Iliad
Homer
Homer. Homeri Opera, Volumes 1-2. Monro, D. B. (David Binning), editor; Allen, Thomas W. (Thomas William), editor. Oxford: Clarendon Press, 1908-1920.
- εἰς Ἀγαμέμνονα δῖον ἄγον κεχαρηότα νίκῃ.
- οἳ δʼ ὅτε δὴ κλισίῃσιν ἐν Ἀτρεΐδαο γένοντο,
- τοῖσι δὲ βοῦν ἱέρευσεν ἄναξ ἀνδρῶν Ἀγαμέμνων
- ἄρσενα πενταέτηρον ὑπερμενέϊ Κρονίωνι.
- τὸν δέρον ἀμφί θʼ ἕπον, καί μιν διέχευαν ἅπαντα,
- μίστυλλόν τʼ ἄρʼ ἐπισταμένως πεῖράν τʼ ὀβελοῖσιν,
- ὄπτησάν τε περιφραδέως, ἐρύσαντό τε πάντα.
- αὐτὰρ ἐπεὶ παύσαντο πόνου τετύκοντό τε δαῖτα,
- δαίνυντʼ, οὐδέ τι θυμὸς ἐδεύετο δαιτὸς ἐΐσης·
- νώτοισιν δʼ Αἴαντα διηνεκέεσσι γέραιρεν
- ἥρως Ἀτρεΐδης εὐρὺ κρείων Ἀγαμέμνων.
- αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο,
- τοῖς ὁ γέρων πάμπρωτος ὑφαίνειν ἤρχετο μῆτιν
- Νέστωρ, οὗ καὶ πρόσθεν ἀρίστη φαίνετο βουλή·
- ὅ σφιν ἐϋφρονέων ἀγορήσατο καὶ μετέειπεν·
- Ἀτρεΐδη τε καὶ ἄλλοι ἀριστῆες Παναχαιῶν,
- πολλοὶ γὰρ τεθνᾶσι κάρη κομόωντες Ἀχαιοί,
- τῶν νῦν αἷμα κελαινὸν ἐΰρροον ἀμφὶ Σκάμανδρον
- ἐσκέδασʼ ὀξὺς Ἄρης, ψυχαὶ δʼ Ἄϊδος δὲ κατῆλθον·
- τώ σε χρὴ πόλεμον μὲν ἅμʼ ἠοῖ παῦσαι Ἀχαιῶν,
- αὐτοὶ δʼ ἀγρόμενοι κυκλήσομεν ἐνθάδε νεκροὺς
- βουσὶ καὶ ἡμιόνοισιν· ἀτὰρ κατακήομεν αὐτοὺς
- τυτθὸν ἀπὸ πρὸ νεῶν, ὥς κʼ ὀστέα παισὶν ἕκαστος
- οἴκαδʼ ἄγῃ ὅτʼ ἂν αὖτε νεώμεθα πατρίδα γαῖαν.
- τύμβον δʼ ἀμφὶ πυρὴν ἕνα χεύομεν ἐξαγαγόντες
- ἄκριτον ἐκ πεδίου· ποτὶ δʼ αὐτὸν δείμομεν ὦκα
- πύργους ὑψηλοὺς εἶλαρ νηῶν τε καὶ αὐτῶν.
- ἐν δʼ αὐτοῖσι πύλας ποιήσομεν εὖ ἀραρυίας,
- ὄφρα διʼ αὐτάων ἱππηλασίη ὁδὸς εἴη·
- ἔκτοσθεν δὲ βαθεῖαν ὀρύξομεν ἐγγύθι τάφρον,
- ἥ χʼ ἵππον καὶ λαὸν ἐρυκάκοι ἀμφὶς ἐοῦσα,
- μή ποτʼ ἐπιβρίσῃ πόλεμος Τρώων ἀγερώχων.
- ὣς ἔφαθʼ, οἳ δʼ ἄρα πάντες ἐπῄνησαν βασιλῆες.
- Τρώων αὖτʼ ἀγορὴ γένετʼ Ἰλίου ἐν πόλει ἄκρῃ
- δεινὴ τετρηχυῖα, παρὰ Πριάμοιο θύρῃσι·
- τοῖσιν δʼ Ἀντήνωρ πεπνυμένος ἦρχʼ ἀγορεύειν·
- κέκλυτέ μευ Τρῶες καὶ Δάρδανοι ἠδʼ ἐπίκουροι,
- ὄφρʼ εἴπω τά με θυμὸς ἐνὶ στήθεσσι κελεύει.
- δεῦτʼ ἄγετʼ Ἀργείην Ἑλένην καὶ κτήμαθʼ ἅμʼ αὐτῇ
- δώομεν Ἀτρεΐδῃσιν ἄγειν· νῦν δʼ ὅρκια πιστὰ
- ψευσάμενοι μαχόμεσθα· τὼ οὔ νύ τι κέρδιον ἡμῖν
- ἔλπομαι ἐκτελέεσθαι, ἵνα μὴ ῥέξομεν ὧδε.
- ἤτοι ὅ γʼ ὣς εἰπὼν κατʼ ἄρʼ ἕζετο· τοῖσι δʼ ἀνέστη
- δῖος Ἀλέξανδρος Ἑλένης πόσις ἠϋκόμοιο,
- ὅς μιν ἀμειβόμενος ἔπεα πτερόεντα προσηύδα·
- Ἀντῆνορ σὺ μὲν οὐκέτʼ ἐμοὶ φίλα ταῦτʼ ἀγορεύεις·
- οἶσθα καὶ ἄλλον μῦθον ἀμείνονα τοῦδε νοῆσαι.
- εἰ δʼ ἐτεὸν δὴ τοῦτον ἀπὸ σπουδῆς ἀγορεύεις,
- ἐξ ἄρα δή τοι ἔπειτα θεοὶ φρένας ὤλεσαν αὐτοί.
- αὐτὰρ ἐγὼ Τρώεσσι μεθʼ ἱπποδάμοις ἀγορεύσω·
- ἀντικρὺ δʼ ἀπόφημι γυναῖκα μὲν οὐκ ἀποδώσω·
- κτήματα δʼ ὅσσʼ ἀγόμην ἐξ Ἄργεος ἡμέτερον δῶ
- πάντʼ ἐθέλω δόμεναι καὶ οἴκοθεν ἄλλʼ ἐπιθεῖναι.
- ἤτοι ὅ γʼ ὣς εἰπὼν κατʼ ἄρʼ ἕζετο· τοῖσι δʼ ἀνέστη
- Δαρδανίδης Πρίαμος, θεόφιν μήστωρ ἀτάλαντος,
- ὅ σφιν ἐϋφρονέων ἀγορήσατο καὶ μετέειπε·
- κέκλυτέ μευ Τρῶες καὶ Δάρδανοι ἠδʼ ἐπίκουροι,
- ὄφρʼ εἴπω τά με θυμὸς ἐνὶ στήθεσσι κελεύει.
- νῦν μὲν δόρπον ἕλεσθε κατὰ πτόλιν ὡς τὸ πάρος περ,
- καὶ φυλακῆς μνήσασθε καὶ ἐγρήγορθε ἕκαστος·
- ἠῶθεν δʼ Ἰδαῖος ἴτω κοίλας ἐπὶ νῆας
- εἰπέμεν Ἀτρεΐδῃς Ἀγαμέμνονι καὶ Μενελάῳ
- μῦθον Ἀλεξάνδροιο, τοῦ εἵνεκα νεῖκος ὄρωρε·
- καὶ δὲ τόδʼ εἰπέμεναι πυκινὸν ἔπος, αἴ κʼ ἐθέλωσι
- παύσασθαι πολέμοιο δυσηχέος, εἰς ὅ κε νεκροὺς
- κήομεν· ὕστερον αὖτε μαχησόμεθʼ εἰς ὅ κε δαίμων
- ἄμμε διακρίνῃ, δώῃ δʼ ἑτέροισί γε νίκην.
- ὣς ἔφαθʼ, οἳ δʼ ἄρα τοῦ μάλα μὲν κλύον ἠδʼ ἐπίθοντο·
- δόρπον ἔπειθʼ εἵλοντο κατὰ στρατὸν ἐν τελέεσσιν·
- ἠῶθεν δʼ Ἰδαῖος ἔβη κοίλας ἐπὶ νῆας·
- τοὺς δʼ εὗρʼ εἰν ἀγορῇ Δαναοὺς θεράποντας Ἄρηος
- νηῒ πάρα πρύμνῃ Ἀγαμέμνονος· αὐτὰρ ὃ τοῖσι
- στὰς ἐν μέσσοισιν μετεφώνεεν ἠπύτα κῆρυξ·
- Ἀτρεΐδη τε καὶ ἄλλοι ἀριστῆες Παναχαιῶν
- ἠνώγει Πρίαμός τε καὶ ἄλλοι Τρῶες ἀγαυοὶ
- εἰπεῖν, αἴ κέ περ ὔμμι φίλον καὶ ἡδὺ γένοιτο,
- μῦθον Ἀλεξάνδροιο, τοῦ εἵνεκα νεῖκος ὄρωρε·
- κτήματα μὲν ὅσʼ Ἀλέξανδρος κοίλῃς ἐνὶ νηυσὶν
- ἠγάγετο Τροίηνδʼ· ὡς πρὶν ὤφελλʼ ἀπολέσθαι·
- πάντʼ ἐθέλει δόμεναι καὶ οἴκοθεν ἄλλʼ ἐπιθεῖναι·
- κουριδίην δʼ ἄλοχον Μενελάου κυδαλίμοιο
- οὔ φησιν δώσειν· ἦ μὴν Τρῶές γε κέλονται.
- καὶ δὲ τόδʼ ἠνώγεον εἰπεῖν ἔπος αἴ κʼ ἐθέλητε
- παύσασθαι πολέμοιο δυσηχέος εἰς ὅ κε νεκροὺς
- κήομεν· ὕστερον αὖτε μαχησόμεθʼ εἰς ὅ κε δαίμων
- ἄμμε διακρίνῃ, δώῃ δʼ ἑτέροισί γε νίκην.
- ὣς ἔφαθʼ, οἳ δʼ ἄρα πάντες ἀκὴν ἐγένοντο σιωπῇ·
- ὀψὲ δὲ δὴ μετέειπε βοὴν ἀγαθὸς Διομήδης·
- μήτʼ ἄρ τις νῦν κτήματʼ Ἀλεξάνδροιο δεχέσθω
- μήθʼ Ἑλένην· γνωτὸν δὲ καὶ ὃς μάλα νήπιός ἐστιν
- ὡς ἤδη Τρώεσσιν ὀλέθρου πείρατʼ ἐφῆπται.
- ὣς ἔφαθʼ, οἳ δʼ ἄρα πάντες ἐπίαχον υἷες Ἀχαιῶν
- μῦθον ἀγασσάμενοι Διομήδεος ἱπποδάμοιο·
- καὶ τότʼ ἄρʼ Ἰδαῖον προσέφη κρείων Ἀγαμέμνων·
- Ἰδαῖʼ ἤτοι μῦθον Ἀχαιῶν αὐτὸς ἀκούεις
- ὥς τοι ὑποκρίνονται· ἐμοὶ δʼ ἐπιανδάνει οὕτως
- ἀμφὶ δὲ νεκροῖσιν κατακαιέμεν οὔ τι μεγαίρω·
- οὐ γάρ τις φειδὼ νεκύων κατατεθνηώτων
- γίγνετʼ ἐπεί κε θάνωσι πυρὸς μειλισσέμεν ὦκα.
- ὅρκια δὲ Ζεὺς ἴστω ἐρίγδουπος πόσις Ἥρης.
- ὣς εἰπὼν τὸ σκῆπτρον ἀνέσχεθε πᾶσι θεοῖσιν,
- ἄψορρον δʼ Ἰδαῖος ἔβη προτὶ Ἴλιον ἱρήν.
- οἳ δʼ ἕατʼ εἰν ἀγορῇ Τρῶες καὶ Δαρδανίωνες
- πάντες ὁμηγερέες, ποτιδέγμενοι ὁππότʼ ἄρʼ ἔλθοι
- Ἰδαῖος· ὃ δʼ ἄρʼ ἦλθε καὶ ἀγγελίην ἀπέειπε
- στὰς ἐν μέσσοισιν· τοὶ δʼ ὁπλίζοντο μάλʼ ὦκα,
- ἀμφότερον νέκυάς τʼ ἀγέμεν ἕτεροι δὲ μεθʼ ὕλην·
- Ἀργεῖοι δʼ ἑτέρωθεν ἐϋσσέλμων ἀπὸ νηῶν
- ὀτρύνοντο νέκυς τʼ ἀγέμεν, ἕτεροι δὲ μεθʼ ὕλην.
- Ἠέλιος μὲν ἔπειτα νέον προσέβαλλεν ἀρούρας
- ἐξ ἀκαλαρρείταο βαθυρρόου Ὠκεανοῖο
- οὐρανὸν εἰσανιών· οἳ δʼ ἤντεον ἀλλήλοισιν.
- ἔνθα διαγνῶναι χαλεπῶς ἦν ἄνδρα ἕκαστον·
- ἀλλʼ ὕδατι νίζοντες ἄπο βρότον αἱματόεντα
- δάκρυα θερμὰ χέοντες ἀμαξάων ἐπάειραν.
- οὐδʼ εἴα κλαίειν Πρίαμος μέγας· οἳ δὲ σιωπῇ
- νεκροὺς πυρκαϊῆς ἐπινήνεον ἀχνύμενοι κῆρ,
- ἐν δὲ πυρὶ πρήσαντες ἔβαν προτὶ Ἴλιον ἱρήν.
- ὣς δʼ αὔτως ἑτέρωθεν ἐϋκνήμιδες Ἀχαιοὶ
- νεκροὺς πυρκαϊῆς ἐπινήνεον ἀχνύμενοι κῆρ,
- ἐν δὲ πυρὶ πρήσαντες ἔβαν κοίλας ἐπὶ νῆας.
- ἦμος δʼ οὔτʼ ἄρ πω ἠώς, ἔτι δʼ ἀμφιλύκη νύξ,
- τῆμος ἄρʼ ἀμφὶ πυρὴν κριτὸς ἔγρετο λαὸς Ἀχαιῶν,
- τύμβον δʼ ἀμφʼ αὐτὴν ἕνα ποίεον ἐξαγαγόντες
- ἄκριτον ἐκ πεδίου, ποτὶ δʼ αὐτὸν τεῖχος ἔδειμαν
- πύργους θʼ ὑψηλούς, εἶλαρ νηῶν τε καὶ αὐτῶν.
- ἐν δʼ αὐτοῖσι πύλας ἐνεποίεον εὖ ἀραρυίας,
- ὄφρα διʼ αὐτάων ἱππηλασίη ὁδὸς εἴη·
- ἔκτοσθεν δὲ βαθεῖαν ἐπʼ αὐτῷ τάφρον ὄρυξαν
- εὐρεῖαν μεγάλην, ἐν δὲ σκόλοπας κατέπηξαν.
- ὣς οἳ μὲν πονέοντο κάρη κομόωντες Ἀχαιοί·
- οἳ δὲ θεοὶ πὰρ Ζηνὶ καθήμενοι ἀστεροπητῇ
- θηεῦντο μέγα ἔργον Ἀχαιῶν χαλκοχιτώνων.
- τοῖσι δὲ μύθων ἦρχε Ποσειδάων ἐνοσίχθων·
- Ζεῦ πάτερ, ἦ ῥά τίς ἐστι βροτῶν ἐπʼ ἀπείρονα γαῖαν
- ὅς τις ἔτʼ ἀθανάτοισι νόον καὶ μῆτιν ἐνίψει;
- οὐχ ὁράᾳς ὅτι δʼ αὖτε κάρη κομόωντες Ἀχαιοὶ
- τεῖχος ἐτειχίσσαντο νεῶν ὕπερ, ἀμφὶ δὲ τάφρον
- ἤλασαν, οὐδὲ θεοῖσι δόσαν κλειτὰς ἑκατόμβας;
- τοῦ δʼ ἤτοι κλέος ἔσται ὅσον τʼ ἐπικίδναται ἠώς·
- τοῦ δʼ ἐπιλήσονται τὸ ἐγὼ καὶ Φοῖβος Ἀπόλλων
- ἥρῳ Λαομέδοντι πολίσσαμεν ἀθλήσαντε.
- τὸν δὲ μέγʼ ὀχθήσας προσέφη νεφεληγερέτα Ζεύς·
- ὢ πόποι ἐννοσίγαιʼ εὐρυσθενές, οἷον ἔειπες.
- ἄλλός κέν τις τοῦτο θεῶν δείσειε νόημα,
- ὃς σέο πολλὸν ἀφαυρότερος χεῖράς τε μένος τε·
- σὸν δʼ ἤτοι κλέος ἔσται ὅσον τʼ ἐπικίδναται ἠώς.
- ἄγρει μὰν ὅτʼ ἂν αὖτε κάρη κομόωντες Ἀχαιοὶ
- οἴχωνται σὺν νηυσὶ φίλην ἐς πατρίδα γαῖαν
- τεῖχος ἀναρρήξας τὸ μὲν εἰς ἅλα πᾶν καταχεῦαι,
- αὖτις δʼ ἠϊόνα μεγάλην ψαμάθοισι καλύψαι,
- ὥς κέν τοι μέγα τεῖχος ἀμαλδύνηται Ἀχαιῶν.
- ὣς οἳ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον,
- δύσετο δʼ ἠέλιος, τετέλεστο δὲ ἔργον Ἀχαιῶν,
- βουφόνεον δὲ κατὰ κλισίας καὶ δόρπον ἕλοντο.
- νῆες δʼ ἐκ Λήμνοιο παρέσταν οἶνον ἄγουσαι
- πολλαί, τὰς προέηκεν Ἰησονίδης Εὔνηος,
- τόν ῥʼ ἔτεχʼ Ὑψιπύλη ὑπʼ Ἰήσονι ποιμένι λαῶν.
- χωρὶς δʼ Ἀτρεΐδῃς Ἀγαμέμνονι καὶ Μενελάῳ
- δῶκεν Ἰησονίδης ἀγέμεν μέθυ χίλια μέτρα.
- ἔνθεν οἰνίζοντο κάρη κομόωντες Ἀχαιοί,
- ἄλλοι μὲν χαλκῷ, ἄλλοι δʼ αἴθωνι σιδήρῳ,
- ἄλλοι δὲ ῥινοῖς, ἄλλοι δʼ αὐτῇσι βόεσσιν,
- ἄλλοι δʼ ἀνδραπόδεσσι· τίθεντο δὲ δαῖτα θάλειαν.
- παννύχιοι μὲν ἔπειτα κάρη κομόωντες Ἀχαιοὶ
- δαίνυντο, Τρῶες δὲ κατὰ πτόλιν ἠδʼ ἐπίκουροι·
- παννύχιος δέ σφιν κακὰ μήδετο μητίετα Ζεὺς
- σμερδαλέα κτυπέων· τοὺς δὲ χλωρὸν δέος ᾕρει·
- οἶνον δʼ ἐκ δεπάων χαμάδις χέον, οὐδέ τις ἔτλη
- πρὶν πιέειν πρὶν λεῖψαι ὑπερμενέϊ Κρονίωνι.
- κοιμήσαντʼ ἄρʼ ἔπειτα καὶ ὕπνου δῶρον ἕλοντο.
- Ἠὼς μὲν κροκόπεπλος ἐκίδνατο πᾶσαν ἐπʼ αἶαν,
- Ζεὺς δὲ θεῶν ἀγορὴν ποιήσατο τερπικέραυνος
- ἀκροτάτῃ κορυφῇ πολυδειράδος Οὐλύμποιο·
- αὐτὸς δέ σφʼ ἀγόρευε, θεοὶ δʼ ὑπὸ πάντες ἄκουον·
- κέκλυτέ μευ πάντές τε θεοὶ πᾶσαί τε θέαιναι,
- ὄφρʼ εἴπω τά με θυμὸς ἐνὶ στήθεσσι κελεύει.
- μήτέ τις οὖν θήλεια θεὸς τό γε μήτέ τις ἄρσην
- πειράτω διακέρσαι ἐμὸν ἔπος, ἀλλʼ ἅμα πάντες
- αἰνεῖτʼ, ὄφρα τάχιστα τελευτήσω τάδε ἔργα.
- ὃν δʼ ἂν ἐγὼν ἀπάνευθε θεῶν ἐθέλοντα νοήσω
- ἐλθόντʼ ἢ Τρώεσσιν ἀρηγέμεν ἢ Δαναοῖσι
- πληγεὶς οὐ κατὰ κόσμον ἐλεύσεται Οὔλυμπον δέ·
- ἤ μιν ἑλὼν ῥίψω ἐς Τάρταρον ἠερόεντα
- τῆλε μάλʼ, ἧχι βάθιστον ὑπὸ χθονός ἐστι βέρεθρον,
- ἔνθα σιδήρειαί τε πύλαι καὶ χάλκεος οὐδός,
- τόσσον ἔνερθʼ Ἀΐδεω ὅσον οὐρανός ἐστʼ ἀπὸ γαίης·
- γνώσετʼ ἔπειθʼ ὅσον εἰμὶ θεῶν κάρτιστος ἁπάντων.
- εἰ δʼ ἄγε πειρήσασθε θεοὶ ἵνα εἴδετε πάντες·
- σειρὴν χρυσείην ἐξ οὐρανόθεν κρεμάσαντες
- πάντές τʼ ἐξάπτεσθε θεοὶ πᾶσαί τε θέαιναι·
- ἀλλʼ οὐκ ἂν ἐρύσαιτʼ ἐξ οὐρανόθεν πεδίον δὲ
- Ζῆνʼ ὕπατον μήστωρʼ, οὐδʼ εἰ μάλα πολλὰ κάμοιτε.
- ἀλλʼ ὅτε δὴ καὶ ἐγὼ πρόφρων ἐθέλοιμι ἐρύσσαι,
- αὐτῇ κεν γαίῃ ἐρύσαιμʼ αὐτῇ τε θαλάσσῃ·
- σειρὴν μέν κεν ἔπειτα περὶ ῥίον Οὐλύμποιο
- δησαίμην, τὰ δέ κʼ αὖτε μετήορα πάντα γένοιτο.
- τόσσον ἐγὼ περί τʼ εἰμὶ θεῶν περί τʼ εἴμʼ ἀνθρώπων.
- ὣς ἔφαθʼ, οἱ δʼ ἄρα πάντες ἀκὴν ἐγένοντο σιωπῇ
- μῦθον ἀγασσάμενοι· μάλα γὰρ κρατερῶς ἀγόρευσεν.
- ὀψὲ δὲ δὴ μετέειπε θεὰ γλαυκῶπις Ἀθήνη·
- ὦ πάτερ ἡμέτερε Κρονίδη ὕπατε κρειόντων
- εὖ νυ καὶ ἡμεῖς ἴδμεν ὅ τοι σθένος οὐκ ἐπιεικτόν·
- ἀλλʼ ἔμπης Δαναῶν ὀλοφυρόμεθʼ αἰχμητάων,
- οἵ κεν δὴ κακὸν οἶτον ἀναπλήσαντες ὄλωνται.
- ἀλλʼ ἤτοι πολέμου μὲν ἀφεξόμεθʼ ὡς σὺ κελεύεις·
- βουλὴν δʼ Ἀργείοις ὑποθησόμεθʼ ἥ τις ὀνήσει,
- ὡς μὴ πάντες ὄλωνται ὀδυσσαμένοιο τεοῖο.
- τὴν δʼ ἐπιμειδήσας προσέφη νεφεληγερέτα Ζεύς·
- θάρσει Τριτογένεια φίλον τέκος· οὔ νύ τι θυμῷ
- πρόφρονι μυθέομαι, ἐθέλω δέ τοι ἤπιος εἶναι.
- ὣς εἰπὼν ὑπʼ ὄχεσφι τιτύσκετο χαλκόποδʼ ἵππω
- ὠκυπέτα χρυσέῃσιν ἐθείρῃσιν κομόωντε,
- χρυσὸν δʼ αὐτὸς ἔδυνε περὶ χροΐ, γέντο δʼ ἱμάσθλην
- χρυσείην εὔτυκτον, ἑοῦ δʼ ἐπεβήσετο δίφρου,
- μάστιξεν δʼ ἐλάαν· τὼ δʼ οὐκ ἀέκοντε πετέσθην
- μεσσηγὺς γαίης τε καὶ οὐρανοῦ ἀστερόεντος.
- Ἴδην δʼ ἵκανεν πολυπίδακα μητέρα θηρῶν
- Γάργαρον, ἔνθά τέ οἱ τέμενος βωμός τε θυήεις.
- ἔνθʼ ἵππους ἔστησε πατὴρ ἀνδρῶν τε θεῶν τε
- λύσας ἐξ ὀχέων, κατὰ δʼ ἠέρα πουλὺν ἔχευεν.
- αὐτὸς δʼ ἐν κορυφῇσι καθέζετο κύδεϊ γαίων
- εἰσορόων Τρώων τε πόλιν καὶ νῆας Ἀχαιῶν.
- οἳ δʼ ἄρα δεῖπνον ἕλοντο κάρη κομόωντες Ἀχαιοὶ
- ῥίμφα κατὰ κλισίας, ἀπὸ δʼ αὐτοῦ θωρήσσοντο.
- Τρῶες δʼ αὖθʼ ἑτέρωθεν ἀνὰ πτόλιν ὁπλίζοντο
- παυρότεροι· μέμασαν δὲ καὶ ὧς ὑσμῖνι μάχεσθαι
- χρειοῖ ἀναγκαίῃ, πρό τε παίδων καὶ πρὸ γυναικῶν.
- πᾶσαι δʼ ὠΐγνυντο πύλαι, ἐκ δʼ ἔσσυτο λαός,
- πεζοί θʼ ἱππῆές τε· πολὺς δʼ ὀρυμαγδὸς ὀρώρει.
- οἳ δʼ ὅτε δή ῥʼ ἐς χῶρον ἕνα ξυνιόντες ἵκοντο
- σύν ῥʼ ἔβαλον ῥινούς, σὺν δʼ ἔγχεα καὶ μένεʼ ἀνδρῶν
- χαλκεοθωρήκων· ἀτὰρ ἀσπίδες ὀμφαλόεσσαι
- ἔπληντʼ ἀλλήλῃσι, πολὺς δʼ ὀρυμαγδὸς ὀρώρει.
- ἔνθα δʼ ἅμʼ οἰμωγή τε καὶ εὐχωλὴ πέλεν ἀνδρῶν
- ὀλλύντων τε καὶ ὀλλυμένων, ῥέε δʼ αἵματι γαῖα.
- ὄφρα μὲν ἠὼς ἦν καὶ ἀέξετο ἱερὸν ἦμαρ,
- τόφρα μάλʼ ἀμφοτέρων βέλεʼ ἥπτετο, πῖπτε δὲ λαός.
- ἦμος δʼ Ἠέλιος μέσον οὐρανὸν ἀμφιβεβήκει,
- καὶ τότε δὴ χρύσεια πατὴρ ἐτίταινε τάλαντα·
- ἐν δʼ ἐτίθει δύο κῆρε τανηλεγέος θανάτοιο
- Τρώων θʼ ἱπποδάμων καὶ Ἀχαιῶν χαλκοχιτώνων,
- ἕλκε δὲ μέσσα λαβών· ῥέπε δʼ αἴσιμον ἦμαρ Ἀχαιῶν.
- αἳ μὲν Ἀχαιῶν κῆρες ἐπὶ χθονὶ πουλυβοτείρῃ
- ἑζέσθην, Τρώων δὲ πρὸς οὐρανὸν εὐρὺν ἄερθεν·
- αὐτὸς δʼ ἐξ Ἴδης μεγάλʼ ἔκτυπε, δαιόμενον δὲ
- ἧκε σέλας μετὰ λαὸν Ἀχαιῶν· οἳ δὲ ἰδόντες
- θάμβησαν, καὶ πάντας ὑπὸ χλωρὸν δέος εἷλεν.
- ἔνθʼ οὔτʼ Ἰδομενεὺς τλῆ μίμνειν οὔτʼ Ἀγαμέμνων,
- οὔτε δύʼ Αἴαντες μενέτην θεράποντες Ἄρηος·
- Νέστωρ οἶος ἔμιμνε Γερήνιος οὖρος Ἀχαιῶν
- οὔ τι ἑκών, ἀλλʼ ἵππος ἐτείρετο, τὸν βάλεν ἰῷ
- δῖος Ἀλέξανδρος Ἑλένης πόσις ἠϋκόμοιο
- ἄκρην κὰκ κορυφήν, ὅθι τε πρῶται τρίχες ἵππων
- κρανίῳ ἐμπεφύασι, μάλιστα δὲ καίριόν ἐστιν.
- ἀλγήσας δʼ ἀνέπαλτο, βέλος δʼ εἰς ἐγκέφαλον δῦ,
- σὺν δʼ ἵππους ἐτάραξε κυλινδόμενος περὶ χαλκῷ.
- ὄφρʼ ὁ γέρων ἵπποιο παρηορίας ἀπέταμνε
- φασγάνῳ ἀΐσσων, τόφρʼ Ἕκτορος ὠκέες ἵπποι
- ἦλθον ἀνʼ ἰωχμὸν θρασὺν ἡνίοχον φορέοντες
- Ἕκτορα· καί νύ κεν ἔνθʼ ὁ γέρων ἀπὸ θυμὸν ὄλεσσεν
- εἰ μὴ ἄρʼ ὀξὺ νόησε βοὴν ἀγαθὸς Διομήδης·
- σμερδαλέον δʼ ἐβόησεν ἐποτρύνων Ὀδυσῆα·
- διογενὲς Λαερτιάδη πολυμήχανʼ Ὀδυσσεῦ
- πῇ φεύγεις μετὰ νῶτα βαλὼν κακὸς ὣς ἐν ὁμίλῳ;
- μή τίς τοι φεύγοντι μεταφρένῳ ἐν δόρυ πήξῃ·
- ἀλλὰ μένʼ ὄφρα γέροντος ἀπώσομεν ἄγριον ἄνδρα.
- ὣς ἔφατʼ, οὐδʼ ἐσάκουσε πολύτλας δῖος Ὀδυσσεύς,
- ἀλλὰ παρήϊξεν κοίλας ἐπὶ νῆας Ἀχαιῶν.
- Τυδεΐδης δʼ αὐτός περ ἐὼν προμάχοισιν ἐμίχθη,
- στῆ δὲ πρόσθʼ ἵππων Νηληϊάδαο γέροντος,
- καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα·
- ὦ γέρον ἦ μάλα δή σε νέοι τείρουσι μαχηταί,
- σὴ δὲ βίη λέλυται, χαλεπὸν δέ σε γῆρας ὀπάζει,
- ἠπεδανὸς δέ νύ τοι θεράπων, βραδέες δέ τοι ἵπποι.
- ἀλλʼ ἄγʼ ἐμῶν ὀχέων ἐπιβήσεο, ὄφρα ἴδηαι
- οἷοι Τρώϊοι ἵπποι ἐπιστάμενοι πεδίοιο
- κραιπνὰ μάλʼ ἔνθα καὶ ἔνθα διωκέμεν ἠδὲ φέβεσθαι,
- οὕς ποτʼ ἀπʼ Αἰνείαν ἑλόμην μήστωρε φόβοιο.
- τούτω μὲν θεράποντε κομείτων, τώδε δὲ νῶϊ
- Τρωσὶν ἐφʼ ἱπποδάμοις ἰθύνομεν, ὄφρα καὶ Ἕκτωρ
- εἴσεται εἰ καὶ ἐμὸν δόρυ μαίνεται ἐν παλάμῃσιν.
- ὣς ἔφατʼ, οὐδʼ ἀπίθησε Γερήνιος ἱππότα Νέστωρ.
- Νεστορέας μὲν ἔπειθʼ ἵππους θεράποντε κομείτην
- ἴφθιμοι Σθένελός τε καὶ Εὐρυμέδων ἀγαπήνωρ.
- τὼ δʼ εἰς ἀμφοτέρω Διομήδεος ἅρματα βήτην·
- Νέστωρ δʼ ἐν χείρεσσι λάβʼ ἡνία σιγαλόεντα,
- μάστιξεν δʼ ἵππους· τάχα δʼ Ἕκτορος ἄγχι γένοντο.
- τοῦ δʼ ἰθὺς μεμαῶτος ἀκόντισε Τυδέος υἱός·
- καὶ τοῦ μέν ῥʼ ἀφάμαρτεν, ὃ δʼ ἡνίοχον θεράποντα
- υἱὸν ὑπερθύμου Θηβαίου Ἠνιοπῆα
- ἵππων ἡνίʼ ἔχοντα βάλε στῆθος παρὰ μαζόν.
- ἤριπε δʼ ἐξ ὀχέων, ὑπερώησαν δέ οἱ ἵπποι
- ὠκύποδες· τοῦ δʼ αὖθι λύθη ψυχή τε μένος τε.
- Ἕκτορα δʼ αἰνὸν ἄχος πύκασε φρένας ἡνιόχοιο·
- τὸν μὲν ἔπειτʼ εἴασε καὶ ἀχνύμενός περ ἑταίρου
- κεῖσθαι, ὃ δʼ ἡνίοχον μέθεπε θρασύν· οὐδʼ ἄρʼ ἔτι δὴν
- ἵππω δευέσθην σημάντορος· αἶψα γὰρ εὗρεν
- Ἰφιτίδην Ἀρχεπτόλεμον θρασύν, ὅν ῥα τόθʼ ἵππων
- ὠκυπόδων ἐπέβησε, δίδου δέ οἱ ἡνία χερσίν.
- ἔνθά κε λοιγὸς ἔην καὶ ἀμήχανα ἔργα γένοντο,
- καί νύ κε σήκασθεν κατὰ Ἴλιον ἠΰτε ἄρνες,
- εἰ μὴ ἄρʼ ὀξὺ νόησε πατὴρ ἀνδρῶν τε θεῶν τε·
- βροντήσας δʼ ἄρα δεινὸν ἀφῆκʼ ἀργῆτα κεραυνόν,
- κὰδ δὲ πρόσθʼ ἵππων Διομήδεος ἧκε χαμᾶζε·
- δεινὴ δὲ φλὸξ ὦρτο θεείου καιομένοιο,
- τὼ δʼ ἵππω δείσαντε καταπτήτην ὑπʼ ὄχεσφι·
- Νέστορα δʼ ἐκ χειρῶν φύγον ἡνία σιγαλόεντα,
- δεῖσε δʼ ὅ γʼ ἐν θυμῷ, Διομήδεα δὲ προσέειπε·
- Τυδεΐδη ἄγε δʼ αὖτε φόβον δʼ ἔχε μώνυχας ἵππους.
- ἦ οὐ γιγνώσκεις ὅ τοι ἐκ Διὸς οὐχ ἕπετʼ ἀλκή;
- νῦν μὲν γὰρ τούτῳ Κρονίδης Ζεὺς κῦδος ὀπάζει
- σήμερον· ὕστερον αὖτε καὶ ἡμῖν, αἴ κʼ ἐθέλῃσι,
- δώσει· ἀνὴρ δέ κεν οὔ τι Διὸς νόον εἰρύσσαιτο
- οὐδὲ μάλʼ ἴφθιμος, ἐπεὶ ἦ πολὺ φέρτερός ἐστι.
- τὸν δʼ ἠμείβετʼ ἔπειτα βοὴν ἀγαθὸς Διομήδης·
- ναὶ δὴ ταῦτά γε πάντα γέρον κατὰ μοῖραν ἔειπες·
- ἀλλὰ τόδʼ αἰνὸν ἄχος κραδίην καὶ θυμὸν ἱκάνει·
- Ἕκτωρ γάρ ποτε φήσει ἐνὶ Τρώεσσʼ ἀγορεύων·
- Τυδεΐδης ὑπʼ ἐμεῖο φοβεύμενος ἵκετο νῆας.
- ὥς ποτʼ ἀπειλήσει· τότε μοι χάνοι εὐρεῖα χθών.
- τὸν δʼ ἠμείβετʼ ἔπειτα Γερήνιος ἱππότα Νέστωρ·
- ὤ μοι Τυδέος υἱὲ δαΐφρονος, οἷον ἔειπες.
- εἴ περ γάρ σʼ Ἕκτωρ γε κακὸν καὶ ἀνάλκιδα φήσει,
- ἀλλʼ οὐ πείσονται Τρῶες καὶ Δαρδανίωνες
- καὶ Τρώων ἄλοχοι μεγαθύμων ἀσπιστάων,
- τάων ἐν κονίῃσι βάλες θαλεροὺς παρακοίτας.
- ὣς ἄρα φωνήσας φύγαδε τράπε μώνυχας ἵππους
- αὖτις ἀνʼ ἰωχμόν· ἐπὶ δὲ Τρῶές τε καὶ Ἕκτωρ
- ἠχῇ θεσπεσίῃ βέλεα στονόεντα χέοντο.
- τῷ δʼ ἐπὶ μακρὸν ἄϋσε μέγας κορυθαίολος Ἕκτωρ·
- Τυδεΐδη περὶ μέν σε τίον Δαναοὶ ταχύπωλοι
- ἕδρῃ τε κρέασίν τε ἰδὲ πλείοις δεπάεσσι·
- νῦν δέ σʼ ἀτιμήσουσι· γυναικὸς ἄρʼ ἀντὶ τέτυξο.
- ἔρρε κακὴ γλήνη, ἐπεὶ οὐκ εἴξαντος ἐμεῖο
- πύργων ἡμετέρων ἐπιβήσεαι, οὐδὲ γυναῖκας
- ἄξεις ἐν νήεσσι· πάρος τοι δαίμονα δώσω.
- ὣς φάτο, Τυδεΐδης δὲ διάνδιχα μερμήριξεν
- ἵππους τε στρέψαι καὶ ἐναντίβιον μαχέσασθαι.
- τρὶς μὲν μερμήριξε κατὰ φρένα καὶ κατὰ θυμόν,
- τρὶς δʼ ἄρʼ ἀπʼ Ἰδαίων ὀρέων κτύπε μητίετα Ζεὺς
- σῆμα τιθεὶς Τρώεσσι μάχης ἑτεραλκέα νίκην.
- Ἕκτωρ δὲ Τρώεσσιν ἐκέκλετο μακρὸν ἀΰσας·
- Τρῶες καὶ Λύκιοι καὶ Δάρδανοι ἀγχιμαχηταὶ
- ἀνέρες ἔστε φίλοι, μνήσασθε δὲ θούριδος ἀλκῆς.
- γιγνώσκω δʼ ὅτι μοι πρόφρων κατένευσε Κρονίων
- νίκην καὶ μέγα κῦδος, ἀτὰρ Δαναοῖσί γε πῆμα·
- νήπιοι οἳ ἄρα δὴ τάδε τείχεα μηχανόωντο
- ἀβλήχρʼ οὐδενόσωρα· τὰ δʼ οὐ μένος ἁμὸν ἐρύξει·
- ἵπποι δὲ ῥέα τάφρον ὑπερθορέονται ὀρυκτήν.
- ἀλλʼ ὅτε κεν δὴ νηυσὶν ἔπι γλαφυρῇσι γένωμαι,
- μνημοσύνη τις ἔπειτα πυρὸς δηΐοιο γενέσθω,
- ὡς πυρὶ νῆας ἐνιπρήσω, κτείνω δὲ καὶ αὐτοὺς
- Ἀργείους παρὰ νηυσὶν ἀτυζομένους ὑπὸ καπνοῦ.
- ὣς εἰπὼν ἵπποισιν ἐκέκλετο φώνησέν τε·
- Ξάνθέ τε καὶ σὺ Πόδαργε καὶ Αἴθων Λάμπέ τε δῖε
- νῦν μοι τὴν κομιδὴν ἀποτίνετον, ἣν μάλα πολλὴν
- Ἀνδρομάχη θυγάτηρ μεγαλήτορος Ἠετίωνος
- ὑμῖν πὰρ προτέροισι μελίφρονα πυρὸν ἔθηκεν
- οἶνόν τʼ ἐγκεράσασα πιεῖν, ὅτε θυμὸς ἀνώγοι,
- ἢ ἐμοί, ὅς πέρ οἱ θαλερὸς πόσις εὔχομαι εἶναι.
- ἀλλʼ ἐφομαρτεῖτον καὶ σπεύδετον ὄφρα λάβωμεν
- ἀσπίδα Νεστορέην, τῆς νῦν κλέος οὐρανὸν ἵκει
- πᾶσαν χρυσείην ἔμεναι, κανόνας τε καὶ αὐτήν,
- αὐτὰρ ἀπʼ ὤμοιιν Διομήδεος ἱπποδάμοιο
- δαιδάλεον θώρηκα, τὸν Ἥφαιστος κάμε τεύχων.
- εἰ τούτω κε λάβοιμεν, ἐελποίμην κεν Ἀχαιοὺς
- αὐτονυχὶ νηῶν ἐπιβησέμεν ὠκειάων.
- ὣς ἔφατʼ εὐχόμενος, νεμέσησε δὲ πότνια Ἥρη,
- σείσατο δʼ εἰνὶ θρόνῳ, ἐλέλιξε δὲ μακρὸν Ὄλυμπον,
- καί ῥα Ποσειδάωνα μέγαν θεὸν ἀντίον ηὔδα·
- ὢ πόποι ἐννοσίγαιʼ εὐρυσθενές, οὐδέ νυ σοί περ
- ὀλλυμένων Δαναῶν ὀλοφύρεται ἐν φρεσὶ θυμός.
- οἳ δέ τοι εἰς Ἑλίκην τε καὶ Αἰγὰς δῶρʼ ἀνάγουσι
- πολλά τε καὶ χαρίεντα· σὺ δέ σφισι βούλεο νίκην.
- εἴ περ γάρ κʼ ἐθέλοιμεν, ὅσοι Δαναοῖσιν ἀρωγοί,
- Τρῶας ἀπώσασθαι καὶ ἐρυκέμεν εὐρύοπα Ζῆν,
- αὐτοῦ κʼ ἔνθʼ ἀκάχοιτο καθήμενος οἶος ἐν Ἴδῃ.
- τὴν δὲ μέγʼ ὀχθήσας προσέφη κρείων ἐνοσίχθων·
- Ἥρη ἀπτοεπὲς ποῖον τὸν μῦθον ἔειπες.
- οὐκ ἂν ἔγωγʼ ἐθέλοιμι Διὶ Κρονίωνι μάχεσθαι
- ἡμέας τοὺς ἄλλους, ἐπεὶ ἦ πολὺ φέρτερός ἐστιν.
- ὣς οἳ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον·
- τῶν δʼ ὅσον ἐκ νηῶν ἀπὸ πύργου τάφρος ἔεργε
- πλῆθεν ὁμῶς ἵππων τε καὶ ἀνδρῶν ἀσπιστάων
- εἰλομένων· εἴλει δὲ θοῷ ἀτάλαντος Ἄρηϊ
- Ἕκτωρ Πριαμίδης, ὅτε οἱ Ζεὺς κῦδος ἔδωκε.
- καί νύ κʼ ἐνέπρησεν πυρὶ κηλέῳ νῆας ἐΐσας,
- εἰ μὴ ἐπὶ φρεσὶ θῆκʼ Ἀγαμέμνονι πότνια Ἥρη
- αὐτῷ ποιπνύσαντι θοῶς ὀτρῦναι Ἀχαιούς.
- βῆ δʼ ἰέναι παρά τε κλισίας καὶ νῆας Ἀχαιῶν
- πορφύρεον μέγα φᾶρος ἔχων ἐν χειρὶ παχείῃ,
- στῆ δʼ ἐπʼ Ὀδυσσῆος μεγακήτεϊ νηῒ μελαίνῃ,
- ἥ ῥʼ ἐν μεσσάτῳ ἔσκε γεγωνέμεν ἀμφοτέρωσε,
- ἠμὲν ἐπʼ Αἴαντος κλισίας Τελαμωνιάδαο
- ἠδʼ ἐπʼ Ἀχιλλῆος, τοί ῥʼ ἔσχατα νῆας ἐΐσας
- εἴρυσαν, ἠνορέῃ πίσυνοι καὶ κάρτεϊ χειρῶν·
- ἤϋσεν δὲ διαπρύσιον Δαναοῖσι γεγωνώς·
- αἰδὼς Ἀργεῖοι, κάκʼ ἐλέγχεα, εἶδος ἀγητοί·
- πῇ ἔβαν εὐχωλαί, ὅτε δὴ φάμεν εἶναι ἄριστοι,
- ἃς ὁπότʼ ἐν Λήμνῳ κενεαυχέες ἠγοράασθε,
- ἔσθοντες κρέα πολλὰ βοῶν ὀρθοκραιράων
- πίνοντες κρητῆρας ἐπιστεφέας οἴνοιο,
- Τρώων ἄνθʼ ἑκατόν τε διηκοσίων τε ἕκαστος
- στήσεσθʼ ἐν πολέμῳ· νῦν δʼ οὐδʼ ἑνὸς ἄξιοί εἰμεν
- Ἕκτορος, ὃς τάχα νῆας ἐνιπρήσει πυρὶ κηλέῳ.
- Ζεῦ πάτερ, ἦ ῥά τινʼ ἤδη ὑπερμενέων βασιλήων
- τῇδʼ ἄτῃ ἄασας καί μιν μέγα κῦδος ἀπηύρας;
- οὐ μὲν δή ποτέ φημι τεὸν περικαλλέα βωμὸν
- νηῒ πολυκλήϊδι παρελθέμεν ἐνθάδε ἔρρων,
- ἀλλʼ ἐπὶ πᾶσι βοῶν δημὸν καὶ μηρίʼ ἔκηα
- ἱέμενος Τροίην εὐτείχεον ἐξαλαπάξαι.
- ἀλλὰ Ζεῦ τόδε πέρ μοι ἐπικρήηνον ἐέλδωρ·
- αὐτοὺς δή περ ἔασον ὑπεκφυγέειν καὶ ἀλύξαι,
- μηδʼ οὕτω Τρώεσσιν ἔα δάμνασθαι Ἀχαιούς.
- ὣς φάτο, τὸν δὲ πατὴρ ὀλοφύρατο δάκρυ χέοντα,
- νεῦσε δέ οἱ λαὸν σόον ἔμμεναι οὐδʼ ἀπολέσθαι.
- αὐτίκα δʼ αἰετὸν ἧκε τελειότατον πετεηνῶν,
- νεβρὸν ἔχοντʼ ὀνύχεσσι τέκος ἐλάφοιο ταχείης·
- πὰρ δὲ Διὸς βωμῷ περικαλλέϊ κάββαλε νεβρόν,
- ἔνθα πανομφαίῳ Ζηνὶ ῥέζεσκον Ἀχαιοί.
- οἳ δʼ ὡς οὖν εἴδονθʼ ὅ τʼ ἄρʼ ἐκ Διὸς ἤλυθεν ὄρνις,
- μᾶλλον ἐπὶ Τρώεσσι θόρον, μνήσαντο δὲ χάρμης.
- ἔνθʼ οὔ τις πρότερος Δαναῶν πολλῶν περ ἐόντων
- εὔξατο Τυδεΐδαο πάρος σχέμεν ὠκέας ἵππους
- τάφρου τʼ ἐξελάσαι καὶ ἐναντίβιον μαχέσασθαι,
- ἀλλὰ πολὺ πρῶτος Τρώων ἕλεν ἄνδρα κορυστὴν
- Φραδμονίδην Ἀγέλαον· ὃ μὲν φύγαδʼ ἔτραπεν ἵππους·
- τῷ δὲ μεταστρεφθέντι μεταφρένῳ ἐν δόρυ πῆξεν
- ὤμων μεσσηγύς, διὰ δὲ στήθεσφιν ἔλασσεν·
- ἤριπε δʼ ἐξ ὀχέων, ἀράβησε δὲ τεύχεʼ ἐπʼ αὐτῷ.
- τὸν δὲ μετʼ Ἀτρεΐδαι Ἀγαμέμνων καὶ Μενέλαος,
- τοῖσι δʼ ἐπʼ Αἴαντες θοῦριν ἐπιειμένοι ἀλκήν,
- τοῖσι δʼ ἐπʼ Ἰδομενεὺς καὶ ὀπάων Ἰδομενῆος
- Μηριόνης ἀτάλαντος Ἐνυαλίῳ ἀνδρειφόντῃ,
- τοῖσι δʼ ἐπʼ Εὐρύπυλος Εὐαίμονος ἀγλαὸς υἱός·
- Τεῦκρος δʼ εἴνατος ἦλθε παλίντονα τόξα τιταίνων,
- στῆ δʼ ἄρʼ ὑπʼ Αἴαντος σάκεϊ Τελαμωνιάδαο.
- ἔνθʼ Αἴας μὲν ὑπεξέφερεν σάκος· αὐτὰρ ὅ γʼ ἥρως
- παπτήνας, ἐπεὶ ἄρ τινʼ ὀϊστεύσας ἐν ὁμίλῳ
- βεβλήκοι, ὃ μὲν αὖθι πεσὼν ἀπὸ θυμὸν ὄλεσσεν,
- αὐτὰρ ὃ αὖτις ἰὼν πάϊς ὣς ὑπὸ μητέρα δύσκεν
- εἰς Αἴανθʼ· ὃ δέ μιν σάκεϊ κρύπτασκε φαεινῷ.
- ἔνθα τίνα πρῶτον Τρώων ἕλε Τεῦκρος ἀμύμων;
- Ὀρσίλοχον μὲν πρῶτα καὶ Ὄρμενον ἠδʼ Ὀφελέστην
- Δαίτορά τε Χρομίον τε καὶ ἀντίθεον Λυκοφόντην
- καὶ Πολυαιμονίδην Ἀμοπάονα καὶ Μελάνιππον,
- πάντας ἐπασσυτέρους πέλασε χθονὶ πουλυβοτείρῃ.
- τὸν δὲ ἰδὼν γήθησεν ἄναξ ἀνδρῶν Ἀγαμέμνων
- τόξου ἄπο κρατεροῦ Τρώων ὀλέκοντα φάλαγγας·
- στῆ δὲ παρʼ αὐτὸν ἰὼν καί μιν πρὸς μῦθον ἔειπε·
- Τεῦκρε φίλη κεφαλή, Τελαμώνιε κοίρανε λαῶν
- βάλλʼ οὕτως, αἴ κέν τι φόως Δαναοῖσι γένηαι
- πατρί τε σῷ Τελαμῶνι, ὅ σʼ ἔτρεφε τυτθὸν ἐόντα,
- καί σε νόθον περ ἐόντα κομίσσατο ᾧ ἐνὶ οἴκῳ·
- τὸν καὶ τηλόθʼ ἐόντα ἐϋκλείης ἐπίβησον.
- σοὶ δʼ ἐγὼ ἐξερέω ὡς καὶ τετελεσμένον ἔσται·
- αἴ κέν μοι δώῃ Ζεύς τʼ αἰγίοχος καὶ Ἀθήνη
- Ἰλίου ἐξαλαπάξαι ἐϋκτίμενον πτολίεθρον,
- πρώτῳ τοι μετʼ ἐμὲ πρεσβήϊον ἐν χερὶ θήσω,
- ἢ τρίποδʼ ἠὲ δύω ἵππους αὐτοῖσιν ὄχεσφιν
- ἠὲ γυναῖχʼ, ἥ κέν τοι ὁμὸν λέχος εἰσαναβαίνοι.
- τὸν δʼ ἀπαμειβόμενος προσεφώνεε Τεῦκρος ἀμύμων·
- Ἀτρεΐδη κύδιστε τί με σπεύδοντα καὶ αὐτὸν
- ὀτρύνεις; οὐ μέν τοι ὅση δύναμίς γε πάρεστι
- παύομαι, ἀλλʼ ἐξ οὗ προτὶ Ἴλιον ὠσάμεθʼ αὐτοὺς
- ἐκ τοῦ δὴ τόξοισι δεδεγμένος ἄνδρας ἐναίρω.
- ὀκτὼ δὴ προέηκα τανυγλώχινας ὀϊστούς,
- πάντες δʼ ἐν χροῒ πῆχθεν ἀρηϊθόων αἰζηῶν·
- τοῦτον δʼ οὐ δύναμαι βαλέειν κύνα λυσσητῆρα.
- ἦ ῥα καὶ ἄλλον ὀϊστὸν ἀπὸ νευρῆφιν ἴαλλεν
- Ἕκτορος ἀντικρύ, βαλέειν δέ ἑ ἵετο θυμός·
- καὶ τοῦ μέν ῥʼ ἀφάμαρθʼ, ὃ δʼ ἀμύμονα Γοργυθίωνα
- υἱὸν ἐῢν Πριάμοιο κατὰ στῆθος βάλεν ἰῷ,
- τόν ῥʼ ἐξ Αἰσύμηθεν ὀπυιομένη τέκε μήτηρ
- καλὴ Καστιάνειρα δέμας ἐϊκυῖα θεῇσι.
- μήκων δʼ ὡς ἑτέρωσε κάρη βάλεν, ἥ τʼ ἐνὶ κήπῳ
- καρπῷ βριθομένη νοτίῃσί τε εἰαρινῇσιν,
- ὣς ἑτέρωσʼ ἤμυσε κάρη πήληκι βαρυνθέν.
- Τεῦκρος δʼ ἄλλον ὀϊστὸν ἀπὸ νευρῆφιν ἴαλλεν
- Ἕκτορος ἀντικρύ, βαλέειν δέ ἑ ἵετο θυμός.
- ἀλλʼ ὅ γε καὶ τόθʼ ἅμαρτε· παρέσφηλεν γὰρ Ἀπόλλων·
- ἀλλʼ Ἀρχεπτόλεμον θρασὺν Ἕκτορος ἡνιοχῆα
- ἱέμενον πόλεμον δὲ βάλε στῆθος παρὰ μαζόν·
- ἤριπε δʼ ἐξ ὀχέων, ὑπερώησαν δέ οἱ ἵπποι
- ὠκύποδες· τοῦ δʼ αὖθι λύθη ψυχή τε μένος τε.
- Ἕκτορα δʼ αἰνὸν ἄχος πύκασε φρένας ἡνιόχοιο·
- τὸν μὲν ἔπειτʼ εἴασε καὶ ἀχνύμενός περ ἑταίρου,
- Κεβριόνην δʼ ἐκέλευσεν ἀδελφεὸν ἐγγὺς ἐόντα
- ἵππων ἡνίʼ ἑλεῖν· ὃ δʼ ἄρʼ οὐκ ἀπίθησεν ἀκούσας.
- αὐτὸς δʼ ἐκ δίφροιο χαμαὶ θόρε παμφανόωντος
- σμερδαλέα ἰάχων· ὃ δὲ χερμάδιον λάβε χειρί,
- βῆ δʼ ἰθὺς Τεύκρου, βαλέειν δέ ἑ θυμὸς ἀνώγει.
- ἤτοι ὃ μὲν φαρέτρης ἐξείλετο πικρὸν ὀϊστόν,
- θῆκε δʼ ἐπὶ νευρῇ· τὸν δʼ αὖ κορυθαίολος Ἕκτωρ
- αὐερύοντα παρʼ ὦμον, ὅθι κληῒς ἀποέργει
- αὐχένα τε στῆθός τε, μάλιστα δὲ καίριόν ἐστι,
- τῇ ῥʼ ἐπὶ οἷ μεμαῶτα βάλεν λίθῳ ὀκριόεντι,
- ῥῆξε δέ οἱ νευρήν· νάρκησε δὲ χεὶρ ἐπὶ καρπῷ,
- στῆ δὲ γνὺξ ἐριπών, τόξον δέ οἱ ἔκπεσε χειρός.
- Αἴας δʼ οὐκ ἀμέλησε κασιγνήτοιο πεσόντος,
- ἀλλὰ θέων περίβη καί οἱ σάκος ἀμφεκάλυψε.
- τὸν μὲν ἔπειθʼ ὑποδύντε δύω ἐρίηρες ἑταῖροι
- Μηκιστεὺς Ἐχίοιο πάϊς καὶ δῖος Ἀλάστωρ
- νῆας ἔπι γλαφυρὰς φερέτην βαρέα στενάχοντα.
- ἂψ δʼ αὖτις Τρώεσσιν Ὀλύμπιος ἐν μένος ὦρσεν·
- οἳ δʼ ἰθὺς τάφροιο βαθείης ὦσαν Ἀχαιούς·
- Ἕκτωρ δʼ ἐν πρώτοισι κίε σθένεϊ βλεμεαίνων.
- ὡς δʼ ὅτε τίς τε κύων συὸς ἀγρίου ἠὲ λέοντος
- ἅπτηται κατόπισθε ποσὶν ταχέεσσι διώκων
- ἰσχία τε γλουτούς τε, ἑλισσόμενόν τε δοκεύει,
- ὣς Ἕκτωρ ὤπαζε κάρη κομόωντας Ἀχαιούς,
- αἰὲν ἀποκτείνων τὸν ὀπίστατον· οἳ δὲ φέβοντο.
- αὐτὰρ ἐπεὶ διά τε σκόλοπας καὶ τάφρον ἔβησαν
- φεύγοντες, πολλοὶ δὲ δάμεν Τρώων ὑπὸ χερσίν,
- οἳ μὲν δὴ παρὰ νηυσὶν ἐρητύοντο μένοντες,
- ἀλλήλοισί τε κεκλόμενοι καὶ πᾶσι θεοῖσι
- χεῖρας ἀνίσχοντες μεγάλʼ εὐχετόωντο ἕκαστος·
- Ἕκτωρ δʼ ἀμφιπεριστρώφα καλλίτριχας ἵππους
- Γοργοῦς ὄμματʼ ἔχων ἠδὲ βροτολοιγοῦ Ἄρηος.
- τοὺς δὲ ἰδοῦσʼ ἐλέησε θεὰ λευκώλενος Ἥρη,
- αἶψα δʼ Ἀθηναίην ἔπεα πτερόεντα προσηύδα·
- ὢ πόποι αἰγιόχοιο Διὸς τέκος οὐκέτι νῶϊ
- ὀλλυμένων Δαναῶν κεκαδησόμεθʼ ὑστάτιόν περ;
- οἵ κεν δὴ κακὸν οἶτον ἀναπλήσαντες ὄλωνται
- ἀνδρὸς ἑνὸς ῥιπῇ, ὃ δὲ μαίνεται οὐκέτʼ ἀνεκτῶς
- Ἕκτωρ Πριαμίδης, καὶ δὴ κακὰ πολλὰ ἔοργε.
- τὴν δʼ αὖτε προσέειπε θεὰ γλαυκῶπις Ἀθήνη·
- καὶ λίην οὗτός γε μένος θυμόν τʼ ὀλέσειε
- χερσὶν ὑπʼ Ἀργείων φθίμενος ἐν πατρίδι γαίῃ·
- ἀλλὰ πατὴρ οὑμὸς φρεσὶ μαίνεται οὐκ ἀγαθῇσι
- σχέτλιος, αἰὲν ἀλιτρός, ἐμῶν μενέων ἀπερωεύς·
- οὐδέ τι τῶν μέμνηται, ὅ οἱ μάλα πολλάκις υἱὸν
- τειρόμενον σώεσκον ὑπʼ Εὐρυσθῆος ἀέθλων.
- ἤτοι ὃ μὲν κλαίεσκε πρὸς οὐρανόν, αὐτὰρ ἐμὲ Ζεὺς
- τῷ ἐπαλεξήσουσαν ἀπʼ οὐρανόθεν προΐαλλεν.
- εἰ γὰρ ἐγὼ τάδε ᾔδεʼ ἐνὶ φρεσὶ πευκαλίμῃσιν
- εὖτέ μιν εἰς Ἀΐδαο πυλάρταο προὔπεμψεν
- ἐξ Ἐρέβευς ἄξοντα κύνα στυγεροῦ Ἀΐδαο,
- οὐκ ἂν ὑπεξέφυγε Στυγὸς ὕδατος αἰπὰ ῥέεθρα.
- νῦν δʼ ἐμὲ μὲν στυγέει, Θέτιδος δʼ ἐξήνυσε βουλάς,
- ἥ οἱ γούνατʼ ἔκυσσε καὶ ἔλλαβε χειρὶ γενείου,
- λισσομένη τιμῆσαι Ἀχιλλῆα πτολίπορθον.
- ἔσται μὰν ὅτʼ ἂν αὖτε φίλην γλαυκώπιδα εἴπῃ.
- ἀλλὰ σὺ μὲν νῦν νῶϊν ἐπέντυε μώνυχας ἵππους,
- ὄφρʼ ἂν ἐγὼ καταδῦσα Διὸς δόμον αἰγιόχοιο
- τεύχεσιν ἐς πόλεμον θωρήξομαι, ὄφρα ἴδωμαι
- ἢ νῶϊ Πριάμοιο πάϊς κορυθαίολος Ἕκτωρ
- γηθήσει προφανέντε ἀνὰ πτολέμοιο γεφύρας,
- ἦ τις καὶ Τρώων κορέει κύνας ἠδʼ οἰωνοὺς
- δημῷ καὶ σάρκεσσι, πεσὼν ἐπὶ νηυσὶν Ἀχαιῶν.
- ὣς ἔφατʼ, οὐδʼ ἀπίθησε θεὰ λευκώλενος Ἥρη.
- ἣ μὲν ἐποιχομένη χρυσάμπυκας ἔντυεν ἵππους
- Ἥρη πρέσβα θεὰ θυγάτηρ μεγάλοιο Κρόνοιο·
- αὐτὰρ Ἀθηναίη κούρη Διὸς αἰγιόχοιο
- πέπλον μὲν κατέχευεν ἑανὸν πατρὸς ἐπʼ οὔδει
- ποικίλον, ὅν ῥʼ αὐτὴ ποιήσατο καὶ κάμε χερσίν,
- ἣ δὲ χιτῶνʼ ἐνδῦσα Διὸς νεφεληγερέταο
- τεύχεσιν ἐς πόλεμον θωρήσσετο δακρυόεντα.
- ἐς δʼ ὄχεα φλόγεα ποσὶ βήσετο, λάζετο δʼ ἔγχος
- βριθὺ μέγα στιβαρόν, τῷ δάμνησι στίχας ἀνδρῶν
- ἡρώων, τοῖσίν τε κοτέσσεται ὀβριμοπάτρη.
- Ἥρη δὲ μάστιγι θοῶς ἐπεμαίετʼ ἄρʼ ἵππους·
- αὐτόμαται δὲ πύλαι μύκον οὐρανοῦ ἃς ἔχον Ὧραι,
- τῇς ἐπιτέτραπται μέγας οὐρανὸς Οὔλυμπός τε
- ἠμὲν ἀνακλῖναι πυκινὸν νέφος ἠδʼ ἐπιθεῖναι.
- τῇ ῥα διʼ αὐτάων κεντρηνεκέας ἔχον ἵππους.
- Ζεὺς δὲ πατὴρ Ἴδηθεν ἐπεὶ ἴδε χώσατʼ ἄρʼ αἰνῶς,
- Ἶριν δʼ ὄτρυνε χρυσόπτερον ἀγγελέουσαν·
- βάσκʼ ἴθι Ἶρι ταχεῖα, πάλιν τρέπε μηδʼ ἔα ἄντην
- ἔρχεσθʼ· οὐ γὰρ καλὰ συνοισόμεθα πτόλεμον δέ.
- ὧδε γὰρ ἐξερέω, τὸ δὲ καὶ τετελεσμένον ἔσται·