Iliad
Homer
Homer. Homeri Opera, Volumes 1-2. Monro, D. B. (David Binning), editor; Allen, Thomas W. (Thomas William), editor. Oxford: Clarendon Press, 1908-1920.
- οἳ δʼ ἰθὺς τάφροιο βαθείης ὦσαν Ἀχαιούς·
- Ἕκτωρ δʼ ἐν πρώτοισι κίε σθένεϊ βλεμεαίνων.
- ὡς δʼ ὅτε τίς τε κύων συὸς ἀγρίου ἠὲ λέοντος
- ἅπτηται κατόπισθε ποσὶν ταχέεσσι διώκων
- ἰσχία τε γλουτούς τε, ἑλισσόμενόν τε δοκεύει,
- ὣς Ἕκτωρ ὤπαζε κάρη κομόωντας Ἀχαιούς,
- αἰὲν ἀποκτείνων τὸν ὀπίστατον· οἳ δὲ φέβοντο.
- αὐτὰρ ἐπεὶ διά τε σκόλοπας καὶ τάφρον ἔβησαν
- φεύγοντες, πολλοὶ δὲ δάμεν Τρώων ὑπὸ χερσίν,
- οἳ μὲν δὴ παρὰ νηυσὶν ἐρητύοντο μένοντες,
- ἀλλήλοισί τε κεκλόμενοι καὶ πᾶσι θεοῖσι
- χεῖρας ἀνίσχοντες μεγάλʼ εὐχετόωντο ἕκαστος·
- Ἕκτωρ δʼ ἀμφιπεριστρώφα καλλίτριχας ἵππους
- Γοργοῦς ὄμματʼ ἔχων ἠδὲ βροτολοιγοῦ Ἄρηος.
- τοὺς δὲ ἰδοῦσʼ ἐλέησε θεὰ λευκώλενος Ἥρη,
- αἶψα δʼ Ἀθηναίην ἔπεα πτερόεντα προσηύδα·
- ὢ πόποι αἰγιόχοιο Διὸς τέκος οὐκέτι νῶϊ
- ὀλλυμένων Δαναῶν κεκαδησόμεθʼ ὑστάτιόν περ;
- οἵ κεν δὴ κακὸν οἶτον ἀναπλήσαντες ὄλωνται
- ἀνδρὸς ἑνὸς ῥιπῇ, ὃ δὲ μαίνεται οὐκέτʼ ἀνεκτῶς
- Ἕκτωρ Πριαμίδης, καὶ δὴ κακὰ πολλὰ ἔοργε.
- τὴν δʼ αὖτε προσέειπε θεὰ γλαυκῶπις Ἀθήνη·
- καὶ λίην οὗτός γε μένος θυμόν τʼ ὀλέσειε
- χερσὶν ὑπʼ Ἀργείων φθίμενος ἐν πατρίδι γαίῃ·
- ἀλλὰ πατὴρ οὑμὸς φρεσὶ μαίνεται οὐκ ἀγαθῇσι
- σχέτλιος, αἰὲν ἀλιτρός, ἐμῶν μενέων ἀπερωεύς·
- οὐδέ τι τῶν μέμνηται, ὅ οἱ μάλα πολλάκις υἱὸν
- τειρόμενον σώεσκον ὑπʼ Εὐρυσθῆος ἀέθλων.
- ἤτοι ὃ μὲν κλαίεσκε πρὸς οὐρανόν, αὐτὰρ ἐμὲ Ζεὺς
- τῷ ἐπαλεξήσουσαν ἀπʼ οὐρανόθεν προΐαλλεν.
- εἰ γὰρ ἐγὼ τάδε ᾔδεʼ ἐνὶ φρεσὶ πευκαλίμῃσιν
- εὖτέ μιν εἰς Ἀΐδαο πυλάρταο προὔπεμψεν
- ἐξ Ἐρέβευς ἄξοντα κύνα στυγεροῦ Ἀΐδαο,
- οὐκ ἂν ὑπεξέφυγε Στυγὸς ὕδατος αἰπὰ ῥέεθρα.
- νῦν δʼ ἐμὲ μὲν στυγέει, Θέτιδος δʼ ἐξήνυσε βουλάς,
- ἥ οἱ γούνατʼ ἔκυσσε καὶ ἔλλαβε χειρὶ γενείου,
- λισσομένη τιμῆσαι Ἀχιλλῆα πτολίπορθον.
- ἔσται μὰν ὅτʼ ἂν αὖτε φίλην γλαυκώπιδα εἴπῃ.
- ἀλλὰ σὺ μὲν νῦν νῶϊν ἐπέντυε μώνυχας ἵππους,
- ὄφρʼ ἂν ἐγὼ καταδῦσα Διὸς δόμον αἰγιόχοιο
- τεύχεσιν ἐς πόλεμον θωρήξομαι, ὄφρα ἴδωμαι
- ἢ νῶϊ Πριάμοιο πάϊς κορυθαίολος Ἕκτωρ
- γηθήσει προφανέντε ἀνὰ πτολέμοιο γεφύρας,
- ἦ τις καὶ Τρώων κορέει κύνας ἠδʼ οἰωνοὺς
- δημῷ καὶ σάρκεσσι, πεσὼν ἐπὶ νηυσὶν Ἀχαιῶν.
- ὣς ἔφατʼ, οὐδʼ ἀπίθησε θεὰ λευκώλενος Ἥρη.
- ἣ μὲν ἐποιχομένη χρυσάμπυκας ἔντυεν ἵππους
- Ἥρη πρέσβα θεὰ θυγάτηρ μεγάλοιο Κρόνοιο·
- αὐτὰρ Ἀθηναίη κούρη Διὸς αἰγιόχοιο
- πέπλον μὲν κατέχευεν ἑανὸν πατρὸς ἐπʼ οὔδει
- ποικίλον, ὅν ῥʼ αὐτὴ ποιήσατο καὶ κάμε χερσίν,
- ἣ δὲ χιτῶνʼ ἐνδῦσα Διὸς νεφεληγερέταο
- τεύχεσιν ἐς πόλεμον θωρήσσετο δακρυόεντα.
- ἐς δʼ ὄχεα φλόγεα ποσὶ βήσετο, λάζετο δʼ ἔγχος
- βριθὺ μέγα στιβαρόν, τῷ δάμνησι στίχας ἀνδρῶν
- ἡρώων, τοῖσίν τε κοτέσσεται ὀβριμοπάτρη.
- Ἥρη δὲ μάστιγι θοῶς ἐπεμαίετʼ ἄρʼ ἵππους·
- αὐτόμαται δὲ πύλαι μύκον οὐρανοῦ ἃς ἔχον Ὧραι,
- τῇς ἐπιτέτραπται μέγας οὐρανὸς Οὔλυμπός τε
- ἠμὲν ἀνακλῖναι πυκινὸν νέφος ἠδʼ ἐπιθεῖναι.
- τῇ ῥα διʼ αὐτάων κεντρηνεκέας ἔχον ἵππους.
- Ζεὺς δὲ πατὴρ Ἴδηθεν ἐπεὶ ἴδε χώσατʼ ἄρʼ αἰνῶς,
- Ἶριν δʼ ὄτρυνε χρυσόπτερον ἀγγελέουσαν·
- βάσκʼ ἴθι Ἶρι ταχεῖα, πάλιν τρέπε μηδʼ ἔα ἄντην
- ἔρχεσθʼ· οὐ γὰρ καλὰ συνοισόμεθα πτόλεμον δέ.
- ὧδε γὰρ ἐξερέω, τὸ δὲ καὶ τετελεσμένον ἔσται·
- γυιώσω μέν σφωϊν ὑφʼ ἅρμασιν ὠκέας ἵππους,
- αὐτὰς δʼ ἐκ δίφρου βαλέω κατά θʼ ἅρματα ἄξω·
- οὐδέ κεν ἐς δεκάτους περιτελλομένους ἐνιαυτοὺς
- ἕλκεʼ ἀπαλθήσεσθον, ἅ κεν μάρπτῃσι κεραυνός·
- ὄφρα ἰδῇ γλαυκῶπις ὅτʼ ἂν ᾧ πατρὶ μάχηται.
- Ἥρῃ δʼ οὔ τι τόσον νεμεσίζομαι οὐδὲ χολοῦμαι·
- αἰεὶ γάρ μοι ἔωθεν ἐνικλᾶν ὅττί κεν εἴπω.
- ὣς ἔφατʼ, ὦρτο δὲ Ἶρις ἀελλόπος ἀγγελέουσα,
- βῆ δʼ ἐξ Ἰδαίων ὀρέων ἐς μακρὸν Ὄλυμπον.
- πρώτῃσιν δὲ πύλῃσι πολυπτύχου Οὐλύμποιο
- ἀντομένη κατέρυκε, Διὸς δέ σφʼ ἔννεπε μῦθον·
- πῇ μέματον; τί σφῶϊν ἐνὶ φρεσὶ μαίνεται ἦτορ;
- οὐκ ἐάᾳ Κρονίδης ἐπαμυνέμεν Ἀργείοισιν.
- ὧδε γὰρ ἠπείλησε Κρόνου πάϊς, ᾗ τελέει περ,
- γυιώσειν μὲν σφῶϊν ὑφʼ ἅρμασιν ὠκέας ἵππους,
- αὐτὰς δʼ ἐκ δίφρου βαλέειν κατά θʼ ἅρματα ἄξειν·
- οὐδέ κεν ἐς δεκάτους περιτελλομένους ἐνιαυτοὺς
- ἕλκεʼ ἀπαλθήσεσθον, ἅ κεν μάρπτῃσι κεραυνός·
- ὄφρα ἰδῇς γλαυκῶπι ὅτʼ ἂν σῷ πατρὶ μάχηαι.
- Ἥρῃ δʼ οὔ τι τόσον νεμεσίζεται οὐδὲ χολοῦται·
- αἰεὶ γάρ οἱ ἔωθεν ἐνικλᾶν ὅττι κεν εἴπῃ·
- ἀλλὰ σύ γʼ αἰνοτάτη κύον ἀδεὲς εἰ ἐτεόν γε
- τολμήσεις Διὸς ἄντα πελώριον ἔγχος ἀεῖραι.
- ἣ μὲν ἄρʼ ὣς εἰποῦσʼ ἀπέβη πόδας ὠκέα Ἶρις,
- αὐτὰρ Ἀθηναίην Ἥρη πρὸς μῦθον ἔειπεν·
- ὢ πόποι αἰγιόχοιο Διὸς τέκος, οὐκέτʼ ἔγωγε
- νῶϊ ἐῶ Διὸς ἄντα βροτῶν ἕνεκα πτολεμίζειν·
- τῶν ἄλλος μὲν ἀποφθίσθω, ἄλλος δὲ βιώτω,
- ὅς κε τύχῃ· κεῖνος δὲ τὰ ἃ φρονέων ἐνὶ θυμῷ
- Τρωσί τε καὶ Δαναοῖσι δικαζέτω, ὡς ἐπιεικές.
- ὣς ἄρα φωνήσασα πάλιν τρέπε μώνυχας ἵππους·
- τῇσιν δʼ Ὧραι μὲν λῦσαν καλλίτριχας ἵππους,
- καὶ τοὺς μὲν κατέδησαν ἐπʼ ἀμβροσίῃσι κάπῃσιν,
- ἅρματα δʼ ἔκλιναν πρὸς ἐνώπια παμφανόωντα·
- αὐταὶ δὲ χρυσέοισιν ἐπὶ κλισμοῖσι κάθιζον
- μίγδʼ ἄλλοισι θεοῖσι, φίλον τετιημέναι ἦτορ.
- Ζεὺς δὲ πατὴρ Ἴδηθεν ἐΰτροχον ἅρμα καὶ ἵππους
- Οὔλυμπον δὲ δίωκε, θεῶν δʼ ἐξίκετο θώκους.
- τῷ δὲ καὶ ἵππους μὲν λῦσε κλυτὸς ἐννοσίγαιος,
- ἅρματα δʼ ἂμ βωμοῖσι τίθει κατὰ λῖτα πετάσσας·
- αὐτὸς δὲ χρύσειον ἐπὶ θρόνον εὐρύοπα Ζεὺς
- ἕζετο, τῷ δʼ ὑπὸ ποσσὶ μέγας πελεμίζετʼ Ὄλυμπος.
- αἳ δʼ οἶαι Διὸς ἀμφὶς Ἀθηναίη τε καὶ Ἥρη
- ἥσθην, οὐδέ τί μιν προσεφώνεον οὐδʼ ἐρέοντο·
- αὐτὰρ ὃ ἔγνω ᾗσιν ἐνὶ φρεσὶ φώνησέν τε·
- τίφθʼ οὕτω τετίησθον Ἀθηναίη τε καὶ Ἥρη;
- οὐ μέν θην κάμετόν γε μάχῃ ἔνι κυδιανείρῃ
- ὀλλῦσαι Τρῶας, τοῖσιν κότον αἰνὸν ἔθεσθε.
- πάντως, οἷον ἐμόν γε μένος καὶ χεῖρες ἄαπτοι,
- οὐκ ἄν με τρέψειαν ὅσοι θεοί εἰσʼ ἐν Ὀλύμπῳ.
- σφῶϊν δὲ πρίν περ τρόμος ἔλλαβε φαίδιμα γυῖα
- πρὶν πόλεμόν τε ἰδεῖν πολέμοιό τε μέρμερα ἔργα.
- ὧδε γὰρ ἐξερέω, τὸ δέ κεν τετελεσμένον ἦεν·
- οὐκ ἂν ἐφʼ ὑμετέρων ὀχέων πληγέντε κεραυνῷ
- ἂψ ἐς Ὄλυμπον ἵκεσθον, ἵνʼ ἀθανάτων ἕδος ἐστίν.
- ὣς ἔφαθʼ, αἳ δʼ ἐπέμυξαν Ἀθηναίη τε καὶ Ἥρη·
- πλησίαι αἵ γʼ ἥσθην, κακὰ δὲ Τρώεσσι μεδέσθην.
- ἤτοι Ἀθηναίη ἀκέων ἦν οὐδέ τι εἶπε
- σκυζομένη Διὶ πατρί, χόλος δέ μιν ἄγριος ᾕρει·
- Ἥρῃ δʼ οὐκ ἔχαδε στῆθος χόλον, ἀλλὰ προσηύδα·
- αἰνότατε Κρονίδη ποῖον τὸν μῦθον ἔειπες.
- εὖ νυ καὶ ἡμεῖς ἴδμεν ὅ τοι σθένος οὐκ ἀλαπαδνόν·
- ἀλλʼ ἔμπης Δαναῶν ὀλοφυρόμεθʼ αἰχμητάων,
- οἵ κεν δὴ κακὸν οἶτον ἀναπλήσαντες ὄλωνται.
- ἀλλʼ ἤτοι πολέμου μὲν ἀφεξόμεθʼ, εἰ σὺ κελεύεις·
- βουλὴν δʼ Ἀργείοις ὑποθησόμεθʼ ἥ τις ὀνήσει,
- ὡς μὴ πάντες ὄλωνται ὀδυσσαμένοιο τεοῖο.
- τὴν δʼ ἀπαμειβόμενος προσέφη νεφεληγερέτα Ζεύς·
- ἠοῦς δὴ καὶ μᾶλλον ὑπερμενέα Κρονίωνα
- ὄψεαι, αἴ κʼ ἐθέλῃσθα, βοῶπις πότνια Ἥρη
- ὀλλύντʼ Ἀργείων πουλὺν στρατὸν αἰχμητάων·
- οὐ γὰρ πρὶν πολέμου ἀποπαύσεται ὄβριμος Ἕκτωρ
- πρὶν ὄρθαι παρὰ ναῦφι ποδώκεα Πηλεΐωνα,
- ἤματι τῷ ὅτʼ ἂν οἳ μὲν ἐπὶ πρύμνῃσι μάχωνται
- στείνει ἐν αἰνοτάτῳ περὶ Πατρόκλοιο θανόντος·
- ὣς γὰρ θέσφατόν ἐστι· σέθεν δʼ ἐγὼ οὐκ ἀλεγίζω
- χωομένης, οὐδʼ εἴ κε τὰ νείατα πείραθʼ ἵκηαι
- γαίης καὶ πόντοιο, ἵνʼ Ἰάπετός τε Κρόνος τε
- ἥμενοι οὔτʼ αὐγῇς Ὑπερίονος Ἠελίοιο
- τέρποντʼ οὔτʼ ἀνέμοισι, βαθὺς δέ τε Τάρταρος ἀμφίς·
- οὐδʼ ἢν ἔνθʼ ἀφίκηαι ἀλωμένη, οὔ σευ ἔγωγε
- σκυζομένης ἀλέγω, ἐπεὶ οὐ σέο κύντερον ἄλλο.
- ὣς φάτο, τὸν δʼ οὔ τι προσέφη λευκώλενος Ἥρη.
- ἐν δʼ ἔπεσʼ Ὠκεανῷ λαμπρὸν φάος ἠελίοιο