πόδας ὠκὺς Ἀχιλλεύς·
  103. Φοῖνιξ ἄττα γεραιὲ διοτρεφὲς οὔ τί με ταύτης
  104. χρεὼ τιμῆς· φρονέω δὲ τετιμῆσθαι Διὸς αἴσῃ,
  105. ἥ μʼ ἕξει παρὰ νηυσὶ κορωνίσιν εἰς ὅ κʼ ἀϋτμὴ
  106. ἐν στήθεσσι μένῃ καί μοι φίλα γούνατʼ ὀρώρῃ.
  107. ἄλλο δέ τοι ἐρέω, σὺ δʼ ἐνὶ φρεσὶ βάλλεο σῇσι·
  108. μή μοι σύγχει θυμὸν ὀδυρόμενος καὶ ἀχεύων
  109. Ἀτρεΐδῃ ἥρωϊ φέρων χάριν· οὐδέ τί σε χρὴ
  110. τὸν φιλέειν, ἵνα μή μοι ἀπέχθηαι φιλέοντι.
  111. καλόν τοι σὺν ἐμοὶ τὸν κήδειν ὅς κʼ ἐμὲ κήδῃ·
  112. ἶσον ἐμοὶ βασίλευε καὶ ἥμισυ μείρεο τιμῆς.
  113. οὗτοι δʼ ἀγγελέουσι, σὺ δʼ αὐτόθι λέξεο μίμνων
  114. εὐνῇ ἔνι μαλακῇ· ἅμα δʼ ἠοῖ φαινομένηφι
  115. φρασσόμεθʼ ἤ κε νεώμεθʼ ἐφʼ ἡμέτερʼ ἦ κε μένωμεν.
  116. ἦ καὶ Πατρόκλῳ ὅ γʼ ἐπʼ ὀφρύσι νεῦσε σιωπῇ
  117. Φοίνικι στορέσαι πυκινὸν λέχος, ὄφρα τάχιστα
  118. ἐκ κλισίης νόστοιο μεδοίατο· τοῖσι δʼ ἄρʼ Αἴας
  119. ἀντίθεος Τελαμωνιάδης μετὰ μῦθον ἔειπε·
  120. διογενὲς Λαερτιάδη πολυμήχανʼ Ὀδυσσεῦ
  121. ἴομεν· οὐ γάρ μοι δοκέει μύθοιο τελευτὴ
  122. τῇδέ γʼ ὁδῷ κρανέεσθαι· ἀπαγγεῖλαι δὲ τάχιστα
  123. χρὴ μῦθον Δαναοῖσι καὶ οὐκ ἀγαθόν περ ἐόντα
  124. οἵ που νῦν ἕαται ποτιδέγμενοι. αὐτάρ Ἀχιλλεὺς
  125. ἄγριον ἐν στήθεσσι θέτο μεγαλήτορα θυμὸν
  126. σχέτλιος, οὐδὲ μετατρέπεται φιλότητος ἑταίρων
  127. τῆς ᾗ μιν παρὰ νηυσὶν ἐτίομεν ἔξοχον ἄλλων
  128. νηλής· καὶ μέν τίς τε κασιγνήτοιο φονῆος
  129. ποινὴν ἢ οὗ παιδὸς ἐδέξατο τεθνηῶτος·
  130. καί ῥʼ ὃ μὲν ἐν δήμῳ μένει αὐτοῦ πόλλʼ ἀποτίσας,
  131. τοῦ δέ τʼ ἐρητύεται κραδίη καὶ θυμὸς ἀγήνωρ
  132. ποινὴν δεξαμένῳ· σοὶ δʼ ἄληκτόν τε κακόν τε
  133. θυμὸν ἐνὶ στήθεσσι θεοὶ θέσαν εἵνεκα κούρης
  134. οἴης· νῦν δέ τοι ἑπτὰ παρίσχομεν ἔξοχʼ ἀρίστας,
  135. ἄλλά τε πόλλʼ ἐπὶ τῇσι· σὺ δʼ ἵλαον ἔνθεο θυμόν,
  136. αἴδεσσαι δὲ μέλαθρον· ὑπωρόφιοι δέ τοί εἰμεν
  137. πληθύος ἐκ Δαναῶν, μέμαμεν δέ τοι ἔξοχον ἄλλων
  138. κήδιστοί τʼ ἔμεναι καὶ φίλτατοι ὅσσοι Ἀχαιοί.
  139. τὸν δʼ ἀπαμειβόμενος προσέφη πόδας ὠκὺς Ἀχιλλεύς·
  140. Αἶαν διογενὲς Τελαμώνιε κοίρανε λαῶν
  141. πάντά τί μοι κατὰ θυμὸν ἐείσαο μυθήσασθαι·
  142. ἀλλά μοι οἰδάνεται κραδίη χόλῳ ὁππότε κείνων
  143. μνήσομαι ὥς μʼ ἀσύφηλον ἐν Ἀργείοισιν ἔρεξεν
  144. Ἀτρεΐδης ὡς εἴ τινʼ ἀτίμητον μετανάστην.
  145. ἀλλʼ ὑμεῖς ἔρχεσθε καὶ ἀγγελίην ἀπόφασθε·
  146. οὐ γὰρ πρὶν πολέμοιο μεδήσομαι αἱματόεντος
  147. πρίν γʼ υἱὸν Πριάμοιο δαΐφρονος Ἕκτορα δῖον
  148. Μυρμιδόνων ἐπί τε κλισίας καὶ νῆας ἱκέσθαι
  149. κτείνοντʼ Ἀργείους, κατά τε σμῦξαι πυρὶ νῆας.
  150. ἀμφὶ δέ τοι τῇ ἐμῇ κλισίῃ καὶ νηῒ μελαίνῃ
  151. Ἕκτορα καὶ μεμαῶτα μάχης σχήσεσθαι ὀΐω.
  152. ὣς ἔφαθʼ, οἳ δὲ ἕκαστος ἑλὼν δέπας ἀμφικύπελλον
  153. σπείσαντες παρὰ νῆας ἴσαν πάλιν· ἦρχε δʼ Ὀδυσσεύς.
  154. Πάτροκλος δʼ ἑτάροισιν ἰδὲ δμωῇσι κέλευσε
  155. Φοίνικι στορέσαι πυκινὸν λέχος ὅττι τάχιστα.
  156. αἳ δʼ ἐπιπειθόμεναι στόρεσαν λέχος ὡς ἐκέλευσε
  157. κώεά τε ῥῆγός τε λίνοιό τε λεπτὸν ἄωτον.
  158. ἔνθʼ ὃ γέρων κατέλεκτο καὶ ἠῶ δῖαν ἔμιμνεν.
  159. αὐτὰρ Ἀχιλλεὺς εὗδε μυχῷ κλισίης εὐπήκτου·
  160. τῷ δʼ ἄρα παρκατέλεκτο γυνή, τὴν Λεσβόθεν ἦγε,
  161. Φόρβαντος θυγάτηρ Διομήδη καλλιπάρῃος.
  162. Πάτροκλος δʼ ἑτέρωθεν ἐλέξατο· πὰρ δʼ ἄρα καὶ τῷ
  163. Ἶφις ἐΰζωνος, τήν οἱ πόρε δῖος Ἀχιλλεὺς
  164. Σκῦρον ἑλὼν αἰπεῖαν Ἐνυῆος πτολίεθρον.
  165. οἳ δʼ ὅτε δὴ κλισίῃσιν ἐν Ἀτρεΐδαο γένοντο.
  166. τοὺς μὲν ἄρα χρυσέοισι κυπέλλοις υἷες Ἀχαιῶν
  167. δειδέχατʼ ἄλλοθεν ἄλλος ἀνασταδόν, ἔκ τʼ ἐρέοντο·
  168. πρῶτος δʼ ἐξερέεινεν ἄναξ ἀνδρῶν Ἀγαμέμνων·
  169. εἴπʼ ἄγε μʼ ὦ πολύαινʼ Ὀδυσεῦ μέγα κῦδος Ἀχαιῶν
  170. ἤ ῥʼ ἐθέλει νήεσσιν ἀλεξέμεναι δήϊον πῦρ,
  171. ἦ ἀπέειπε, χόλος δʼ ἔτʼ ἔχει μεγαλήτορα θυμόν;
  172. τὸν δʼ αὖτε προσέειπε πολύτλας δῖος Ὀδυσσεύς·
  173. Ἀτρεΐδη κύδιστε ἄναξ ἀνδρῶν Ἀγάμεμνον
  174. κεῖνός γʼ οὐκ ἐθέλει σβέσσαι χόλον, ἀλλʼ ἔτι μᾶλλον
  175. πιμπλάνεται μένεος, σὲ δʼ ἀναίνεται ἠδὲ σὰ δῶρα.
  176. αὐτόν σε φράζεσθαι ἐν Ἀργείοισιν ἄνωγεν
  177. ὅππως κεν νῆάς τε σαῷς καὶ λαὸν Ἀχαιῶν·
  178. αὐτὸς δʼ ἠπείλησεν ἅμʼ ἠοῖ φαινομένηφι
  179. νῆας ἐϋσσέλμους ἅλαδʼ ἑλκέμεν ἀμφιελίσσας.
  180. καὶ δʼ ἂν τοῖς ἄλλοισιν ἔφη παραμυθήσασθαι
  181. οἴκαδʼ ἀποπλείειν, ἐπεὶ οὐκέτι δήετε τέκμωρ
  182. Ἰλίου αἰπεινῆς· μάλα γάρ ἑθεν εὐρύοπα Ζεὺς
  183. χεῖρα ἑὴν ὑπερέσχε, τεθαρσήκασι δὲ λαοί.
  184. ὣς ἔφατʼ· εἰσὶ καὶ οἵδε τάδʼ εἰπέμεν, οἵ μοι ἕποντο,
  185. Αἴας καὶ κήρυκε δύω πεπνυμένω ἄμφω.
  186. Φοῖνιξ δʼ αὖθʼ ὃ γέρων κατελέξατο, ὡς γὰρ ἀνώγει,
  187. ὄφρά οἱ ἐν νήεσσι φίλην ἐς πατρίδʼ ἕπηται
  188. αὔριον, ἢν ἐθέλῃσιν· ἀνάγκῃ δʼ οὔ τί μιν ἄξει.
  189. ὣς ἔφαθʼ, οἳ δʼ ἄρα πάντες ἀκὴν ἐγένοντο σιωπῇ
  190. μῦθον ἀγασσάμενοι· μάλα γὰρ κρατερῶς ἀγόρευσε.
  191. δὴν δʼ ἄνεῳ ἦσαν τετιηότες υἷες Ἀχαιῶν·
  192. ὀψὲ δὲ δὴ μετέειπε βοὴν ἀγαθὸς Διομήδης·
  193. Ἀτρεΐδη κύδιστε ἄναξ ἀνδρῶν Ἀγάμεμνον
  194. μὴ ὄφελες λίσσεσθαι ἀμύμονα Πηλεΐωνα
  195. μυρία δῶρα διδούς· ὃ δʼ ἀγήνωρ ἐστὶ καὶ ἄλλως·
  196. νῦν αὖ μιν πολὺ μᾶλλον ἀγηνορίῃσιν ἐνῆκας.
  197. ἀλλʼ ἤτοι κεῖνον μὲν ἐάσομεν ἤ κεν ἴῃσιν
  198. ἦ κε μένῃ· τότε δʼ αὖτε μαχήσεται ὁππότε κέν μιν
  199. θυμὸς ἐνὶ στήθεσσιν ἀνώγῃ καὶ θεὸς ὄρσῃ.
  200. ἀλλʼ ἄγεθʼ ὡς ἂν ἐγὼ εἴπω πειθώμεθα πάντες·
  201. νῦν μὲν κοιμήσασθε τεταρπόμενοι φίλον ἦτορ
  202. σίτου καὶ οἴνοιο· τὸ γὰρ μένος ἐστὶ καὶ ἀλκή·
  203. αὐτὰρ ἐπεί κε φανῇ καλὴ ῥοδοδάκτυλος Ἠώς,
  204. καρπαλίμως πρὸ νεῶν ἐχέμεν λαόν τε καὶ ἵππους
  205. ὀτρύνων, καὶ δʼ αὐτὸς ἐνὶ πρώτοισι μάχεσθαι.
  206. ὣς ἔφαθʼ, οἳ δʼ ἄρα πάντες ἐπῄνησαν βασιλῆες
  207. μῦθον ἀγασσάμενοι Διομήδεος ἱπποδάμοιο.
  208. καὶ τότε δὴ σπείσαντες ἔβαν κλισίην δὲ ἕκαστος,
  209. ἔνθα δὲ κοιμήσαντο καὶ ὕπνου δῶρον ἕλοντο.
  1. ἄλλοι μὲν παρὰ νηυσὶν ἀριστῆες Παναχαιῶν
  2. εὗδον παννύχιοι μαλακῷ δεδμημένοι ὕπνῳ·
  3. ἀλλʼ οὐκ Ἀτρεΐδην Ἀγαμέμνονα ποιμένα λαῶν
  4. ὕπνος ἔχε γλυκερὸς πολλὰ φρεσὶν ὁρμαίνοντα.
  5. ὡς δʼ ὅτʼ ἂν ἀστράπτῃ πόσις Ἥρης ἠϋκόμοιο
  6. τεύχων ἢ πολὺν ὄμβρον ἀθέσφατον ἠὲ χάλαζαν
  7. ἢ νιφετόν, ὅτε πέρ τε χιὼν ἐπάλυνεν ἀρούρας,
  8. ἠέ ποθι πτολέμοιο μέγα στόμα πευκεδανοῖο,
  9. ὣς πυκίνʼ ἐν στήθεσσιν ἀνεστενάχιζʼ Ἀγαμέμνων
  10. νειόθεν ἐκ κραδίης, τρομέοντο δέ οἱ φρένες ἐντός.
  11. ἤτοι ὅτʼ ἐς πεδίον τὸ Τρωϊκὸν ἀθρήσειε,
  12. θαύμαζεν πυρὰ πολλὰ τὰ καίετο Ἰλιόθι πρὸ
  13. αὐλῶν συρίγγων τʼ ἐνοπὴν ὅμαδόν τʼ ἀνθρώπων.
  14. αὐτὰρ ὅτʼ ἐς νῆάς τε ἴδοι καὶ λαὸν Ἀχαιῶν,
  15. πολλὰς ἐκ κεφαλῆς προθελύμνους ἕλκετο χαίτας
  16. ὑψόθʼ ἐόντι Διί, μέγα δʼ ἔστενε κυδάλιμον κῆρ.
  17. ἥδε δέ οἱ κατὰ θυμὸν ἀρίστη φαίνετο βουλὴ
  18. Νέστορʼ ἔπι πρῶτον Νηλήϊον ἐλθέμεν ἀνδρῶν,
  19. εἴ τινά οἱ σὺν μῆτιν ἀμύμονα τεκτήναιτο,
  20. ἥ τις ἀλεξίκακος πᾶσιν Δαναοῖσι γένοιτο.
  21. ὀρθωθεὶς δʼ ἔνδυνε περὶ στήθεσσι χιτῶνα,
  22. ποσσὶ δʼ ὑπὸ λιπαροῖσιν ἐδήσατο καλὰ πέδιλα,
  23. ἀμφὶ δʼ ἔπειτα δαφοινὸν ἑέσσατο δέρμα λέοντος
  24. αἴθωνος μεγάλοιο ποδηνεκές, εἵλετο δʼ ἔγχος.
  25. ὣς δʼ αὔτως Μενέλαον ἔχε τρόμος· οὐδὲ γὰρ αὐτῷ
  26. ὕπνος ἐπὶ βλεφάροισιν ἐφίζανε· μή τι πάθοιεν
  27. Ἀργεῖοι, τοὶ δὴ ἕθεν εἵνεκα πουλὺν ἐφʼ ὑγρὴν
  28. ἤλυθον ἐς Τροίην πόλεμον θρασὺν ὁρμαίνοντες.
  29. παρδαλέῃ μὲν πρῶτα μετάφρενον εὐρὺ κάλυψε
  30. ποικίλῃ, αὐτὰρ ἐπὶ στεφάνην κεφαλῆφιν ἀείρας
  31. θήκατο χαλκείην, δόρυ δʼ εἵλετο χειρὶ παχείῃ.
  32. βῆ δʼ ἴμεν ἀνστήσων ὃν ἀδελφεόν, ὃς μέγα πάντων
  33. Ἀργείων ἤνασσε, θεὸς δʼ ὣς τίετο δήμῳ.
  34. τὸν δʼ εὗρʼ ἀμφʼ ὤμοισι τιθήμενον ἔντεα καλὰ
  35. νηῒ πάρα πρύμνῃ· τῷ δʼ ἀσπάσιος γένετʼ ἐλθών.
  36. τὸν πρότερος προσέειπε βοὴν ἀγαθὸς Μενέλαος·
  37. τίφθʼ οὕτως ἠθεῖε κορύσσεαι; ἦ τινʼ ἑταίρων
  38. ὀτρυνέεις Τρώεσσιν ἐπίσκοπον; ἀλλὰ μάλʼ αἰνῶς
  39. δείδω μὴ οὔ τίς τοι ὑπόσχηται τόδε ἔργον
  40. ἄνδρας δυσμενέας σκοπιαζέμεν οἶος ἐπελθὼν
  41. νύκτα διʼ ἀμβροσίην· μάλα τις θρασυκάρδιος ἔσται.
  42. τὸν δʼ ἀπαμειβόμενος προσέφη κρείων Ἀγαμέμνων·
  43. χρεὼ βουλῆς ἐμὲ καὶ σὲ διοτρεφὲς ὦ Μενέλαε
  44. κερδαλέης, ἥ τίς κεν ἐρύσσεται ἠδὲ σαώσει
  45. Ἀργείους καὶ νῆας, ἐπεὶ Διὸς ἐτράπετο φρήν.
  46. Ἑκτορέοις ἄρα μᾶλλον ἐπὶ φρένα θῆχʼ ἱεροῖσιν·
  47. οὐ γάρ πω ἰδόμην, οὐδʼ ἔκλυον αὐδήσαντος
  48. ἄνδρʼ ἕνα τοσσάδε μέρμερʼ ἐπʼ ἤματι μητίσασθαι,
  49. ὅσσʼ Ἕκτωρ ἔρρεξε Διῒ φίλος υἷας Ἀχαιῶν
  50. αὔτως, οὔτε θεᾶς υἱὸς φίλος οὔτε θεοῖο.
  51. ἔργα δʼ ἔρεξʼ ὅσα φημὶ μελησέμεν Ἀργείοισι
  52. δηθά τε καὶ δολιχόν· τόσα γὰρ κακὰ μήσατʼ Ἀχαιούς.
  53. ἀλλʼ ἴθι νῦν Αἴαντα καὶ Ἰδομενῆα κάλεσσον
  54. ῥίμφα θέων παρὰ νῆας· ἐγὼ δʼ ἐπὶ Νέστορα δῖον
  55. εἶμι, καὶ ὀτρυνέω ἀνστήμεναι, αἴ κʼ ἐθέλῃσιν
  56. ἐλθεῖν ἐς φυλάκων ἱερὸν τέλος ἠδʼ ἐπιτεῖλαι.
  57. κείνῳ γάρ κε μάλιστα πιθοίατο· τοῖο γὰρ υἱὸς
  58. σημαίνει φυλάκεσσι καὶ Ἰδομενῆος ὀπάων
  59. Μηριόνης· τοῖσιν γὰρ ἐπετράπομέν γε μάλιστα.
  60. τὸν δʼ ἠμείβετʼ ἔπειτα βοὴν ἀγαθὸς Μενέλαος·
  61. πῶς γάρ μοι μύθῳ ἐπιτέλλεαι ἠδὲ κελεύεις;
  62. αὖθι μένω μετὰ τοῖσι δεδεγμένος εἰς ὅ κεν ἔλθῃς,
  63. ἦε θέω μετὰ σʼ αὖτις, ἐπὴν εὖ τοῖς ἐπιτείλω;
  64. τὸν δʼ αὖτε προσέειπεν ἄναξ ἀνδρῶν Ἀγαμέμνων,
  65. αὖθι μένειν, μή πως ἀβροτάξομεν ἀλλήλοιιν
  66. ἐρχομένω· πολλαὶ γὰρ ἀνὰ στρατόν εἰσι κέλευθοι.
  67. φθέγγεο δʼ ᾗ κεν ἴῃσθα καὶ ἐγρήγορθαι ἄνωχθι
  68. πατρόθεν ἐκ γενεῆς ὀνομάζων ἄνδρα ἕκαστον
  69. πάντας κυδαίνων· μηδὲ μεγαλίζεο θυμῷ,
  70. ἀλλὰ καὶ αὐτοί περ πονεώμεθα· ὧδέ που ἄμμι
  71. Ζεὺς ἐπὶ γιγνομένοισιν ἵει κακότητα βαρεῖαν.
  72. ὣς εἰπὼν ἀπέπεμπεν ἀδελφεὸν εὖ ἐπιτείλας·
  73. αὐτὰρ ὃ βῆ ῥʼ ἰέναι μετὰ Νέστορα ποιμένα λαῶν·
  74. τὸν δʼ εὗρεν παρά τε κλισίῃ καὶ νηῒ μελαίνῃ
  75. εὐνῇ ἔνι μαλακῇ· παρὰ δʼ ἔντεα ποικίλʼ ἔκειτο
  76. ἀσπὶς καὶ δύο δοῦρε φαεινή τε τρυφάλεια.
  77. πὰρ δὲ ζωστὴρ κεῖτο παναίολος, ᾧ ῥʼ ὁ γεραιὸς
  78. ζώννυθʼ ὅτʼ ἐς πόλεμον φθισήνορα θωρήσσοιτο
  79. λαὸν ἄγων, ἐπεὶ οὐ μὲν ἐπέτρεπε γήραϊ λυγρῷ.
  80. ὀρθωθεὶς δʼ ἄρʼ ἐπʼ ἀγκῶνος κεφαλὴν ἐπαείρας
  81. Ἀτρεΐδην προσέειπε καὶ ἐξερεείνετο μύθῳ·
  82. τίς δʼ οὗτος κατὰ νῆας ἀνὰ στρατὸν ἔρχεαι οἶος
  83. νύκτα διʼ ὀρφναίην, ὅτε θʼ εὕδουσι βροτοὶ ἄλλοι,
  84. ἠέ τινʼ οὐρήων διζήμενος, ἤ τινʼ ἑταίρων;
  85. φθέγγεο, μηδʼ ἀκέων ἐπʼ ἔμʼ ἔρχεο· τίπτε δέ σε χρεώ;
  86. τὸν δʼ ἠμείβετʼ ἔπειτα ἄναξ ἀνδρῶν Ἀγαμέμνων·
  87. ὦ Νέστορ Νηληϊάδη μέγα κῦδος Ἀχαιῶν
  88. γνώσεαι Ἀτρεΐδην Ἀγαμέμνονα, τὸν περὶ πάντων
  89. Ζεὺς ἐνέηκε πόνοισι διαμπερὲς εἰς ὅ κʼ ἀϋτμὴ
  90. ἐν στήθεσσι μένῃ καί μοι φίλα γούνατʼ ὀρώρῃ.
  91. πλάζομαι ὧδʼ ἐπεὶ οὔ μοι ἐπʼ ὄμμασι νήδυμος ὕπνος
  92. ἱζάνει, ἀλλὰ μέλει πόλεμος καὶ κήδεʼ Ἀχαιῶν.
  93. αἰνῶς γὰρ Δαναῶν περιδείδια, οὐδέ μοι ἦτορ
  94. ἔμπεδον, ἀλλʼ ἀλαλύκτημαι, κραδίη δέ μοι ἔξω
  95. στηθέων ἐκθρῴσκει, τρομέει δʼ ὑπὸ φαίδιμα γυῖα.
  96. ἀλλʼ εἴ τι δραίνεις, ἐπεὶ οὐδὲ σέ γʼ ὕπνος ἱκάνει,
  97. δεῦρʼ ἐς τοὺς φύλακας καταβήομεν, ὄφρα ἴδωμεν
  98. μὴ τοὶ μὲν καμάτῳ ἀδηκότες ἠδὲ καὶ ὕπνῳ
  99. κοιμήσωνται, ἀτὰρ φυλακῆς ἐπὶ πάγχυ λάθωνται.
  100. δυσμενέες δʼ ἄνδρες σχεδὸν εἵαται· οὐδέ τι ἴδμεν
  101. μή πως καὶ διὰ νύκτα μενοινήσωσι μάχεσθαι.
  102. τὸν δʼ ἠμείβετʼ ἔπειτα Γερήνιος ἱππότα Νέστωρ·
  103. Ἀτρεΐδη κύδιστε ἄναξ ἀνδρῶν Ἀγάμεμνον
  104. οὔ θην Ἕκτορι πάντα νοήματα μητίετα Ζεὺς
  105. ἐκτελέει, ὅσα πού νυν ἐέλπεται· ἀλλά μιν οἴω
  106. κήδεσι μοχθήσειν καὶ πλείοσιν, εἴ κεν Ἀχιλλεὺς
  107. ἐκ χόλου ἀργαλέοιο μεταστρέψῃ φίλον ἦτορ.
  108. σοὶ δὲ μάλʼ ἕψομʼ ἐγώ· ποτὶ δʼ αὖ καὶ ἐγείρομεν ἄλλους
  109. ἠμὲν Τυδεΐδην δουρὶ κλυτὸν ἠδʼ Ὀδυσῆα
  110. ἠδʼ Αἴαντα ταχὺν καὶ Φυλέος ἄλκιμον υἱόν.
  111. ἀλλʼ εἴ τις καὶ τούσδε μετοιχόμενος καλέσειεν
  112. ἀντίθεόν τʼ Αἴαντα καὶ Ἰδομενῆα ἄνακτα·
  113. τῶν γὰρ νῆες ἔασιν ἑκαστάτω, οὐδὲ μάλʼ ἐγγύς.
  114. ἀλλὰ φίλον περ ἐόντα καὶ αἰδοῖον Μενέλαον
  115. νεικέσω, εἴ πέρ μοι νεμεσήσεαι, οὐδʼ ἐπικεύσω
  116. ὡς εὕδει, σοὶ δʼ οἴῳ ἐπέτρεψεν πονέεσθαι.
  117. νῦν ὄφελεν κατὰ πάντας ἀριστῆας πονέεσθαι
  118. λισσόμενος· χρειὼ γὰρ ἱκάνεται οὐκέτʼ ἀνεκτός.
  119. τὸν δʼ αὖτε προσέειπεν ἄναξ ἀνδρῶν Ἀγαμέμνων·
  120. ὦ γέρον ἄλλοτε μέν σε καὶ αἰτιάασθαι ἄνωγα·
  121. πολλάκι γὰρ μεθιεῖ τε καὶ οὐκ ἐθέλει πονέεσθαι
  122. οὔτʼ ὄκνῳ εἴκων οὔτʼ ἀφραδίῃσι νόοιο,
  123. ἀλλʼ ἐμέ τʼ εἰσορόων καὶ ἐμὴν ποτιδέγμενος ὁρμήν.
  124. νῦν δʼ ἐμέο πρότερος μάλʼ ἐπέγρετο καί μοι ἐπέστη·
  125. τὸν μὲν ἐγὼ προέηκα καλήμεναι οὓς σὺ μεταλλᾷς.
  126. ἀλλʼ ἴομεν· κείνους δὲ κιχησόμεθα πρὸ πυλάων
  127. ἐν φυλάκεσσʼ, ἵνα γάρ σφιν ἐπέφραδον ἠγερέθεσθαι.
  128. τὸν δʼ ἠμείβετʼ ἔπειτα Γερήνιος ἱππότα Νέστωρ·
  129. οὕτως οὔ τίς οἱ νεμεσήσεται οὐδʼ ἀπιθήσει
  130. Ἀργείων, ὅτε κέν τινʼ ἐποτρύνῃ καὶ ἀνώγῃ.
  131. ὣς εἰπὼν ἔνδυνε περὶ στήθεσσι χιτῶνα,
  132. ποσσὶ δʼ ὑπὸ λιπαροῖσιν ἐδήσατο καλὰ πέδιλα,
  133. ἀμφὶ δʼ ἄρα χλαῖναν περονήσατο φοινικόεσσαν
  134. διπλῆν ἐκταδίην, οὔλη δʼ ἐπενήνοθε λάχνη.
  135. εἵλετο δʼ ἄλκιμον ἔγχος ἀκαχμένον ὀξέϊ χαλκῷ,
  136. βῆ δʼ ἰέναι κατὰ νῆας Ἀχαιῶν χαλκοχιτώνων.
  137. πρῶτον ἔπειτʼ Ὀδυσῆα Διὶ μῆτιν ἀτάλαντον
  138. ἐξ ὕπνου ἀνέγειρε Γερήνιος ἱππότα Νέστωρ
  139. φθεγξάμενος· τὸν δʼ αἶψα περὶ φρένας ἤλυθʼ ἰωή,
  140. ἐκ δʼ ἦλθε κλισίης καί σφεας πρὸς μῦθον ἔειπε·
  141. τίφθʼ οὕτω κατὰ νῆας ἀνὰ στρατὸν οἶοι ἀλᾶσθε
  142. νύκτα διʼ ἀμβροσίην, ὅ τι δὴ χρειὼ τόσον ἵκει;
  143. τὸν δʼ ἠμείβετʼ ἔπειτα Γερήνιος ἱππότα Νέστωρ·
  144. διογενὲς Λαερτιάδη πολυμήχανʼ Ὀδυσσεῦ
  145. μὴ νεμέσα· τοῖον γὰρ ἄχος βεβίηκεν Ἀχαιούς.
  146. ἀλλʼ ἕπεʼ, ὄφρα καὶ ἄλλον ἐγείρομεν ὅν τʼ ἐπέοικε
  147. βουλὰς βουλεύειν, ἢ φευγέμεν ἠὲ μάχεσθαι.
  148. ὣς φάθʼ, ὃ δὲ κλισίην δὲ κιὼν πολύμητις Ὀδυσσεὺς
  149. ποικίλον ἀμφʼ ὤμοισι σάκος θέτο, βῆ δὲ μετʼ αὐτούς.
  150. βὰν δʼ ἐπὶ Τυδεΐδην Διομήδεα· τὸν δὲ κίχανον
  151. ἐκτὸς ἀπὸ κλισίης σὺν τεύχεσιν· ἀμφὶ δʼ ἑταῖροι
  152. εὗδον, ὑπὸ κρασὶν δʼ ἔχον ἀσπίδας· ἔγχεα δέ σφιν
  153. ὄρθʼ ἐπὶ σαυρωτῆρος ἐλήλατο, τῆλε δὲ χαλκὸς
  154. λάμφʼ ὥς τε στεροπὴ πατρὸς Διός· αὐτὰρ ὅ γʼ ἥρως
  155. εὗδʼ, ὑπὸ δʼ ἔστρωτο ῥινὸν βοὸς ἀγραύλοιο,
  156. αὐτὰρ ὑπὸ κράτεσφι τάπης τετάνυστο φαεινός.
  157. τὸν παρστὰς ἀνέγειρε Γερήνιος ἱππότα Νέστωρ,
  158. λὰξ ποδὶ κινήσας, ὄτρυνέ τε νείκεσέ τʼ ἄντην·
  159. ἔγρεο Τυδέος υἱέ· τί πάννυχον ὕπνον ἀωτεῖς;
  160. οὐκ ἀΐεις ὡς Τρῶες ἐπὶ θρωσμῷ πεδίοιο
  161. εἵαται ἄγχι νεῶν, ὀλίγος δʼ ἔτι χῶρος ἐρύκει;
  162. ὣς φάθʼ, ὃ δʼ ἐξ ὕπνοιο μάλα κραιπνῶς ἀνόρουσε,
  163. καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα·
  164. σχέτλιός ἐσσι γεραιέ· σὺ μὲν πόνου οὔ ποτε λήγεις.
  165. οὔ νυ καὶ ἄλλοι ἔασι νεώτεροι υἷες Ἀχαιῶν
  166. οἵ κεν ἔπειτα ἕκαστον ἐγείρειαν βασιλήων
  167. πάντῃ ἐποιχόμενοι; σὺ δʼ ἀμήχανός ἐσσι γεραιέ.
  168. τὸν δʼ αὖτε προσέειπε Γερήνιος ἱππότα Νέστωρ·
  169. ναὶ δὴ ταῦτά γε πάντα φίλος κατὰ μοῖραν ἔειπες.
  170. εἰσὶν μέν μοι παῖδες ἀμύμονες, εἰσὶ δὲ λαοὶ
  171. καὶ πολέες, τῶν κέν τις ἐποιχόμενος καλέσειεν·
  172. ἀλλὰ μάλα μεγάλη χρειὼ βεβίηκεν Ἀχαιούς.
  173. νῦν γὰρ δὴ πάντεσσιν ἐπὶ ξυροῦ ἵσταται ἀκμῆς
  174. ἢ μάλα λυγρὸς ὄλεθρος Ἀχαιοῖς ἠὲ βιῶναι.
  175. ἀλλʼ ἴθι νῦν Αἴαντα ταχὺν καὶ Φυλέος υἱὸν
  176. ἄνστησον· σὺ γάρ ἐσσι νεώτερος· εἴ μʼ ἐλεαίρεις.
  177. ὣς φάθʼ, ὃ δʼ ἀμφʼ ὤμοισιν ἑέσσατο δέρμα λέοντος
  178. αἴθωνος μεγάλοιο ποδηνεκές, εἵλετο δʼ ἔγχος.
  179. βῆ δʼ ἰέναι, τοὺς δʼ ἔνθεν ἀναστήσας ἄγεν ἥρως.
  180. οἳ δʼ ὅτε δὴ φυλάκεσσιν ἐν ἀγρομένοισιν ἔμιχθεν,
  181. οὐδὲ μὲν εὕδοντας φυλάκων ἡγήτορας εὗρον,
  182. ἀλλʼ ἐγρηγορτὶ σὺν τεύχεσιν εἵατο πάντες.
  183. ὡς δὲ κύνες περὶ μῆλα δυσωρήσωνται ἐν αὐλῇ
  184. θηρὸς ἀκούσαντες κρατερόφρονος, ὅς τε καθʼ ὕλην
  185. ἔρχηται διʼ ὄρεσφι· πολὺς δʼ ὀρυμαγδὸς ἐπʼ αὐτῷ
  186. ἀνδρῶν ἠδὲ κυνῶν, ἀπό τέ σφισιν ὕπνος ὄλωλεν·
  187. ὣς τῶν νήδυμος ὕπνος ἀπὸ βλεφάροιιν ὀλώλει
  188. νύκτα φυλασσομένοισι κακήν· πεδίον δὲ γὰρ αἰεὶ
  189. τετράφαθʼ, ὁππότʼ ἐπὶ Τρώων ἀΐοιεν ἰόντων.
  190. τοὺς δʼ ὃ γέρων γήθησεν ἰδὼν θάρσυνέ τε μύθῳ
  191. καί σφεας φωνήσας ἔπεα πτερόεντα προσηύδα·
  192. οὕτω νῦν φίλα τέκνα φυλάσσετε· μηδέ τινʼ ὕπνος
  193. αἱρείτω, μὴ χάρμα γενώμεθα δυσμενέεσσιν.
  194. ὣς εἰπὼν τάφροιο διέσσυτο· τοὶ δʼ ἅμʼ ἕποντο
  195. Ἀργείων βασιλῆες ὅσοι κεκλήατο βουλήν.
  196. τοῖς δʼ ἅμα Μηριόνης καὶ Νέστορος ἀγλαὸς υἱὸς
  197. ἤϊσαν· αὐτοὶ γὰρ κάλεον συμμητιάασθαι.
  198. τάφρον δʼ ἐκδιαβάντες ὀρυκτὴν ἑδριόωντο
  199. ἐν καθαρῷ, ὅθι δὴ νεκύων διεφαίνετο χῶρος
  200. πιπτόντων· ὅθεν αὖτις ἀπετράπετʼ ὄβριμος Ἕκτωρ
  201. ὀλλὺς Ἀργείους, ὅτε δὴ περὶ νὺξ ἐκάλυψεν.