Iliad

Homer

Homer. Homeri Opera, Volumes 1-2. Monro, D. B. (David Binning), editor; Allen, Thomas W. (Thomas William), editor. Oxford: Clarendon Press, 1908-1920.

  1. ἀλλʼ ὑμεῖς μὲν ἰόντες ἀριστήεσσιν Ἀχαιῶν
  2. ἀγγελίην ἀπόφασθε· τὸ γὰρ γέρας ἐστὶ γερόντων·
  3. ὄφρʼ ἄλλην φράζωνται ἐνὶ φρεσὶ μῆτιν ἀμείνω,
  4. ἥ κέ σφιν νῆάς τε σαῷ καὶ λαὸν Ἀχαιῶν
  5. νηυσὶν ἔπι γλαφυρῇς, ἐπεὶ οὔ σφισιν ἥδέ γʼ ἑτοίμη
  6. ἣν νῦν ἐφράσσαντο ἐμεῦ ἀπομηνίσαντος·
  7. Φοῖνιξ δʼ αὖθι παρʼ ἄμμι μένων κατακοιμηθήτω,
  8. ὄφρά μοι ἐν νήεσσι φίλην ἐς πατρίδʼ ἕπηται
  9. αὔριον ἢν ἐθέλῃσιν· ἀνάγκῃ δʼ οὔ τί μιν ἄξω.
  10. ὣς ἔφαθʼ, οἳ δʼ ἄρα πάντες ἀκὴν ἐγένοντο σιωπῇ
  11. μῦθον ἀγασσάμενοι· μάλα γὰρ κρατερῶς ἀπέειπεν·
  12. ὀψὲ δὲ δὴ μετέειπε γέρων ἱππηλάτα Φοῖνιξ
  13. δάκρυʼ ἀναπρήσας· περὶ γὰρ δίε νηυσὶν Ἀχαιῶν·
  14. εἰ μὲν δὴ νόστόν γε μετὰ φρεσὶ φαίδιμʼ Ἀχιλλεῦ
  15. βάλλεαι, οὐδέ τι πάμπαν ἀμύνειν νηυσὶ θοῇσι
  16. πῦρ ἐθέλεις ἀΐδηλον, ἐπεὶ χόλος ἔμπεσε θυμῷ,
  17. πῶς ἂν ἔπειτʼ ἀπὸ σεῖο φίλον τέκος αὖθι λιποίμην
  18. οἶος; σοὶ δέ μʼ ἔπεμπε γέρων ἱππηλάτα Πηλεὺς
  19. ἤματι τῷ ὅτε σʼ ἐκ Φθίης Ἀγαμέμνονι πέμπε
  20. νήπιον οὔ πω εἰδόθʼ ὁμοιΐου πολέμοιο