οὐ γὰρ ἐμοὶ ψυχῆς ἀντάξιον οὐδʼ ὅσα φασὶνἼλιον ἐκτῆσθαι εὖ ναιόμενον πτολίεθροντὸ πρὶν ἐπʼ εἰρήνης, πρὶν ἐλθεῖν υἷας Ἀχαιῶν,οὐδʼ ὅσα λάϊνος οὐδὸς ἀφήτορος ἐντὸς ἐέργειΦοίβου Ἀπόλλωνος Πυθοῖ ἔνι πετρηέσσῃ.ληϊστοὶ μὲν γάρ τε βόες καὶ ἴφια μῆλα,κτητοὶ δὲ τρίποδές τε καὶ ἵππων ξανθὰ κάρηνα,ἀνδρὸς δὲ ψυχὴ πάλιν ἐλθεῖν οὔτε λεϊστὴοὔθʼ ἑλετή, ἐπεὶ ἄρ κεν ἀμείψεται ἕρκος ὀδόντων.μήτηρ γάρ τέ μέ φησι θεὰ Θέτις ἀργυρόπεζαδιχθαδίας κῆρας φερέμεν θανάτοιο τέλος δέ.εἰ μέν κʼ αὖθι μένων Τρώων πόλιν ἀμφιμάχωμαι,ὤλετο μέν μοι νόστος, ἀτὰρ κλέος ἄφθιτον ἔσται·εἰ δέ κεν οἴκαδʼ ἵκωμι φίλην ἐς πατρίδα γαῖαν,ὤλετό μοι κλέος ἐσθλόν, ἐπὶ δηρὸν δέ μοι αἰὼνἔσσεται, οὐδέ κέ μʼ ὦκα τέλος θανάτοιο κιχείη.καὶ δʼ ἂν τοῖς ἄλλοισιν ἐγὼ παραμυθησαίμηνοἴκαδʼ ἀποπλείειν, ἐπεὶ οὐκέτι δήετε τέκμωρἸλίου αἰπεινῆς· μάλα γάρ ἑθεν εὐρύοπα Ζεὺςχεῖρα ἑὴν ὑπερέσχε, τεθαρσήκασι δὲ λαοί.