οὐδʼ ὅσʼ ἐς Ὀρχομενὸν ποτινίσεται, οὐδʼ ὅσα ΘήβαςΑἰγυπτίας, ὅθι πλεῖστα δόμοις ἐν κτήματα κεῖται,αἵ θʼ ἑκατόμπυλοί εἰσι, διηκόσιοι δʼ ἀνʼ ἑκάσταςἀνέρες ἐξοιχνεῦσι σὺν ἵπποισιν καὶ ὄχεσφιν·οὐδʼ εἴ μοι τόσα δοίη ὅσα ψάμαθός τε κόνις τε,οὐδέ κεν ὧς ἔτι θυμὸν ἐμὸν πείσειʼ Ἀγαμέμνωνπρίν γʼ ἀπὸ πᾶσαν ἐμοὶ δόμεναι θυμαλγέα λώβην.κούρην δʼ οὐ γαμέω Ἀγαμέμνονος Ἀτρεΐδαο,οὐδʼ εἰ χρυσείῃ Ἀφροδίτῃ κάλλος ἐρίζοι,ἔργα δʼ Ἀθηναίῃ γλαυκώπιδι ἰσοφαρίζοι·οὐδέ μιν ὧς γαμέω· ὃ δʼ Ἀχαιῶν ἄλλον ἑλέσθω,ὅς τις οἷ τʼ ἐπέοικε καὶ ὃς βασιλεύτερός ἐστιν.ἢν γὰρ δή με σαῶσι θεοὶ καὶ οἴκαδʼ ἵκωμαι,Πηλεύς θήν μοι ἔπειτα γυναῖκά γε μάσσεται αὐτός.πολλαὶ Ἀχαιΐδες εἰσὶν ἀνʼ Ἑλλάδα τε Φθίην τεκοῦραι ἀριστήων, οἵ τε πτολίεθρα ῥύονται,τάων ἥν κʼ ἐθέλωμι φίλην ποιήσομʼ ἄκοιτιν.ἔνθα δέ μοι μάλα πολλὸν ἐπέσσυτο θυμὸς ἀγήνωργήμαντα μνηστὴν ἄλοχον ἐϊκυῖαν ἄκοιτινκτήμασι τέρπεσθαι τὰ γέρων ἐκτήσατο Πηλεύς·