Iliad
Homer
Homer. Homeri Opera, Volumes 1-2. Monro, D. B. (David Binning), editor; Allen, Thomas W. (Thomas William), editor. Oxford: Clarendon Press, 1908-1920.
- ἕλκον νύκτα μέλαιναν ἐπὶ ζείδωρον ἄρουραν.
- Τρωσὶν μέν ῥʼ ἀέκουσιν ἔδυ φάος, αὐτὰρ Ἀχαιοῖς
- ἀσπασίη τρίλλιστος ἐπήλυθε νὺξ ἐρεβεννή.
- Τρώων αὖτʼ ἀγορὴν ποιήσατο φαίδιμος Ἕκτωρ
- νόσφι νεῶν ἀγαγὼν ποταμῷ ἔπι δινήεντι,
- ἐν καθαρῷ ὅθι δὴ νεκύων διεφαίνετο χῶρος.
- ἐξ ἵππων δʼ ἀποβάντες ἐπὶ χθόνα μῦθον ἄκουον
- τόν ῥʼ Ἕκτωρ ἀγόρευε Διῒ φίλος· ἐν δʼ ἄρα χειρὶ
- ἔγχος ἔχʼ ἑνδεκάπηχυ· πάροιθε δὲ λάμπετο δουρὸς
- αἰχμὴ χαλκείη, περὶ δὲ χρύσεος θέε πόρκης,
- τῷ ὅ γʼ ἐρεισάμενος ἔπεα Τρώεσσι μετηύδα·
- κέκλυτέ μευ Τρῶες καὶ Δάρδανοι ἠδʼ ἐπίκουροι·
- νῦν ἐφάμην νῆάς τʼ ὀλέσας καὶ πάντας Ἀχαιοὺς
- ἂψ ἀπονοστήσειν προτὶ Ἴλιον ἠνεμόεσσαν·
- ἀλλὰ πρὶν κνέφας ἦλθε, τὸ νῦν ἐσάωσε μάλιστα
- Ἀργείους καὶ νῆας ἐπὶ ῥηγμῖνι θαλάσσης.
- ἀλλʼ ἤτοι νῦν μὲν πειθώμεθα νυκτὶ μελαίνῃ
- δόρπά τʼ ἐφοπλισόμεσθα· ἀτὰρ καλλίτριχας ἵππους
- λύσαθʼ ὑπὲξ ὀχέων, παρὰ δέ σφισι βάλλετʼ ἐδωδήν·
- ἐκ πόλιος δʼ ἄξεσθε βόας καὶ ἴφια μῆλα
- καρπαλίμως, οἶνον δὲ μελίφρονα οἰνίζεσθε
- σῖτόν τʼ ἐκ μεγάρων, ἐπὶ δὲ ξύλα πολλὰ λέγεσθε,
- ὥς κεν παννύχιοι μέσφʼ ἠοῦς ἠριγενείης
- καίωμεν πυρὰ πολλά, σέλας δʼ εἰς οὐρανὸν ἵκῃ,
- μή πως καὶ διὰ νύκτα κάρη κομόωντες Ἀχαιοὶ
- φεύγειν ὁρμήσωνται ἐπʼ εὐρέα νῶτα θαλάσσης.
- μὴ μὰν ἀσπουδί γε νεῶν ἐπιβαῖεν ἕκηλοι,
- ἀλλʼ ὥς τις τούτων γε βέλος καὶ οἴκοθι πέσσῃ
- βλήμενος ἢ ἰῷ ἢ ἔγχεϊ ὀξυόεντι
- νηὸς ἐπιθρῴσκων, ἵνα τις στυγέῃσι καὶ ἄλλος
- Τρωσὶν ἐφʼ ἱπποδάμοισι φέρειν πολύδακρυν Ἄρηα.
- κήρυκες δʼ ἀνὰ ἄστυ Διῒ φίλοι ἀγγελλόντων
- παῖδας πρωθήβας πολιοκροτάφους τε γέροντας
- λέξασθαι περὶ ἄστυ θεοδμήτων ἐπὶ πύργων·
- θηλύτεραι δὲ γυναῖκες ἐνὶ μεγάροισιν ἑκάστη
- πῦρ μέγα καιόντων· φυλακὴ δέ τις ἔμπεδος ἔστω
- μὴ λόχος εἰσέλθῃσι πόλιν λαῶν ἀπεόντων.
- ὧδʼ ἔστω Τρῶες μεγαλήτορες ὡς ἀγορεύω·
- μῦθος δʼ ὃς μὲν νῦν ὑγιὴς εἰρημένος ἔστω,
- τὸν δʼ ἠοῦς Τρώεσσι μεθʼ ἱπποδάμοις ἀγορεύσω.
- ἔλπομαι εὐχόμενος Διί τʼ ἄλλοισίν τε θεοῖσιν
- ἐξελάαν ἐνθένδε κύνας κηρεσσιφορήτους,
- οὓς κῆρες φορέουσι μελαινάων ἐπὶ νηῶν.
- ἀλλʼ ἤτοι ἐπὶ νυκτὶ φυλάξομεν ἡμέας αὐτούς,
- πρῶϊ δʼ ὑπηοῖοι σὺν τεύχεσι θωρηχθέντες
- νηυσὶν ἔπι γλαφυρῇσιν ἐγείρομεν ὀξὺν Ἄρηα.
- εἴσομαι εἴ κέ μʼ ὁ Τυδεΐδης κρατερὸς Διομήδης
- πὰρ νηῶν πρὸς τεῖχος ἀπώσεται, ἤ κεν ἐγὼ τὸν
- χαλκῷ δῃώσας ἔναρα βροτόεντα φέρωμαι.
- αὔριον ἣν ἀρετὴν διαείσεται, εἴ κʼ ἐμὸν ἔγχος
- μείνῃ ἐπερχόμενον· ἀλλʼ ἐν πρώτοισιν ὀΐω
- κείσεται οὐτηθείς, πολέες δʼ ἀμφʼ αὐτὸν ἑταῖροι
- ἠελίου ἀνιόντος ἐς αὔριον· εἰ γὰρ ἐγὼν ὣς
- εἴην ἀθάνατος καὶ ἀγήρως ἤματα πάντα,
- τιοίμην δʼ ὡς τίετʼ Ἀθηναίη καὶ Ἀπόλλων,
- ὡς νῦν ἡμέρη ἥδε κακὸν φέρει Ἀργείοισιν.
- ὣς Ἕκτωρ ἀγόρευʼ, ἐπὶ δὲ Τρῶες κελάδησαν.
- οἳ δʼ ἵππους μὲν λῦσαν ὑπὸ ζυγοῦ ἱδρώοντας,
- δῆσαν δʼ ἱμάντεσσι παρʼ ἅρμασιν οἷσιν ἕκαστος·
- ἐκ πόλιος δʼ ἄξοντο βόας καὶ ἴφια μῆλα
- καρπαλίμως, οἶνον δὲ μελίφρονα οἰνίζοντο,
- σῖτόν τʼ ἐκ μεγάρων, ἐπὶ δὲ ξύλα πολλὰ λέγοντο.
- ἔρδον δ’ ἀθανάτοισι τεληέσσας ἑκατόμβας
- κνίσην δʼ ἐκ πεδίου ἄνεμοι φέρον οὐρανὸν εἴσω.
- ἡδεῖαν· τῆς δ’ οὔ τι θεοὶ μάκαρες δατέοντο,
- οὐδ’ ἔθελον· μάλα γάρ σφιν ἀπήχθετο Ἴλιος ἱρή,
- καὶ Πρίαμος καὶ λαὸς ἐϋμμελίω Πριάμοιο
- οἳ δὲ μέγα φρονέοντες ἐπὶ πτολέμοιο γεφύρας
- εἴατο παννύχιοι, πυρὰ δέ σφισι καίετο πολλά.
- ὡς δʼ ὅτʼ ἐν οὐρανῷ ἄστρα φαεινὴν ἀμφὶ σελήνην
- φαίνετʼ ἀριπρεπέα, ὅτε τʼ ἔπλετο νήνεμος αἰθήρ·
- ἔκ τʼ ἔφανεν πᾶσαι σκοπιαὶ καὶ πρώονες ἄκροι
- καὶ νάπαι· οὐρανόθεν δʼ ἄρʼ ὑπερράγη ἄσπετος αἰθήρ,
- πάντα δὲ εἴδεται ἄστρα, γέγηθε δέ τε φρένα ποιμήν·
- τόσσα μεσηγὺ νεῶν ἠδὲ Ξάνθοιο ῥοάων
- Τρώων καιόντων πυρὰ φαίνετο Ἰλιόθι πρό.
- χίλιʼ ἄρʼ ἐν πεδίῳ πυρὰ καίετο, πὰρ δὲ ἑκάστῳ
- εἴατο πεντήκοντα σέλᾳ πυρὸς αἰθομένοιο.
- ἵπποι δὲ κρῖ λευκὸν ἐρεπτόμενοι καὶ ὀλύρας
- ἑσταότες παρʼ ὄχεσφιν ἐΰθρονον Ἠῶ μίμνον.
- ὣς οἱ μὲν Τρῶες φυλακὰς ἔχον· αὐτὰρ Ἀχαιοὺς
- θεσπεσίη ἔχε φύζα φόβου κρυόεντος ἑταίρη,
- πένθεϊ δʼ ἀτλήτῳ βεβολήατο πάντες ἄριστοι.
- ὡς δʼ ἄνεμοι δύο πόντον ὀρίνετον ἰχθυόεντα
- Βορέης καὶ Ζέφυρος, τώ τε Θρῄκηθεν ἄητον
- ἐλθόντʼ ἐξαπίνης· ἄμυδις δέ τε κῦμα κελαινὸν
- κορθύεται, πολλὸν δὲ παρὲξ ἅλα φῦκος ἔχευεν·
- ὣς ἐδαΐζετο θυμὸς ἐνὶ στήθεσσιν Ἀχαιῶν.
- Ἀτρεΐδης δʼ ἄχεϊ μεγάλῳ βεβολημένος ἦτορ
- φοίτα κηρύκεσσι λιγυφθόγγοισι κελεύων
- κλήδην εἰς ἀγορὴν κικλήσκειν ἄνδρα ἕκαστον,
- μὴ δὲ βοᾶν· αὐτὸς δὲ μετὰ πρώτοισι πονεῖτο.
- ἷζον δʼ εἰν ἀγορῇ τετιηότες· ἂν δʼ Ἀγαμέμνων
- ἵστατο δάκρυ χέων ὥς τε κρήνη μελάνυδρος
- ἥ τε κατʼ αἰγίλιπος πέτρης δνοφερὸν χέει ὕδωρ·
- ὣς ὃ βαρὺ στενάχων ἔπεʼ Ἀργείοισι μετηύδα·
- ὦ φίλοι Ἀργείων ἡγήτορες ἠδὲ μέδοντες
- Ζεύς με μέγα Κρονίδης ἄτῃ ἐνέδησε βαρείῃ
- σχέτλιος, ὃς τότε μέν μοι ὑπέσχετο καὶ κατένευσεν
- Ἴλιον ἐκπέρσαντʼ εὐτείχεον ἀπονέεσθαι,
- νῦν δὲ κακὴν ἀπάτην βουλεύσατο, καί με κελεύει
- δυσκλέα Ἄργος ἱκέσθαι, ἐπεὶ πολὺν ὤλεσα λαόν.
- οὕτω που Διὶ μέλλει ὑπερμενέϊ φίλον εἶναι,
- ὃς δὴ πολλάων πολίων κατέλυσε κάρηνα
- ἠδʼ ἔτι καὶ λύσει· τοῦ γὰρ κράτος ἐστὶ μέγιστον.
- ἀλλʼ ἄγεθʼ ὡς ἂν ἐγὼ εἴπω πειθώμεθα πάντες·
- φεύγωμεν σὺν νηυσὶ φίλην ἐς πατρίδα γαῖαν·
- οὐ γὰρ ἔτι Τροίην αἱρήσομεν εὐρυάγυιαν.
- ὣς ἔφαθʼ, οἳ δʼ ἄρα πάντες ἀκὴν ἐγένοντο σιωπῇ.
- δὴν δʼ ἄνεῳ ἦσαν τετιηότες υἷες Ἀχαιῶν·
- ὀψὲ δὲ δὴ μετέειπε βοὴν ἀγαθὸς Διομήδης·
- Ἀτρεΐδη σοὶ πρῶτα μαχήσομαι ἀφραδέοντι,
- ἣ θέμις ἐστὶν ἄναξ ἀγορῇ· σὺ δὲ μή τι χολωθῇς.
- ἀλκὴν μέν μοι πρῶτον ὀνείδισας ἐν Δαναοῖσι
- φὰς ἔμεν ἀπτόλεμον καὶ ἀνάλκιδα· ταῦτα δὲ πάντα
- ἴσασʼ Ἀργείων ἠμὲν νέοι ἠδὲ γέροντες.
- σοὶ δὲ διάνδιχα δῶκε Κρόνου πάϊς ἀγκυλομήτεω·
- σκήπτρῳ μέν τοι δῶκε τετιμῆσθαι περὶ πάντων,
- ἀλκὴν δʼ οὔ τοι δῶκεν, ὅ τε κράτος ἐστὶ μέγιστον.
- δαιμόνιʼ οὕτω που μάλα ἔλπεαι υἷας Ἀχαιῶν
- ἀπτολέμους τʼ ἔμεναι καὶ ἀνάλκιδας ὡς ἀγορεύεις;
- εἰ δέ τοι αὐτῷ θυμὸς ἐπέσσυται ὥς τε νέεσθαι
- ἔρχεο· πάρ τοι ὁδός, νῆες δέ τοι ἄγχι θαλάσσης
- ἑστᾶσʼ, αἵ τοι ἕποντο Μυκήνηθεν μάλα πολλαί.
- ἀλλʼ ἄλλοι μενέουσι κάρη κομόωντες Ἀχαιοὶ
- εἰς ὅ κέ περ Τροίην διαπέρσομεν. εἰ δὲ καὶ αὐτοὶ
- φευγόντων σὺν νηυσὶ φίλην ἐς πατρίδα γαῖαν·
- νῶϊ δʼ ἐγὼ Σθένελός τε μαχησόμεθʼ εἰς ὅ κε τέκμωρ
- Ἰλίου εὕρωμεν· σὺν γὰρ θεῷ εἰλήλουθμεν.
- ὣς ἔφαθʼ, οἳ δʼ ἄρα πάντες ἐπίαχον υἷες Ἀχαιῶν
- μῦθον ἀγασσάμενοι Διομήδεος ἱπποδάμοιο.
- τοῖσι δʼ ἀνιστάμενος μετεφώνεεν ἱππότα Νέστωρ·
- Τυδεΐδη περὶ μὲν πολέμῳ ἔνι καρτερός ἐσσι,
- καὶ βουλῇ μετὰ πάντας ὁμήλικας ἔπλευ ἄριστος.
- οὔ τίς τοι τὸν μῦθον ὀνόσσεται ὅσσοι Ἀχαιοί,
- οὐδὲ πάλιν ἐρέει· ἀτὰρ οὐ τέλος ἵκεο μύθων.
- ἦ μὲν καὶ νέος ἐσσί, ἐμὸς δέ κε καὶ πάϊς εἴης
- ὁπλότατος γενεῆφιν· ἀτὰρ πεπνυμένα βάζεις
- Ἀργείων βασιλῆας, ἐπεὶ κατὰ μοῖραν ἔειπες.
- ἀλλʼ ἄγʼ ἐγών, ὃς σεῖο γεραίτερος εὔχομαι εἶναι,
- ἐξείπω καὶ πάντα διίξομαι· οὐδέ κέ τίς μοι
- μῦθον ἀτιμήσειʼ, οὐδὲ κρείων Ἀγαμέμνων.
- ἀφρήτωρ ἀθέμιστος ἀνέστιός ἐστιν ἐκεῖνος
- ὃς πολέμου ἔραται ἐπιδημίου ὀκρυόεντος.
- ἀλλʼ ἤτοι νῦν μὲν πειθώμεθα νυκτὶ μελαίνῃ
- δόρπά τʼ ἐφοπλισόμεσθα· φυλακτῆρες δὲ ἕκαστοι
- λεξάσθων παρὰ τάφρον ὀρυκτὴν τείχεος ἐκτός.
- κούροισιν μὲν ταῦτʼ ἐπιτέλλομαι· αὐτὰρ ἔπειτα
- Ἀτρεΐδη σὺ μὲν ἄρχε· σὺ γὰρ βασιλεύτατός ἐσσι.
- δαίνυ δαῖτα γέρουσιν· ἔοικέ τοι, οὔ τοι ἀεικές.