Iliad
Homer
Homer. Homeri Opera, Volumes 1-2. Monro, D. B. (David Binning), editor; Allen, Thomas W. (Thomas William), editor. Oxford: Clarendon Press, 1908-1920.
- πλεῖαί τοι οἴνου κλισίαι, τὸν νῆες Ἀχαιῶν
- ἠμάτιαι Θρῄκηθεν ἐπʼ εὐρέα πόντον ἄγουσι·
- πᾶσά τοί ἐσθʼ ὑποδεξίη, πολέεσσι δʼ ἀνάσσεις.
- πολλῶν δʼ ἀγρομένων τῷ πείσεαι ὅς κεν ἀρίστην
- βουλὴν βουλεύσῃ· μάλα δὲ χρεὼ πάντας Ἀχαιοὺς
- ἐσθλῆς καὶ πυκινῆς, ὅτι δήϊοι ἐγγύθι νηῶν
- καίουσιν πυρὰ πολλά· τίς ἂν τάδε γηθήσειε;
- νὺξ δʼ ἧδʼ ἠὲ διαρραίσει στρατὸν ἠὲ σαώσει.
- ὣς ἔφαθʼ, οἳ δʼ ἄρα τοῦ μάλα μὲν κλύον ἠδὲ πίθοντο.
- ἐκ δὲ φυλακτῆρες σὺν τεύχεσιν ἐσσεύοντο
- ἀμφί τε Νεστορίδην Θρασυμήδεα ποιμένα λαῶν,
- ἠδʼ ἀμφʼ Ἀσκάλαφον καὶ Ἰάλμενον υἷας Ἄρηος
- ἀμφί τε Μηριόνην Ἀφαρῆά τε Δηΐπυρόν τε,
- ἠδʼ ἀμφὶ Κρείοντος υἱὸν Λυκομήδεα δῖον.
- ἕπτʼ ἔσαν ἡγεμόνες φυλάκων, ἑκατὸν δὲ ἑκάστῳ
- κοῦροι ἅμα στεῖχον δολίχʼ ἔγχεα χερσὶν ἔχοντες·
- κὰδ δὲ μέσον τάφρου καὶ τείχεος ἷζον ἰόντες·
- ἔνθα δὲ πῦρ κήαντο, τίθεντο δὲ δόρπα ἕκαστος.
- Ἀτρεΐδης δὲ γέροντας ἀολλέας ἦγεν Ἀχαιῶν
- ἐς κλισίην, παρὰ δέ σφι τίθει μενοεικέα δαῖτα.
- οἳ δʼ ἐπʼ ὀνείαθʼ ἑτοῖμα προκείμενα χεῖρας ἴαλλον.
- αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο,
- τοῖς ὁ γέρων πάμπρωτος ὑφαίνειν ἤρχετο μῆτιν
- Νέστωρ, οὗ καὶ πρόσθεν ἀρίστη φαίνετο βουλή·
- ὅ σφιν ἐϋφρονέων ἀγορήσατο καὶ μετέειπεν·
- Ἀτρεΐδη κύδιστε ἄναξ ἀνδρῶν Ἀγάμεμνον
- ἐν σοὶ μὲν λήξω, σέο δʼ ἄρξομαι, οὕνεκα πολλῶν
- λαῶν ἐσσι ἄναξ καί τοι Ζεὺς ἐγγυάλιξε
- σκῆπτρόν τʼ ἠδὲ θέμιστας, ἵνά σφισι βουλεύῃσθα.
- τώ σε χρὴ περὶ μὲν φάσθαι ἔπος ἠδʼ ἐπακοῦσαι,
- κρηῆναι δὲ καὶ ἄλλῳ, ὅτʼ ἄν τινα θυμὸς ἀνώγῃ
- εἰπεῖν εἰς ἀγαθόν· σέο δʼ ἕξεται ὅττί κεν ἄρχῃ.
- αὐτὰρ ἐγὼν ἐρέω ὥς μοι δοκεῖ εἶναι ἄριστα.
- οὐ γάρ τις νόον ἄλλος ἀμείνονα τοῦδε νοήσει
- οἷον ἐγὼ νοέω ἠμὲν πάλαι ἠδʼ ἔτι καὶ νῦν
- ἐξ ἔτι τοῦ ὅτε διογενὲς Βρισηΐδα κούρην
- χωομένου Ἀχιλῆος ἔβης κλισίηθεν ἀπούρας
- οὔ τι καθʼ ἡμέτερόν γε νόον· μάλα γάρ τοι ἔγωγε
- πόλλʼ ἀπεμυθεόμην· σὺ δὲ σῷ μεγαλήτορι θυμῷ
- εἴξας ἄνδρα φέριστον, ὃν ἀθάνατοί περ ἔτισαν,
- ἠτίμησας, ἑλὼν γὰρ ἔχεις γέρας· ἀλλʼ ἔτι καὶ νῦν
- φραζώμεσθʼ ὥς κέν μιν ἀρεσσάμενοι πεπίθωμεν
- δώροισίν τʼ ἀγανοῖσιν ἔπεσσί τε μειλιχίοισι.
- τὸν δʼ αὖτε προσέειπεν ἄναξ ἀνδρῶν Ἀγαμέμνων·
- ὦ γέρον οὔ τι ψεῦδος ἐμὰς ἄτας κατέλεξας·
- ἀασάμην, οὐδʼ αὐτὸς ἀναίνομαι. ἀντί νυ πολλῶν
- λαῶν ἐστὶν ἀνὴρ ὅν τε Ζεὺς κῆρι φιλήσῃ,
- ὡς νῦν τοῦτον ἔτισε, δάμασσε δὲ λαὸν Ἀχαιῶν.
- ἀλλʼ ἐπεὶ ἀασάμην φρεσὶ λευγαλέῃσι πιθήσας,
- ἂψ ἐθέλω ἀρέσαι δόμεναί τʼ ἀπερείσιʼ ἄποινα.
- ὑμῖν δʼ ἐν πάντεσσι περικλυτὰ δῶρʼ ὀνομήνω
- ἕπτʼ ἀπύρους τρίποδας, δέκα δὲ χρυσοῖο τάλαντα,
- αἴθωνας δὲ λέβητας ἐείκοσι, δώδεκα δʼ ἵππους
- πηγοὺς ἀθλοφόρους, οἳ ἀέθλια ποσσὶν ἄροντο.
- οὔ κεν ἀλήϊος εἴη ἀνὴρ ᾧ τόσσα γένοιτο,
- οὐδέ κεν ἀκτήμων ἐριτίμοιο χρυσοῖο,
- ὅσσά μοι ἠνείκαντο ἀέθλια μώνυχες ἵπποι.
- δώσω δʼ ἑπτὰ γυναῖκας ἀμύμονα ἔργα ἰδυίας
- Λεσβίδας, ἃς ὅτε Λέσβον ἐϋκτιμένην ἕλεν αὐτὸς
- ἐξελόμην, αἳ κάλλει ἐνίκων φῦλα γυναικῶν.
- τὰς μέν οἱ δώσω, μετὰ δʼ ἔσσεται ἣν τότʼ ἀπηύρων
- κούρη Βρισῆος· ἐπὶ δὲ μέγαν ὅρκον ὀμοῦμαι
- μή ποτε τῆς εὐνῆς ἐπιβήμεναι ἠδὲ μιγῆναι,
- ἣ θέμις ἀνθρώπων πέλει ἀνδρῶν ἠδὲ γυναικῶν.
- ταῦτα μὲν αὐτίκα πάντα παρέσσεται· εἰ δέ κεν αὖτε
- ἄστυ μέγα Πριάμοιο θεοὶ δώωσʼ ἀλαπάξαι,
- νῆα ἅλις χρυσοῦ καὶ χαλκοῦ νηησάσθω
- εἰσελθών, ὅτε κεν δατεώμεθα ληΐδʼ Ἀχαιοί,
- Τρωϊάδας δὲ γυναῖκας ἐείκοσιν αὐτὸς ἑλέσθω,
- αἴ κε μετʼ Ἀργείην Ἑλένην κάλλισται ἔωσιν.
- εἰ δέ κεν Ἄργος ἱκοίμεθʼ Ἀχαιϊκὸν οὖθαρ ἀρούρης
- γαμβρός κέν μοι ἔοι· τίσω δέ μιν ἶσον Ὀρέστῃ,
- ὅς μοι τηλύγετος τρέφεται θαλίῃ ἔνι πολλῇ.
- τρεῖς δέ μοί εἰσι θύγατρες ἐνὶ μεγάρῳ εὐπήκτῳ
- Χρυσόθεμις καὶ Λαοδίκη καὶ Ἰφιάνασσα,
- τάων ἥν κʼ ἐθέλῃσι φίλην ἀνάεδνον ἀγέσθω
- πρὸς οἶκον Πηλῆος· ἐγὼ δʼ ἐπὶ μείλια δώσω
- πολλὰ μάλʼ, ὅσσʼ οὔ πώ τις ἑῇ ἐπέδωκε θυγατρί·
- ἑπτὰ δέ οἱ δώσω εὖ ναιόμενα πτολίεθρα
- Καρδαμύλην Ἐνόπην τε καὶ Ἱρὴν ποιήεσσαν
- Φηράς τε ζαθέας ἠδʼ Ἄνθειαν βαθύλειμον
- καλήν τʼ Αἴπειαν καὶ Πήδασον ἀμπελόεσσαν.
- πᾶσαι δʼ ἐγγὺς ἁλός, νέαται Πύλου ἠμαθόεντος·
- ἐν δʼ ἄνδρες ναίουσι πολύρρηνες πολυβοῦται,
- οἵ κέ ἑ δωτίνῃσι θεὸν ὣς τιμήσουσι
- καί οἱ ὑπὸ σκήπτρῳ λιπαρὰς τελέουσι θέμιστας.
- ταῦτά κέ οἱ τελέσαιμι μεταλήξαντι χόλοιο.
- δμηθήτω· Ἀΐδης τοι ἀμείλιχος ἠδʼ ἀδάμαστος,
- τοὔνεκα καί τε βροτοῖσι θεῶν ἔχθιστος ἁπάντων·
- καί μοι ὑποστήτω ὅσσον βασιλεύτερός εἰμι
- ἠδʼ ὅσσον γενεῇ προγενέστερος εὔχομαι εἶναι.
- τὸν δʼ ἠμείβετʼ ἔπειτα Γερήνιος ἱππότα Νέστωρ·
- Ἀτρεΐδη κύδιστε ἄναξ ἀνδρῶν Ἀγάμεμνον
- δῶρα μὲν οὐκέτʼ ὀνοστὰ διδοῖς Ἀχιλῆϊ ἄνακτι·
- ἀλλʼ ἄγετε κλητοὺς ὀτρύνομεν, οἵ κε τάχιστα
- ἔλθωσʼ ἐς κλισίην Πηληϊάδεω Ἀχιλῆος.
- εἰ δʼ ἄγε τοὺς ἂν ἐγὼ ἐπιόψομαι οἳ δὲ πιθέσθων.
- Φοῖνιξ μὲν πρώτιστα Διῒ φίλος ἡγησάσθω,
- αὐτὰρ ἔπειτʼ Αἴας τε μέγας καὶ δῖος Ὀδυσσεύς·
- κηρύκων δʼ Ὀδίος τε καὶ Εὐρυβάτης ἅμʼ ἑπέσθων.
- φέρτε δὲ χερσὶν ὕδωρ, εὐφημῆσαί τε κέλεσθε,
- ὄφρα Διὶ Κρονίδῃ ἀρησόμεθʼ, αἴ κʼ ἐλεήσῃ.
- ὣς φάτο, τοῖσι δὲ πᾶσιν ἑαδότα μῦθον ἔειπεν.
- αὐτίκα κήρυκες μὲν ὕδωρ ἐπὶ χεῖρας ἔχευαν,
- κοῦροι δὲ κρητῆρας ἐπεστέψαντο ποτοῖο,
- νώμησαν δʼ ἄρα πᾶσιν ἐπαρξάμενοι δεπάεσσιν.
- αὐτὰρ ἐπεὶ σπεῖσάν τʼ ἔπιόν θʼ ὅσον ἤθελε θυμός,
- ὁρμῶντʼ ἐκ κλισίης Ἀγαμέμνονος Ἀτρεΐδαο.
- τοῖσι δὲ πόλλʼ ἐπέτελλε Γερήνιος ἱππότα Νέστωρ
- δενδίλλων ἐς ἕκαστον, Ὀδυσσῆϊ δὲ μάλιστα,
- πειρᾶν ὡς πεπίθοιεν ἀμύμονα Πηλεΐωνα.
- τὼ δὲ βάτην παρὰ θῖνα πολυφλοίσβοιο θαλάσσης
- πολλὰ μάλʼ εὐχομένω γαιηόχῳ ἐννοσιγαίῳ
- ῥηϊδίως πεπιθεῖν μεγάλας φρένας Αἰακίδαο.
- Μυρμιδόνων δʼ ἐπί τε κλισίας καὶ νῆας ἱκέσθην,
- τὸν δʼ εὗρον φρένα τερπόμενον φόρμιγγι λιγείῃ
- καλῇ δαιδαλέῃ, ἐπὶ δʼ ἀργύρεον ζυγὸν ἦεν,
- τὴν ἄρετʼ ἐξ ἐνάρων πόλιν Ἠετίωνος ὀλέσσας·
- τῇ ὅ γε θυμὸν ἔτερπεν, ἄειδε δʼ ἄρα κλέα ἀνδρῶν.
- Πάτροκλος δέ οἱ οἶος ἐναντίος ἧστο σιωπῇ,
- δέγμενος Αἰακίδην ὁπότε λήξειεν ἀείδων,
- τὼ δὲ βάτην προτέρω, ἡγεῖτο δὲ δῖος Ὀδυσσεύς,
- στὰν δὲ πρόσθʼ αὐτοῖο· ταφὼν δʼ ἀνόρουσεν Ἀχιλλεὺς
- αὐτῇ σὺν φόρμιγγι λιπὼν ἕδος ἔνθα θάασσεν.
- ὣς δʼ αὔτως Πάτροκλος, ἐπεὶ ἴδε φῶτας, ἀνέστη.
- τὼ καὶ δεικνύμενος προσέφη πόδας ὠκὺς Ἀχιλλεύς·
- χαίρετον· ἦ φίλοι ἄνδρες ἱκάνετον ἦ τι μάλα χρεώ,
- οἵ μοι σκυζομένῳ περ Ἀχαιῶν φίλτατοί ἐστον.
- ὣς ἄρα φωνήσας προτέρω ἄγε δῖος Ἀχιλλεύς,
- εἷσεν δʼ ἐν κλισμοῖσι τάπησί τε πορφυρέοισιν.
- αἶψα δὲ Πάτροκλον προσεφώνεεν ἐγγὺς ἐόντα·
- μείζονα δὴ κρητῆρα Μενοιτίου υἱὲ καθίστα,
- ζωρότερον δὲ κέραιε, δέπας δʼ ἔντυνον ἑκάστῳ·
- οἳ γὰρ φίλτατοι ἄνδρες ἐμῷ ὑπέασι μελάθρῳ.
- ὣς φάτο, Πάτροκλος δὲ φίλῳ ἐπεπείθεθʼ ἑταίρῳ.
- αὐτὰρ ὅ γε κρεῖον μέγα κάββαλεν ἐν πυρὸς αὐγῇ,
- ἐν δʼ ἄρα νῶτον ἔθηκʼ ὄϊος καὶ πίονος αἰγός,
- ἐν δὲ συὸς σιάλοιο ῥάχιν τεθαλυῖαν ἀλοιφῇ.
- τῷ δʼ ἔχεν Αὐτομέδων, τάμνεν δʼ ἄρα δῖος Ἀχιλλεύς.
- καὶ τὰ μὲν εὖ μίστυλλε καὶ ἀμφʼ ὀβελοῖσιν ἔπειρε,
- πῦρ δὲ Μενοιτιάδης δαῖεν μέγα ἰσόθεος φώς.
- αὐτὰρ ἐπεὶ κατὰ πῦρ ἐκάη καὶ φλὸξ ἐμαράνθη,
- ἀνθρακιὴν στορέσας ὀβελοὺς ἐφύπερθε τάνυσσε,
- πάσσε δʼ ἁλὸς θείοιο κρατευτάων ἐπαείρας.
- αὐτὰρ ἐπεί ῥʼ ὤπτησε καὶ εἰν ἐλεοῖσιν ἔχευε,
- Πάτροκλος μὲν σῖτον ἑλὼν ἐπένειμε τραπέζῃ
- καλοῖς ἐν κανέοισιν, ἀτὰρ κρέα νεῖμεν Ἀχιλλεύς.
- αὐτὸς δʼ ἀντίον ἷζεν Ὀδυσσῆος θείοιο
- τοίχου τοῦ ἑτέροιο, θεοῖσι δὲ θῦσαι ἀνώγει
- Πάτροκλον ὃν ἑταῖρον· ὃ δʼ ἐν πυρὶ βάλλε θυηλάς.