Iliad

Homer

Homer. Homeri Opera, Volumes 1-2. Monro, D. B. (David Binning), editor; Allen, Thomas W. (Thomas William), editor. Oxford: Clarendon Press, 1908-1920.

  1. ἀλλὰ σὺ μὲν πρὸς νηὸν Ἀθηναίης ἀγελείης
  2. ἔρχεο σὺν θυέεσσιν ἀολλίσσασα γεραιάς·
  3. πέπλον δʼ, ὅς τίς τοι χαριέστατος ἠδὲ μέγιστος
  4. ἔστιν ἐνὶ μεγάρῳ καί τοι πολὺ φίλτατος αὐτῇ,
  5. τὸν θὲς Ἀθηναίης ἐπὶ γούνασιν ἠϋκόμοιο,
  6. καί οἱ ὑποσχέσθαι δυοκαίδεκα βοῦς ἐνὶ νηῷ
  7. ἤνις ἠκέστας ἱερευσέμεν, αἴ κʼ ἐλεήσῃ
  8. ἄστύ τε καὶ Τρώων ἀλόχους καὶ νήπια τέκνα,
  9. αἴ κεν Τυδέος υἱὸν ἀπόσχῃ Ἰλίου ἱρῆς
  10. ἄγριον αἰχμητὴν κρατερὸν μήστωρα φόβοιο.
  11. ἀλλὰ σὺ μὲν πρὸς νηὸν Ἀθηναίης ἀγελείης
  12. ἔρχευ, ἐγὼ δὲ Πάριν μετελεύσομαι ὄφρα καλέσσω
  13. αἴ κʼ ἐθέλῃσʼ εἰπόντος ἀκουέμεν· ὥς κέ οἱ αὖθι
  14. γαῖα χάνοι· μέγα γάρ μιν Ὀλύμπιος ἔτρεφε πῆμα
  15. Τρωσί τε καὶ Πριάμῳ μεγαλήτορι τοῖό τε παισίν.
  16. εἰ κεῖνόν γε ἴδοιμι κατελθόντʼ Ἄϊδος εἴσω
  17. φαίην κε φρένʼ ἀτέρπου ὀϊζύος ἐκλελαθέσθαι.
  18. ὣς ἔφαθʼ, ἣ δὲ μολοῦσα ποτὶ μέγαρʼ ἀμφιπόλοισι
  19. κέκλετο· ταὶ δʼ ἄρʼ ἀόλλισσαν κατὰ ἄστυ γεραιάς.
  20. αὐτὴ δʼ ἐς θάλαμον κατεβήσετο κηώεντα,
  21. ἔνθʼ ἔσάν οἱ πέπλοι παμποίκιλα ἔργα γυναικῶν
  22. Σιδονίων, τὰς αὐτὸς Ἀλέξανδρος θεοειδὴς
  23. ἤγαγε Σιδονίηθεν ἐπιπλὼς εὐρέα πόντον,
  24. τὴν ὁδὸν ἣν Ἑλένην περ ἀνήγαγεν εὐπατέρειαν·
  25. τῶν ἕνʼ ἀειραμένη Ἑκάβη φέρε δῶρον Ἀθήνῃ,
  26. ὃς κάλλιστος ἔην ποικίλμασιν ἠδὲ μέγιστος,
  27. ἀστὴρ δʼ ὣς ἀπέλαμπεν· ἔκειτο δὲ νείατος ἄλλων.
  28. βῆ δʼ ἰέναι, πολλαὶ δὲ μετεσσεύοντο γεραιαί.
  29. αἱ δʼ ὅτε νηὸν ἵκανον Ἀθήνης ἐν πόλει ἄκρῃ,
  30. τῇσι θύρας ὤϊξε Θεανὼ καλλιπάρῃος
  31. Κισσηῒς ἄλοχος Ἀντήνορος ἱπποδάμοιο·
  32. τὴν γὰρ Τρῶες ἔθηκαν Ἀθηναίης ἱέρειαν.
  33. αἳ δʼ ὀλολυγῇ πᾶσαι Ἀθήνῃ χεῖρας ἀνέσχον·
  34. ἣ δʼ ἄρα πέπλον ἑλοῦσα Θεανὼ καλλιπάρῃος
  35. θῆκεν Ἀθηναίης ἐπὶ γούνασιν ἠϋκόμοιο,
  36. εὐχομένη δʼ ἠρᾶτο Διὸς κούρῃ μεγάλοιο·
  37. πότνιʼ Ἀθηναίη ἐρυσίπτολι δῖα θεάων
  38. ἆξον δὴ ἔγχος Διομήδεος, ἠδὲ καὶ αὐτὸν
  39. πρηνέα δὸς πεσέειν Σκαιῶν προπάροιθε πυλάων,
  40. ὄφρά τοι αὐτίκα νῦν δυοκαίδεκα βοῦς ἐνὶ νηῷ
  41. ἤνις ἠκέστας ἱερεύσομεν, αἴ κʼ ἐλεήσῃς
  42. ἄστύ τε καὶ Τρώων ἀλόχους καὶ νήπια τέκνα.
  43. ὣς ἔφατʼ εὐχομένη, ἀνένευε δὲ Παλλὰς Ἀθήνη.
  44. ὣς αἳ μέν ῥʼ εὔχοντο Διὸς κούρῃ μεγάλοιο,
  45. Ἕκτωρ δὲ πρὸς δώματʼ Ἀλεξάνδροιο βεβήκει
  46. καλά, τά ῥʼ αὐτὸς ἔτευξε σὺν ἀνδράσιν οἳ τότʼ ἄριστοι
  47. ἦσαν ἐνὶ Τροίῃ ἐριβώλακι τέκτονες ἄνδρες,
  48. οἵ οἱ ἐποίησαν θάλαμον καὶ δῶμα καὶ αὐλὴν
  49. ἐγγύθι τε Πριάμοιο καὶ Ἕκτορος ἐν πόλει ἄκρῃ.
  50. ἔνθʼ Ἕκτωρ εἰσῆλθε Διῒ φίλος, ἐν δʼ ἄρα χειρὶ
  51. ἔγχος ἔχʼ ἑνδεκάπηχυ· πάροιθε δὲ λάμπετο δουρὸς
  52. αἰχμὴ χαλκείη, περὶ δὲ χρύσεος θέε πόρκης.
  53. τὸν δʼ εὗρʼ ἐν θαλάμῳ περικαλλέα τεύχεʼ ἕποντα
  54. ἀσπίδα καὶ θώρηκα, καὶ ἀγκύλα τόξʼ ἁφόωντα·
  55. Ἀργείη δʼ Ἑλένη μετʼ ἄρα δμῳῇσι γυναιξὶν
  56. ἧστο καὶ ἀμφιπόλοισι περικλυτὰ ἔργα κέλευε.
  57. τὸν δʼ Ἕκτωρ νείκεσσεν ἰδὼν αἰσχροῖς ἐπέεσσι·
  58. δαιμόνιʼ οὐ μὲν καλὰ χόλον τόνδʼ ἔνθεο θυμῷ,
  59. λαοὶ μὲν φθινύθουσι περὶ πτόλιν αἰπύ τε τεῖχος
  60. μαρνάμενοι· σέο δʼ εἵνεκʼ ἀϋτή τε πτόλεμός τε
  61. ἄστυ τόδʼ ἀμφιδέδηε· σὺ δʼ ἂν μαχέσαιο καὶ ἄλλῳ,
  62. ὅν τινά που μεθιέντα ἴδοις στυγεροῦ πολέμοιο.
  63. ἀλλʼ ἄνα μὴ τάχα ἄστυ πυρὸς δηΐοιο θέρηται.
  64. τὸν δʼ αὖτε προσέειπεν Ἀλέξανδρος θεοειδής·
  65. Ἕκτορ ἐπεί με κατʼ αἶσαν ἐνείκεσας οὐδʼ ὑπὲρ αἶσαν,
  66. τοὔνεκά τοι ἐρέω· σὺ δὲ σύνθεο καί μευ ἄκουσον·
  67. οὔ τοι ἐγὼ Τρώων τόσσον χόλῳ οὐδὲ νεμέσσι
  68. ἥμην ἐν θαλάμῳ, ἔθελον δʼ ἄχεϊ προτραπέσθαι.
  69. νῦν δέ με παρειποῦσʼ ἄλοχος μαλακοῖς ἐπέεσσιν
  70. ὅρμησʼ ἐς πόλεμον· δοκέει δέ μοι ὧδε καὶ αὐτῷ
  71. λώϊον ἔσσεσθαι· νίκη δʼ ἐπαμείβεται ἄνδρας.
  72. ἀλλʼ ἄγε νῦν ἐπίμεινον, Ἀρήϊα τεύχεα δύω·
  73. ἢ ἴθʼ, ἐγὼ δὲ μέτειμι· κιχήσεσθαι δέ σʼ ὀΐω.
  74. ὣς φάτο, τὸν δʼ οὔ τι προσέφη κορυθαίολος Ἕκτωρ·
  75. τὸν δʼ Ἑλένη μύθοισι προσηύδα μειλιχίοισι·
  76. δᾶερ ἐμεῖο κυνὸς κακομηχάνου ὀκρυοέσσης,
  77. ὥς μʼ ὄφελʼ ἤματι τῷ ὅτε με πρῶτον τέκε μήτηρ
  78. οἴχεσθαι προφέρουσα κακὴ ἀνέμοιο θύελλα
  79. εἰς ὄρος ἢ εἰς κῦμα πολυφλοίσβοιο θαλάσσης,
  80. ἔνθά με κῦμʼ ἀπόερσε πάρος τάδε ἔργα γενέσθαι.
  81. αὐτὰρ ἐπεὶ τάδε γʼ ὧδε θεοὶ κακὰ τεκμήραντο,
  82. ἀνδρὸς ἔπειτʼ ὤφελλον ἀμείνονος εἶναι ἄκοιτις,
  83. ὃς ᾔδη νέμεσίν τε καὶ αἴσχεα πόλλʼ ἀνθρώπων.
  84. τούτῳ δʼ οὔτʼ ἂρ νῦν φρένες ἔμπεδοι οὔτʼ ἄρʼ ὀπίσσω
  85. ἔσσονται· τὼ καί μιν ἐπαυρήσεσθαι ὀΐω.
  86. ἀλλʼ ἄγε νῦν εἴσελθε καὶ ἕζεο τῷδʼ ἐπὶ δίφρῳ
  87. δᾶερ, ἐπεί σε μάλιστα πόνος φρένας ἀμφιβέβηκεν
  88. εἵνεκʼ ἐμεῖο κυνὸς καὶ Ἀλεξάνδρου ἕνεκʼ ἄτης,
  89. οἷσιν ἐπὶ Ζεὺς θῆκε κακὸν μόρον, ὡς καὶ ὀπίσσω
  90. ἀνθρώποισι πελώμεθʼ ἀοίδιμοι ἐσσομένοισι.
  91. τὴν δʼ ἠμείβετʼ ἔπειτα μέγας κορυθαίολος Ἕκτωρ
  92. μή με κάθιζʼ Ἑλένη φιλέουσά περ· οὐδέ με πείσεις·
  93. ἤδη γάρ μοι θυμὸς ἐπέσσυται ὄφρʼ ἐπαμύνω
  94. Τρώεσσʼ, οἳ μέγʼ ἐμεῖο ποθὴν ἀπεόντος ἔχουσιν.
  95. ἀλλὰ σύ γʼ ὄρνυθι τοῦτον, ἐπειγέσθω δὲ καὶ αὐτός,
  96. ὥς κεν ἔμʼ ἔντοσθεν πόλιος καταμάρψῃ ἐόντα.
  97. καὶ γὰρ ἐγὼν οἶκον δὲ ἐλεύσομαι ὄφρα ἴδωμαι
  98. οἰκῆας ἄλοχόν τε φίλην καὶ νήπιον υἱόν.
  99. οὐ γὰρ οἶδʼ εἰ ἔτι σφιν ὑπότροπος ἵξομαι αὖτις,
  100. ἦ ἤδη μʼ ὑπὸ χερσὶ θεοὶ δαμόωσιν Ἀχαιῶν.
  101. ὣς ἄρα φωνήσας ἀπέβη κορυθαίολος Ἕκτωρ·
  102. αἶψα δʼ ἔπειθʼ ἵκανε δόμους εὖ ναιετάοντας,
  103. οὐδʼ εὗρʼ Ἀνδρομάχην λευκώλενον ἐν μεγάροισιν,
  104. ἀλλʼ ἥ γε ξὺν παιδὶ καὶ ἀμφιπόλῳ ἐϋπέπλῳ
  105. πύργῳ ἐφεστήκει γοόωσά τε μυρομένη τε.
  106. Ἕκτωρ δʼ ὡς οὐκ ἔνδον ἀμύμονα τέτμεν ἄκοιτιν
  107. ἔστη ἐπʼ οὐδὸν ἰών, μετὰ δὲ δμῳῇσιν ἔειπεν·
  108. εἰ δʼ ἄγε μοι δμῳαὶ νημερτέα μυθήσασθε·
  109. πῇ ἔβη Ἀνδρομάχη λευκώλενος ἐκ μεγάροιο;
  110. ἠέ πῃ ἐς γαλόων ἢ εἰνατέρων ἐϋπέπλων
  111. ἢ ἐς Ἀθηναίης ἐξοίχεται, ἔνθά περ ἄλλαι
  112. Τρῳαὶ ἐϋπλόκαμοι δεινὴν θεὸν ἱλάσκονται;
  113. τὸν δʼ αὖτʼ ὀτρηρὴ ταμίη πρὸς μῦθον ἔειπεν·
  114. Ἕκτορ ἐπεὶ μάλʼ ἄνωγας ἀληθέα μυθήσασθαι,
  115. οὔτέ πῃ ἐς γαλόων οὔτʼ εἰνατέρων ἐϋπέπλων
  116. οὔτʼ ἐς Ἀθηναίης ἐξοίχεται, ἔνθά περ ἄλλαι
  117. Τρῳαὶ ἐϋπλόκαμοι δεινὴν θεὸν ἱλάσκονται,
  118. ἀλλʼ ἐπὶ πύργον ἔβη μέγαν Ἰλίου, οὕνεκʼ ἄκουσε
  119. τείρεσθαι Τρῶας, μέγα δὲ κράτος εἶναι Ἀχαιῶν.
  120. ἣ μὲν δὴ πρὸς τεῖχος ἐπειγομένη ἀφικάνει
  121. μαινομένῃ ἐϊκυῖα· φέρει δʼ ἅμα παῖδα τιθήνη.
  122. ἦ ῥα γυνὴ ταμίη, ὃ δʼ ἀπέσσυτο δώματος Ἕκτωρ
  123. τὴν αὐτὴν ὁδὸν αὖτις ἐϋκτιμένας κατʼ ἀγυιάς.
  124. εὖτε πύλας ἵκανε διερχόμενος μέγα ἄστυ
  125. Σκαιάς, τῇ ἄρʼ ἔμελλε διεξίμεναι πεδίον δέ,
  126. ἔνθʼ ἄλοχος πολύδωρος ἐναντίη ἦλθε θέουσα
  127. Ἀνδρομάχη θυγάτηρ μεγαλήτορος Ἠετίωνος
  128. Ἠετίων ὃς ἔναιεν ὑπὸ Πλάκῳ ὑληέσσῃ
  129. Θήβῃ Ὑποπλακίῃ Κιλίκεσσʼ ἄνδρεσσιν ἀνάσσων·
  130. τοῦ περ δὴ θυγάτηρ ἔχεθʼ Ἕκτορι χαλκοκορυστῇ.
  131. ἥ οἱ ἔπειτʼ ἤντησʼ, ἅμα δʼ ἀμφίπολος κίεν αὐτῇ
  132. παῖδʼ ἐπὶ κόλπῳ ἔχουσʼ ἀταλάφρονα νήπιον αὔτως
  133. Ἑκτορίδην ἀγαπητὸν ἀλίγκιον ἀστέρι καλῷ,
  134. τόν ῥʼ Ἕκτωρ καλέεσκε Σκαμάνδριον, αὐτὰρ οἱ ἄλλοι
  135. Ἀστυάνακτʼ· οἶος γὰρ ἐρύετο Ἴλιον Ἕκτωρ.
  136. ἤτοι ὃ μὲν μείδησεν ἰδὼν ἐς παῖδα σιωπῇ·
  137. Ἀνδρομάχη δέ οἱ ἄγχι παρίστατο δάκρυ χέουσα,
  138. ἔν τʼ ἄρα οἱ φῦ χειρὶ ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζε·
  139. δαιμόνιε φθίσει σε τὸ σὸν μένος, οὐδʼ ἐλεαίρεις
  140. παῖδά τε νηπίαχον καὶ ἔμʼ ἄμμορον, ἣ τάχα χήρη
  141. σεῦ ἔσομαι· τάχα γάρ σε κατακτανέουσιν Ἀχαιοὶ
  142. πάντες ἐφορμηθέντες· ἐμοὶ δέ κε κέρδιον εἴη
  143. σεῦ ἀφαμαρτούσῃ χθόνα δύμεναι· οὐ γὰρ ἔτʼ ἄλλη
  144. ἔσται θαλπωρὴ ἐπεὶ ἂν σύ γε πότμον ἐπίσπῃς
  145. ἀλλʼ ἄχεʼ· οὐδέ μοι ἔστι πατὴρ καὶ πότνια μήτηρ.
  146. ἤτοι γὰρ πατέρʼ ἁμὸν ἀπέκτανε δῖος Ἀχιλλεύς,
  147. ἐκ δὲ πόλιν πέρσεν Κιλίκων εὖ ναιετάουσαν
  148. Θήβην ὑψίπυλον· κατὰ δʼ ἔκτανεν Ἠετίωνα,
  149. οὐδέ μιν ἐξενάριξε, σεβάσσατο γὰρ τό γε θυμῷ,
  150. ἀλλʼ ἄρα μιν κατέκηε σὺν ἔντεσι δαιδαλέοισιν
  151. ἠδʼ ἐπὶ σῆμʼ ἔχεεν· περὶ δὲ πτελέας ἐφύτευσαν
  152. νύμφαι ὀρεστιάδες κοῦραι Διὸς αἰγιόχοιο.
  153. οἳ δέ μοι ἑπτὰ κασίγνητοι ἔσαν ἐν μεγάροισιν
  154. οἳ μὲν πάντες ἰῷ κίον ἤματι Ἄϊδος εἴσω·
  155. πάντας γὰρ κατέπεφνε ποδάρκης δῖος Ἀχιλλεὺς
  156. βουσὶν ἐπʼ εἰλιπόδεσσι καὶ ἀργεννῇς ὀΐεσσι.
  157. μητέρα δʼ, ἣ βασίλευεν ὑπὸ Πλάκῳ ὑληέσσῃ,
  158. τὴν ἐπεὶ ἂρ δεῦρʼ ἤγαγʼ ἅμʼ ἄλλοισι κτεάτεσσιν,
  159. ἂψ ὅ γε τὴν ἀπέλυσε λαβὼν ἀπερείσιʼ ἄποινα,
  160. πατρὸς δʼ ἐν μεγάροισι βάλʼ Ἄρτεμις ἰοχέαιρα.
  161. Ἕκτορ ἀτὰρ σύ μοί ἐσσι πατὴρ καὶ πότνια μήτηρ
  162. ἠδὲ κασίγνητος, σὺ δέ μοι θαλερὸς παρακοίτης·
  163. ἀλλʼ ἄγε νῦν ἐλέαιρε καὶ αὐτοῦ μίμνʼ ἐπὶ πύργῳ,
  164. μὴ παῖδʼ ὀρφανικὸν θήῃς χήρην τε γυναῖκα·
  165. λαὸν δὲ στῆσον παρʼ ἐρινεόν, ἔνθα μάλιστα
  166. ἀμβατός ἐστι πόλις καὶ ἐπίδρομον ἔπλετο τεῖχος.
  167. τρὶς γὰρ τῇ γʼ ἐλθόντες ἐπειρήσανθʼ οἱ ἄριστοι
  168. ἀμφʼ Αἴαντε δύω καὶ ἀγακλυτὸν Ἰδομενῆα
  169. ἠδʼ ἀμφʼ Ἀτρεΐδας καὶ Τυδέος ἄλκιμον υἱόν·
  170. ἤ πού τίς σφιν ἔνισπε θεοπροπίων ἐῢ εἰδώς,
  171. ἤ νυ καὶ αὐτῶν θυμὸς ἐποτρύνει καὶ ἀνώγει.
  172. τὴν δʼ αὖτε προσέειπε μέγας κορυθαίολος Ἕκτωρ·
  173. ἦ καὶ ἐμοὶ τάδε πάντα μέλει γύναι· ἀλλὰ μάλʼ αἰνῶς
  174. αἰδέομαι Τρῶας καὶ Τρῳάδας ἑλκεσιπέπλους,
  175. αἴ κε κακὸς ὣς νόσφιν ἀλυσκάζω πολέμοιο·
  176. οὐδέ με θυμὸς ἄνωγεν, ἐπεὶ μάθον ἔμμεναι ἐσθλὸς
  177. αἰεὶ καὶ πρώτοισι μετὰ Τρώεσσι μάχεσθαι
  178. ἀρνύμενος πατρός τε μέγα κλέος ἠδʼ ἐμὸν αὐτοῦ.
  179. εὖ γὰρ ἐγὼ τόδε οἶδα κατὰ φρένα καὶ κατὰ θυμόν·
  180. ἔσσεται ἦμαρ ὅτʼ ἄν ποτʼ ὀλώλῃ Ἴλιος ἱρὴ
  181. καὶ Πρίαμος καὶ λαὸς ἐϋμμελίω Πριάμοιο.
  182. ἀλλʼ οὔ μοι Τρώων τόσσον μέλει ἄλγος ὀπίσσω,
  183. οὔτʼ αὐτῆς Ἑκάβης οὔτε Πριάμοιο ἄνακτος
  184. οὔτε κασιγνήτων, οἵ κεν πολέες τε καὶ ἐσθλοὶ
  185. ἐν κονίῃσι πέσοιεν ὑπʼ ἀνδράσι δυσμενέεσσιν,
  186. ὅσσον σεῦ, ὅτε κέν τις Ἀχαιῶν χαλκοχιτώνων
  187. δακρυόεσσαν ἄγηται ἐλεύθερον ἦμαρ ἀπούρας·
  188. καί κεν ἐν Ἄργει ἐοῦσα πρὸς ἄλλης ἱστὸν ὑφαίνοις,
  189. καί κεν ὕδωρ φορέοις Μεσσηΐδος ἢ Ὑπερείης
  190. πόλλʼ ἀεκαζομένη, κρατερὴ δʼ ἐπικείσετʼ ἀνάγκη·
  191. καί ποτέ τις εἴπῃσιν ἰδὼν κατὰ δάκρυ χέουσαν·
  192. Ἕκτορος ἥδε γυνὴ ὃς ἀριστεύεσκε μάχεσθαι
  193. Τρώων ἱπποδάμων ὅτε Ἴλιον ἀμφεμάχοντο.
  194. ὥς ποτέ τις ἐρέει· σοὶ δʼ αὖ νέον ἔσσεται ἄλγος
  195. χήτεϊ τοιοῦδʼ ἀνδρὸς ἀμύνειν δούλιον ἦμαρ.
  196. ἀλλά με τεθνηῶτα χυτὴ κατὰ γαῖα καλύπτοι
  197. πρίν γέ τι σῆς τε βοῆς σοῦ θʼ ἑλκηθμοῖο πυθέσθαι.
  198. ὣς εἰπὼν οὗ παιδὸς ὀρέξατο φαίδιμος Ἕκτωρ·
  199. ἂψ δʼ ὃ πάϊς πρὸς κόλπον ἐϋζώνοιο τιθήνης
  200. ἐκλίνθη ἰάχων πατρὸς φίλου ὄψιν ἀτυχθεὶς
  201. ταρβήσας χαλκόν τε ἰδὲ λόφον ἱππιοχαίτην,
  202. δεινὸν ἀπʼ ἀκροτάτης κόρυθος νεύοντα νοήσας.
  203. ἐκ δʼ ἐγέλασσε πατήρ τε φίλος καὶ πότνια μήτηρ·
  204. αὐτίκʼ ἀπὸ κρατὸς κόρυθʼ εἵλετο φαίδιμος Ἕκτωρ,
  205. καὶ τὴν μὲν κατέθηκεν ἐπὶ χθονὶ παμφανόωσαν·
  206. αὐτὰρ ὅ γʼ ὃν φίλον υἱὸν ἐπεὶ κύσε πῆλέ τε χερσὶν
  207. εἶπε δʼ ἐπευξάμενος Διί τʼ ἄλλοισίν τε θεοῖσι·
  208. Ζεῦ ἄλλοι τε θεοὶ δότε δὴ καὶ τόνδε γενέσθαι
  209. παῖδʼ ἐμὸν ὡς καὶ ἐγώ περ ἀριπρεπέα Τρώεσσιν,
  210. ὧδε βίην τʼ ἀγαθόν, καὶ Ἰλίου ἶφι ἀνάσσειν·
  211. καί ποτέ τις εἴποι πατρός γʼ ὅδε πολλὸν ἀμείνων
  212. ἐκ πολέμου ἀνιόντα· φέροι δʼ ἔναρα βροτόεντα
  213. κτείνας δήϊον ἄνδρα, χαρείη δὲ φρένα μήτηρ.
  214. ὣς εἰπὼν ἀλόχοιο φίλης ἐν χερσὶν ἔθηκε
  215. παῖδʼ ἑόν· ἣ δʼ ἄρα μιν κηώδεϊ δέξατο κόλπῳ
  216. δακρυόεν γελάσασα· πόσις δʼ ἐλέησε νοήσας,
  217. χειρί τέ μιν κατέρεξεν ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζε·
  218. δαιμονίη μή μοί τι λίην ἀκαχίζεο θυμῷ·
  219. οὐ γάρ τίς μʼ ὑπὲρ αἶσαν ἀνὴρ Ἄϊδι προϊάψει·
  220. μοῖραν δʼ οὔ τινά φημι πεφυγμένον ἔμμεναι ἀνδρῶν,
  221. οὐ κακὸν οὐδὲ μὲν ἐσθλόν, ἐπὴν τὰ πρῶτα γένηται.
  222. ἀλλʼ εἰς οἶκον ἰοῦσα τὰ σʼ αὐτῆς ἔργα κόμιζε
  223. ἱστόν τʼ ἠλακάτην τε, καὶ ἀμφιπόλοισι κέλευε
  224. ἔργον ἐποίχεσθαι· πόλεμος δʼ ἄνδρεσσι μελήσει
  225. πᾶσι, μάλιστα δʼ ἐμοί, τοὶ Ἰλίῳ ἐγγεγάασιν.
  226. ὣς ἄρα φωνήσας κόρυθʼ εἵλετο φαίδιμος Ἕκτωρ
  227. ἵππουριν· ἄλοχος δὲ φίλη οἶκον δὲ βεβήκει
  228. ἐντροπαλιζομένη, θαλερὸν κατὰ δάκρυ χέουσα.
  229. αἶψα δʼ ἔπειθʼ ἵκανε δόμους εὖ ναιετάοντας
  230. Ἕκτορος ἀνδροφόνοιο, κιχήσατο δʼ ἔνδοθι πολλὰς
  231. ἀμφιπόλους, τῇσιν δὲ γόον πάσῃσιν ἐνῶρσεν.
  232. αἳ μὲν ἔτι ζωὸν γόον Ἕκτορα ᾧ ἐνὶ οἴκῳ·
  233. οὐ γάρ μιν ἔτʼ ἔφαντο ὑπότροπον ἐκ πολέμοιο
  234. ἵξεσθαι προφυγόντα μένος καὶ χεῖρας Ἀχαιῶν.
  235. οὐδὲ Πάρις δήθυνεν ἐν ὑψηλοῖσι δόμοισιν,
  236. ἀλλʼ ὅ γʼ, ἐπεὶ κατέδυ κλυτὰ τεύχεα ποικίλα χαλκῷ,
  237. σεύατʼ ἔπειτʼ ἀνὰ ἄστυ ποσὶ κραιπνοῖσι πεποιθώς.
  238. ὡς δʼ ὅτε τις στατὸς ἵππος ἀκοστήσας ἐπὶ φάτνῃ
  239. δεσμὸν ἀπορρήξας θείῃ πεδίοιο κροαίνων
  240. εἰωθὼς λούεσθαι ἐϋρρεῖος ποταμοῖο
  241. κυδιόων· ὑψοῦ δὲ κάρη ἔχει, ἀμφὶ δὲ χαῖται
  242. ὤμοις ἀΐσσονται· ὃ δʼ ἀγλαΐηφι πεποιθὼς
  243. ῥίμφά ἑ γοῦνα φέρει μετά τʼ ἤθεα καὶ νομὸν ἵππων·
  244. ὣς υἱὸς Πριάμοιο Πάρις κατὰ Περγάμου ἄκρης
  245. τεύχεσι παμφαίνων ὥς τʼ ἠλέκτωρ ἐβεβήκει
  246. καγχαλόων, ταχέες δὲ πόδες φέρον· αἶψα δʼ ἔπειτα
  247. Ἕκτορα δῖον ἔτετμεν ἀδελφεὸν εὖτʼ ἄρʼ ἔμελλε
  248. στρέψεσθʼ ἐκ χώρης ὅθι ᾗ ὀάριζε γυναικί.
  249. τὸν πρότερος προσέειπεν Ἀλέξανδρος θεοειδής·
  250. ἠθεῖʼ ἦ μάλα δή σε καὶ ἐσσύμενον κατερύκω
  251. δηθύνων, οὐδʼ ἦλθον ἐναίσιμον ὡς ἐκέλευες;
  252. τὸν δʼ ἀπαμειβόμενος προσέφη κορυθαίολος Ἕκτωρ·
  253. δαιμόνιʼ οὐκ ἄν τίς τοι ἀνὴρ ὃς ἐναίσιμος εἴη
  254. ἔργον ἀτιμήσειε μάχης, ἐπεὶ ἄλκιμός ἐσσι·
  255. ἀλλὰ ἑκὼν μεθιεῖς τε καὶ οὐκ ἐθέλεις· τὸ δʼ ἐμὸν κῆρ
  256. ἄχνυται ἐν θυμῷ, ὅθʼ ὑπὲρ σέθεν αἴσχεʼ ἀκούω
  257. πρὸς Τρώων, οἳ ἔχουσι πολὺν πόνον εἵνεκα σεῖο.
  258. ἀλλʼ ἴομεν· τὰ δʼ ὄπισθεν ἀρεσσόμεθʼ, αἴ κέ ποθι Ζεὺς
  259. δώῃ ἐπουρανίοισι θεοῖς αἰειγενέτῃσι
  260. κρητῆρα στήσασθαι ἐλεύθερον ἐν μεγάροισιν
  261. ἐκ Τροίης ἐλάσαντας ἐϋκνήμιδας Ἀχαιούς.
  1. ὣς εἰπὼν πυλέων ἐξέσσυτο φαίδιμος Ἕκτωρ,
  2. τῷ δʼ ἅμʼ Ἀλέξανδρος κίʼ ἀδελφεός· ἐν δʼ ἄρα θυμῷ
  3. ἀμφότεροι μέμασαν πολεμίζειν ἠδὲ μάχεσθαι.
  4. ὡς δὲ θεὸς ναύτῃσιν ἐελδομένοισιν ἔδωκεν
  5. οὖρον, ἐπεί κε κάμωσιν ἐϋξέστῃς ἐλάτῃσι
  6. πόντον ἐλαύνοντες, καμάτῳ δʼ ὑπὸ γυῖα λέλυνται,
  7. ὣς ἄρα τὼ Τρώεσσιν ἐελδομένοισι φανήτην.
  8. ἔνθʼ ἑλέτην ὃ μὲν υἱὸν Ἀρηϊθόοιο ἄνακτος
  9. Ἄρνῃ ναιετάοντα Μενέσθιον, ὃν κορυνήτης
  10. γείνατʼ Ἀρηΐθοος καὶ Φυλομέδουσα βοῶπις·
  11. Ἕκτωρ δʼ Ἠϊονῆα βάλʼ ἔγχεϊ ὀξυόεντι
  12. αὐχένʼ ὑπὸ στεφάνης εὐχάλκου, λύντο δὲ γυῖα.
  13. Γλαῦκος δʼ Ἱππολόχοιο πάϊς Λυκίων ἀγὸς ἀνδρῶν
  14. Ἰφίνοον βάλε δουρὶ κατὰ κρατερὴν ὑσμίνην
  15. Δεξιάδην ἵππων ἐπιάλμενον ὠκειάων
  16. ὦμον· ὃ δʼ ἐξ ἵππων χαμάδις πέσε, λύντο δὲ γυῖα.
  17. τοὺς δʼ ὡς οὖν ἐνόησε θεὰ γλαυκῶπις Ἀθήνη
  18. Ἀργείους ὀλέκοντας ἐνὶ κρατερῇ ὑσμίνῃ,
  19. βῆ ῥα κατʼ Οὐλύμποιο καρήνων ἀΐξασα
  20. Ἴλιον εἰς ἱερήν· τῇ δʼ ἀντίος ὄρνυτʼ Ἀπόλλων
  21. Περγάμου ἐκκατιδών, Τρώεσσι δὲ βούλετο νίκην·
  22. ἀλλήλοισι δὲ τώ γε συναντέσθην παρὰ φηγῷ.
  23. τὴν πρότερος προσέειπεν ἄναξ Διὸς υἱὸς Ἀπόλλων·
  24. τίπτε σὺ δʼ αὖ μεμαυῖα Διὸς θύγατερ μεγάλοιο
  25. ἦλθες ἀπʼ Οὐλύμποιο, μέγας δέ σε θυμὸς ἀνῆκεν;
  26. ἦ ἵνα δὴ Δαναοῖσι μάχης ἑτεραλκέα νίκην
  27. δῷς; ἐπεὶ οὔ τι Τρῶας ἀπολλυμένους ἐλεαίρεις.
  28. ἀλλʼ εἴ μοί τι πίθοιο τό κεν πολὺ κέρδιον εἴη·
  29. νῦν μὲν παύσωμεν πόλεμον καὶ δηϊοτῆτα
  30. σήμερον· ὕστερον αὖτε μαχήσοντʼ εἰς ὅ κε τέκμωρ
  31. Ἰλίου εὕρωσιν, ἐπεὶ ὣς φίλον ἔπλετο θυμῷ
  32. ὑμῖν ἀθανάτῃσι, διαπραθέειν τόδε ἄστυ.
  33. τὸν δʼ αὖτε προσέειπε θεὰ γλαυκῶπις Ἀθήνη·
  34. ὧδʼ ἔστω ἑκάεργε· τὰ γὰρ φρονέουσα καὶ αὐτὴ
  35. ἦλθον ἀπʼ Οὐλύμποιο μετὰ Τρῶας καὶ Ἀχαιούς.
  36. ἀλλʼ ἄγε πῶς μέμονας πόλεμον καταπαυσέμεν ἀνδρῶν;
  37. τὴν δʼ αὖτε προσέειπεν ἄναξ Διὸς υἱὸς Ἀπόλλων·
  38. Ἕκτορος ὄρσωμεν κρατερὸν μένος ἱπποδάμοιο,
  39. ἤν τινά που Δαναῶν προκαλέσσεται οἰόθεν οἶος
  40. ἀντίβιον μαχέσασθαι ἐν αἰνῇ δηϊοτῆτι,
  41. οἳ δέ κʼ ἀγασσάμενοι χαλκοκνήμιδες Ἀχαιοὶ
  42. οἶον ἐπόρσειαν πολεμίζειν Ἕκτορι δίῳ.
  43. ὣς ἔφατʼ, οὐδʼ ἀπίθησε θεὰ γλαυκῶπις Ἀθήνη.
  44. τῶν δʼ Ἕλενος Πριάμοιο φίλος παῖς σύνθετο θυμῷ
  45. βουλήν, ἥ ῥα θεοῖσιν ἐφήνδανε μητιόωσι·
  46. στῆ δὲ παρʼ Ἕκτορʼ ἰὼν καί μιν πρὸς μῦθον ἔειπεν·
  47. Ἕκτορ υἱὲ Πριάμοιο Διὶ μῆτιν ἀτάλαντε
  48. ἦ ῥά νύ μοί τι πίθοιο, κασίγνητος δέ τοί εἰμι·
  49. ἄλλους μὲν κάθισον Τρῶας καὶ πάντας Ἀχαιούς,
  50. αὐτὸς δὲ προκάλεσσαι Ἀχαιῶν ὅς τις ἄριστος
  51. ἀντίβιον μαχέσασθαι ἐν αἰνῇ δηϊοτῆτι·
  52. οὐ γάρ πώ τοι μοῖρα θανεῖν καὶ πότμον ἐπισπεῖν·
  53. ὣς γὰρ ἐγὼ ὄπʼ ἄκουσα θεῶν αἰειγενετάων.
  54. ὣς ἔφαθʼ, Ἕκτωρ δʼ αὖτε χάρη μέγα μῦθον ἀκούσας,
  55. καί ῥʼ ἐς μέσσον ἰὼν Τρώων ἀνέεργε φάλαγγας,
  56. μέσσου δουρὸς ἑλών· οἳ δʼ ἱδρύνθησαν ἅπαντες.
  57. κὰδ δʼ Ἀγαμέμνων εἷσεν ἐϋκνήμιδας Ἀχαιούς·
  58. κὰδ δʼ ἄρʼ Ἀθηναίη τε καὶ ἀργυρότοξος Ἀπόλλων
  59. ἑζέσθην ὄρνισιν ἐοικότες αἰγυπιοῖσι
  60. φηγῷ ἐφʼ ὑψηλῇ πατρὸς Διὸς αἰγιόχοιο
  61. ἀνδράσι τερπόμενοι· τῶν δὲ στίχες εἵατο πυκναὶ
  62. ἀσπίσι καὶ κορύθεσσι καὶ ἔγχεσι πεφρικυῖαι.
  63. οἵη δὲ Ζεφύροιο ἐχεύατο πόντον ἔπι φρὶξ
  64. ὀρνυμένοιο νέον, μελάνει δέ τε πόντος ὑπʼ αὐτῆς,
  65. τοῖαι ἄρα στίχες εἵατʼ Ἀχαιῶν τε Τρώων τε
  66. ἐν πεδίῳ· Ἕκτωρ δὲ μετʼ ἀμφοτέροισιν ἔειπε·
  67. κέκλυτέ μευ Τρῶες καὶ ἐϋκνήμιδες Ἀχαιοὶ
  68. ὄφρʼ εἴπω τά με θυμὸς ἐνὶ στήθεσσι κελεύει.
  69. ὅρκια μὲν Κρονίδης ὑψίζυγος οὐκ ἐτέλεσσεν,
  70. ἀλλὰ κακὰ φρονέων τεκμαίρεται ἀμφοτέροισιν
  71. εἰς ὅ κεν ἢ ὑμεῖς Τροίην εὔπυργον ἕλητε
  72. ἢ αὐτοὶ παρὰ νηυσὶ δαμείετε ποντοπόροισιν.
  73. ὑμῖν δʼ ἐν γὰρ ἔασιν ἀριστῆες Παναχαιῶν·
  74. τῶν νῦν ὅν τινα θυμὸς ἐμοὶ μαχέσασθαι ἀνώγει
  75. δεῦρʼ ἴτω ἐκ πάντων πρόμος ἔμμεναι Ἕκτορι δίῳ.
  76. ὧδε δὲ μυθέομαι, Ζεὺς δʼ ἄμμʼ ἐπιμάρτυρος ἔστω·
  77. εἰ μέν κεν ἐμὲ κεῖνος ἕλῃ ταναήκεϊ χαλκῷ,
  78. τεύχεα συλήσας φερέτω κοίλας ἐπὶ νῆας,
  79. σῶμα δὲ οἴκαδʼ ἐμὸν δόμεναι πάλιν, ὄφρα πυρός με
  80. Τρῶες καὶ Τρώων ἄλοχοι λελάχωσι θανόντα.
  81. εἰ δέ κʼ ἐγὼ τὸν ἕλω, δώῃ δέ μοι εὖχος Ἀπόλλων,
  82. τεύχεα σύλησας οἴσω προτὶ Ἴλιον ἱρήν,
  83. καὶ κρεμόω προτὶ νηὸν Ἀπόλλωνος ἑκάτοιο,
  84. τὸν δὲ νέκυν ἐπὶ νῆας ἐϋσσέλμους ἀποδώσω,
  85. ὄφρά ἑ ταρχύσωσι κάρη κομόωντες Ἀχαιοί,
  86. σῆμά τέ οἱ χεύωσιν ἐπὶ πλατεῖ Ἑλλησπόντῳ.
  87. καί ποτέ τις εἴπῃσι καὶ ὀψιγόνων ἀνθρώπων
  88. νηῒ πολυκλήϊδι πλέων ἐπὶ οἴνοπα πόντον·
  89. ἀνδρὸς μὲν τόδε σῆμα πάλαι κατατεθνηῶτος,
  90. ὅν ποτʼ ἀριστεύοντα κατέκτανε φαίδιμος Ἕκτωρ.
  91. ὥς ποτέ τις ἐρέει· τὸ δʼ ἐμὸν κλέος οὔ ποτʼ ὀλεῖται.
  92. ὣς ἔφαθʼ, οἱ δʼ ἄρα πάντες ἀκὴν ἐγένοντο σιωπῇ·
  93. αἴδεσθεν μὲν ἀνήνασθαι, δεῖσαν δʼ ὑποδέχθαι·
  94. ὀψὲ δὲ δὴ Μενέλαος ἀνίστατο καὶ μετέειπε
  95. νείκει ὀνειδίζων, μέγα δὲ στεναχίζετο θυμῷ·
  96. ὤ μοι ἀπειλητῆρες Ἀχαιΐδες οὐκέτʼ Ἀχαιοί·
  97. ἦ μὲν δὴ λώβη τάδε γʼ ἔσσεται αἰνόθεν αἰνῶς
  98. εἰ μή τις Δαναῶν νῦν Ἕκτορος ἀντίος εἶσιν.
  99. ἀλλʼ ὑμεῖς μὲν πάντες ὕδωρ καὶ γαῖα γένοισθε
  100. ἥμενοι αὖθι ἕκαστοι ἀκήριοι ἀκλεὲς αὔτως·
  101. τῷδε δʼ ἐγὼν αὐτὸς θωρήξομαι· αὐτὰρ ὕπερθε
  102. νίκης πείρατʼ ἔχονται ἐν ἀθανάτοισι θεοῖσιν.
  103. ὣς ἄρα φωνήσας κατεδύσετο τεύχεα καλά.
  104. ἔνθά κέ τοι Μενέλαε φάνη βιότοιο τελευτὴ
  105. Ἕκτορος ἐν παλάμῃσιν, ἐπεὶ πολὺ φέρτερος ἦεν,
  106. εἰ μὴ ἀναΐξαντες ἕλον βασιλῆες Ἀχαιῶν,
  107. αὐτός τʼ Ἀτρεΐδης εὐρὺ κρείων Ἀγαμέμνων
  108. δεξιτερῆς ἕλε χειρὸς ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζεν·
  109. ἀφραίνεις Μενέλαε διοτρεφές, οὐδέ τί σε χρὴ
  110. ταύτης ἀφροσύνης· ἀνὰ δὲ σχέο κηδόμενός περ,
  111. μηδʼ ἔθελʼ ἐξ ἔριδος σεῦ ἀμείνονι φωτὶ μάχεσθαι
  112. Ἕκτορι Πριαμίδῃ, τόν τε στυγέουσι καὶ ἄλλοι.
  113. καὶ δʼ Ἀχιλεὺς τούτῳ γε μάχῃ ἔνι κυδιανείρῃ
  114. ἔρριγʼ ἀντιβολῆσαι, ὅ περ σέο πολλὸν ἀμείνων.
  115. ἀλλὰ σὺ μὲν νῦν ἵζευ ἰὼν μετὰ ἔθνος ἑταίρων,
  116. τούτῳ δὲ πρόμον ἄλλον ἀναστήσουσιν Ἀχαιοί.
  117. εἴ περ ἀδειής τʼ ἐστὶ καὶ εἰ μόθου ἔστʼ ἀκόρητος,
  118. φημί μιν ἀσπασίως γόνυ κάμψειν, αἴ κε φύγῃσι
  119. δηΐου ἐκ πολέμοιο καὶ αἰνῆς δηϊοτῆτος.
  120. ὣς εἰπὼν παρέπεισεν ἀδελφειοῦ φρένας ἥρως
  121. αἴσιμα παρειπών, ὃ δʼ ἐπείθετο· τοῦ μὲν ἔπειτα
  122. γηθόσυνοι θεράποντες ἀπʼ ὤμων τεύχεʼ ἕλοντο·
  123. Νέστωρ δʼ Ἀργείοισιν ἀνίστατο καὶ μετέειπεν·
  124. ὢ πόποι ἦ μέγα πένθος Ἀχαιΐδα γαῖαν ἱκάνει.
  125. ἦ κε μέγʼ οἰμώξειε γέρων ἱππηλάτα Πηλεὺς
  126. ἐσθλὸς Μυρμιδόνων βουληφόρος ἠδʼ ἀγορητής,
  127. ὅς ποτέ μʼ εἰρόμενος μέγʼ ἐγήθεεν ᾧ ἐνὶ οἴκῳ
  128. πάντων Ἀργείων ἐρέων γενεήν τε τόκον τε.
  129. τοὺς νῦν εἰ πτώσσοντας ὑφʼ Ἕκτορι πάντας ἀκούσαι,
  130. πολλά κεν ἀθανάτοισι φίλας ἀνὰ χεῖρας ἀείραι
  131. θυμὸν ἀπὸ μελέων δῦναι δόμον Ἄϊδος εἴσω.
  132. αἲ γὰρ Ζεῦ τε πάτερ καὶ Ἀθηναίη καὶ Ἄπολλον
  133. ἡβῷμʼ ὡς ὅτʼ ἐπʼ ὠκυρόῳ Κελάδοντι μάχοντο
  134. ἀγρόμενοι Πύλιοί τε καὶ Ἀρκάδες ἐγχεσίμωροι
  135. Φειᾶς πὰρ τείχεσσιν Ἰαρδάνου ἀμφὶ ῥέεθρα.
  136. τοῖσι δʼ Ἐρευθαλίων πρόμος ἵστατο ἰσόθεος φὼς
  137. τεύχεʼ ἔχων ὤμοισιν Ἀρηϊθόοιο ἄνακτος
  138. δίου Ἀρηϊθόου, τὸν ἐπίκλησιν κορυνήτην
  139. ἄνδρες κίκλησκον καλλίζωνοί τε γυναῖκες
  140. οὕνεκʼ ἄρʼ οὐ τόξοισι μαχέσκετο δουρί τε μακρῷ,
  141. ἀλλὰ σιδηρείῃ κορύνῃ ῥήγνυσκε φάλαγγας.
  142. τὸν Λυκόοργος ἔπεφνε δόλῳ, οὔ τι κράτεΐ γε,
  143. στεινωπῷ ἐν ὁδῷ ὅθʼ ἄρʼ οὐ κορύνη οἱ ὄλεθρον
  144. χραῖσμε σιδηρείη· πρὶν γὰρ Λυκόοργος ὑποφθὰς
  145. δουρὶ μέσον περόνησεν, ὃ δʼ ὕπτιος οὔδει ἐρείσθη·
  146. τεύχεα δʼ ἐξενάριξε, τά οἱ πόρε χάλκεος Ἄρης.
  147. καὶ τὰ μὲν αὐτὸς ἔπειτα φόρει μετὰ μῶλον Ἄρηος·
  148. αὐτὰρ ἐπεὶ Λυκόοργος ἐνὶ μεγάροισιν ἐγήρα,
  149. δῶκε δʼ Ἐρευθαλίωνι φίλῳ θεράποντι φορῆναι·
  150. τοῦ ὅ γε τεύχεʼ ἔχων προκαλίζετο πάντας ἀρίστους.
  151. οἳ δὲ μάλʼ ἐτρόμεον καὶ ἐδείδισαν, οὐδέ τις ἔτλη·
  152. ἀλλʼ ἐμὲ θυμὸς ἀνῆκε πολυτλήμων πολεμίζειν
  153. θάρσεϊ ᾧ· γενεῇ δὲ νεώτατος ἔσκον ἁπάντων·
  154. καὶ μαχόμην οἱ ἐγώ, δῶκεν δέ μοι εὖχος Ἀθήνη.
  155. τὸν δὴ μήκιστον καὶ κάρτιστον κτάνον ἄνδρα·
  156. πολλὸς γάρ τις ἔκειτο παρήορος ἔνθα καὶ ἔνθα.
  157. εἴθʼ ὣς ἡβώοιμι, βίη δέ μοι ἔμπεδος εἴη·
  158. τώ κε τάχʼ ἀντήσειε μάχης κορυθαίολος Ἕκτωρ.
  159. ὑμέων δʼ οἵ περ ἔασιν ἀριστῆες Παναχαιῶν
  160. οὐδʼ οἳ προφρονέως μέμαθʼ Ἕκτορος ἀντίον ἐλθεῖν.
  161. ὣς νείκεσσʼ ὃ γέρων, οἳ δʼ ἐννέα πάντες ἀνέσταν.
  162. ὦρτο πολὺ πρῶτος μὲν ἄναξ ἀνδρῶν Ἀγαμέμνων,
  163. τῷ δʼ ἐπὶ Τυδεΐδης ὦρτο κρατερὸς Διομήδης,
  164. τοῖσι δʼ ἐπʼ Αἴαντες θοῦριν ἐπιειμένοι ἀλκήν,
  165. τοῖσι δʼ ἐπʼ Ἰδομενεὺς καὶ ὀπάων Ἰδομενῆος
  166. Μηριόνης ἀτάλαντος Ἐνυαλίῳ ἀνδρειφόντῃ,
  167. τοῖσι δʼ ἐπʼ Εὐρύπυλος Εὐαίμονος ἀγλαὸς υἱός,
  168. ἂν δὲ Θόας Ἀνδραιμονίδης καὶ δῖος Ὀδυσσεύς·
  169. πάντες ἄρʼ οἵ γʼ ἔθελον πολεμίζειν Ἕκτορι δίῳ.
  170. τοῖς δʼ αὖτις μετέειπε Γερήνιος ἱππότα Νέστωρ·
  171. κλήρῳ νῦν πεπάλασθε διαμπερὲς ὅς κε λάχῃσιν·
  172. οὗτος γὰρ δὴ ὀνήσει ἐϋκνήμιδας Ἀχαιούς,
  173. καὶ δʼ αὐτὸς ὃν θυμὸν ὀνήσεται αἴ κε φύγῃσι
  174. δηΐου ἐκ πολέμοιο καὶ αἰνῆς δηϊοτῆτος.
  175. ὣς ἔφαθʼ, οἳ δὲ κλῆρον ἐσημήναντο ἕκαστος,
  176. ἐν δʼ ἔβαλον κυνέῃ Ἀγαμέμνονος Ἀτρεΐδαο.
  177. λαοὶ δʼ ἠρήσαντο, θεοῖσι δὲ χεῖρας ἀνέσχον·
  178. ὧδε δέ τις εἴπεσκεν ἰδὼν εἰς οὐρανὸν εὐρύν·
  179. Ζεῦ πάτερ ἢ Αἴαντα λαχεῖν, ἢ Τυδέος υἱόν,
  180. ἢ αὐτὸν βασιλῆα πολυχρύσοιο Μυκήνης.
  181. ὣς ἄρʼ ἔφαν, πάλλεν δὲ Γερήνιος ἱππότα Νέστωρ,
  182. ἐκ δʼ ἔθορε κλῆρος κυνέης ὃν ἄρʼ ἤθελον αὐτοὶ
  183. Αἴαντος· κῆρυξ δὲ φέρων ἀνʼ ὅμιλον ἁπάντῃ
  184. δεῖξʼ ἐνδέξια πᾶσιν ἀριστήεσσιν Ἀχαιῶν.
  185. οἳ δʼ οὐ γιγνώσκοντες ἀπηνήναντο ἕκαστος.
  186. ἀλλʼ ὅτε δὴ τὸν ἵκανε φέρων ἀνʼ ὅμιλον ἁπάντῃ
  187. ὅς μιν ἐπιγράψας κυνέῃ βάλε φαίδιμος Αἴας,
  188. ἤτοι ὑπέσχεθε χεῖρʼ, ὃ δʼ ἄρʼ ἔμβαλεν ἄγχι παραστάς,
  189. γνῶ δὲ κλήρου σῆμα ἰδών, γήθησε δὲ θυμῷ.
  190. τὸν μὲν πὰρ πόδʼ ἑὸν χαμάδις βάλε φώνησέν τε·
  191. ὦ φίλοι ἤτοι κλῆρος ἐμός, χαίρω δὲ καὶ αὐτὸς
  192. θυμῷ, ἐπεὶ δοκέω νικησέμεν Ἕκτορα δῖον.
  193. ἀλλʼ ἄγετʼ ὄφρʼ ἂν ἐγὼ πολεμήϊα τεύχεα δύω,
  194. τόφρʼ ὑμεῖς εὔχεσθε Διὶ Κρονίωνι ἄνακτι
  195. σιγῇ ἐφʼ ὑμείων ἵνα μὴ Τρῶές γε πύθωνται,
  196. ἠὲ καὶ ἀμφαδίην, ἐπεὶ οὔ τινα δείδιμεν ἔμπης·
  197. οὐ γάρ τίς με βίῃ γε ἑκὼν ἀέκοντα δίηται
  198. οὐδέ τι ἰδρείῃ, ἐπεὶ οὐδʼ ἐμὲ νήϊδά γʼ οὕτως
  199. ἔλπομαι ἐν Σαλαμῖνι γενέσθαι τε τραφέμεν τε.
  200. ὣς ἔφαθʼ, οἳ δʼ εὔχοντο Διὶ Κρονίωνι ἄνακτι·
  201. ὧδε δέ τις εἴπεσκεν ἰδὼν εἰς οὐρανὸν εὐρύν·
  202. Ζεῦ πάτερ Ἴδηθεν μεδέων κύδιστε μέγιστε
  203. δὸς νίκην Αἴαντι καὶ ἀγλαὸν εὖχος ἀρέσθαι·
  204. εἰ δὲ καὶ Ἕκτορά περ φιλέεις καὶ κήδεαι αὐτοῦ,
  205. ἴσην ἀμφοτέροισι βίην καὶ κῦδος ὄπασσον.
  206. ὣς ἄρʼ ἔφαν, Αἴας δὲ κορύσσετο νώροπι χαλκῷ.
  207. αὐτὰρ ἐπεὶ δὴ πάντα περὶ χροῒ ἕσσατο τεύχεα,
  208. σεύατʼ ἔπειθʼ οἷός τε πελώριος ἔρχεται Ἄρης,
  209. ὅς τʼ εἶσιν πόλεμον δὲ μετʼ ἀνέρας οὕς τε Κρονίων
  210. θυμοβόρου ἔριδος μένεϊ ξυνέηκε μάχεσθαι.
  211. τοῖος ἄρʼ Αἴας ὦρτο πελώριος ἕρκος Ἀχαιῶν
  212. μειδιόων βλοσυροῖσι προσώπασι· νέρθε δὲ ποσσὶν
  213. ἤϊε μακρὰ βιβάς, κραδάων δολιχόσκιον ἔγχος.
  214. τὸν δὲ καὶ Ἀργεῖοι μὲν ἐγήθεον εἰσορόωντες,
  215. Τρῶας δὲ τρόμος αἰνὸς ὑπήλυθε γυῖα ἕκαστον,
  216. Ἕκτορί τʼ αὐτῷ θυμὸς ἐνὶ στήθεσσι πάτασσεν·
  217. ἀλλʼ οὔ πως ἔτι εἶχεν ὑποτρέσαι οὐδʼ ἀναδῦναι
  218. ἂψ λαῶν ἐς ὅμιλον, ἐπεὶ προκαλέσσατο χάρμῃ.
  219. Αἴας δʼ ἐγγύθεν ἦλθε φέρων σάκος ἠΰτε πύργον
  220. χάλκεον ἑπταβόειον, ὅ οἱ Τυχίος κάμε τεύχων
  221. σκυτοτόμων ὄχʼ ἄριστος Ὕλῃ ἔνι οἰκία ναίων,
  222. ὅς οἱ ἐποίησεν σάκος αἰόλον ἑπταβόειον
  223. ταύρων ζατρεφέων, ἐπὶ δʼ ὄγδοον ἤλασε χαλκόν.
  224. τὸ πρόσθε στέρνοιο φέρων Τελαμώνιος Αἴας
  225. στῆ ῥα μάλʼ Ἕκτορος ἐγγύς, ἀπειλήσας δὲ προσηύδα·
  226. Ἕκτορ νῦν μὲν δὴ σάφα εἴσεαι οἰόθεν οἶος
  227. οἷοι καὶ Δαναοῖσιν ἀριστῆες μετέασι
  228. καὶ μετʼ Ἀχιλλῆα ῥηξήνορα θυμολέοντα.
  229. ἀλλʼ ὃ μὲν ἐν νήεσσι κορωνίσι ποντοπόροισι
  230. κεῖτʼ ἀπομηνίσας Ἀγαμέμνονι ποιμένι λαῶν·
  231. ἡμεῖς δʼ εἰμὲν τοῖοι οἳ ἂν σέθεν ἀντιάσαιμεν
  232. καὶ πολέες· ἀλλʼ ἄρχε μάχης ἠδὲ πτολέμοιο.
  233. τὸν δʼ αὖτε προσέειπε μέγας κορυθαίολος Ἕκτωρ·
  234. Αἶαν διογενὲς Τελαμώνιε κοίρανε λαῶν
  235. μή τί μευ ἠΰτε παιδὸς ἀφαυροῦ πειρήτιζε
  236. ἠὲ γυναικός, ἣ οὐκ οἶδεν πολεμήϊα ἔργα.
  237. αὐτὰρ ἐγὼν εὖ οἶδα μάχας τʼ ἀνδροκτασίας τε·
  238. οἶδʼ ἐπὶ δεξιά, οἶδʼ ἐπʼ ἀριστερὰ νωμῆσαι βῶν
  239. ἀζαλέην, τό μοι ἔστι ταλαύρινον πολεμίζειν·
  240. οἶδα δʼ ἐπαΐξαι μόθον ἵππων ὠκειάων·
  241. οἶδα δʼ ἐνὶ σταδίῃ δηΐῳ μέλπεσθαι Ἄρηϊ.
  242. ἀλλʼ οὐ γάρ σʼ ἐθέλω βαλέειν τοιοῦτον ἐόντα
  243. λάθρῃ ὀπιπεύσας, ἀλλʼ ἀμφαδόν, αἴ κε τύχωμι.
  244. ἦ ῥα, καὶ ἀμπεπαλὼν προΐει δολιχόσκιον ἔγχος,
  245. καὶ βάλεν Αἴαντος δεινὸν σάκος ἑπταβόειον
  246. ἀκρότατον κατὰ χαλκόν, ὃς ὄγδοος ἦεν ἐπʼ αὐτῷ.
  247. ἓξ δὲ διὰ πτύχας ἦλθε δαΐζων χαλκὸς ἀτειρής,
  248. ἐν τῇ δʼ ἑβδομάτῃ ῥινῷ σχέτο· δεύτερος αὖτε
  249. Αἴας διογενὴς προΐει δολιχόσκιον ἔγχος,
  250. καὶ βάλε Πριαμίδαο κατʼ ἀσπίδα πάντοσʼ ἐΐσην.
  251. διὰ μὲν ἀσπίδος ἦλθε φαεινῆς ὄβριμον ἔγχος,
  252. καὶ διὰ θώρηκος πολυδαιδάλου ἠρήρειστο·
  253. ἀντικρὺ δὲ παραὶ λαπάρην διάμησε χιτῶνα
  254. ἔγχος· ὃ δʼ ἐκλίνθη καὶ ἀλεύατο κῆρα μέλαιναν.
  255. τὼ δʼ ἐκσπασσαμένω δολίχʼ ἔγχεα χερσὶν ἅμʼ ἄμφω
  256. σύν ῥʼ ἔπεσον λείουσιν ἐοικότες ὠμοφάγοισιν
  257. ἢ συσὶ κάπροισιν, τῶν τε σθένος οὐκ ἀλαπαδνόν.
  258. Πριαμίδης μὲν ἔπειτα μέσον σάκος οὔτασε δουρί,
  259. οὐδʼ ἔρρηξεν χαλκός, ἀνεγνάμφθη δέ οἱ αἰχμή.
  260. Αἴας δʼ ἀσπίδα νύξεν ἐπάλμενος· ἣ δὲ διαπρὸ
  261. ἤλυθεν ἐγχείη, στυφέλιξε δέ μιν μεμαῶτα,
  262. τμήδην δʼ αὐχένʼ ἐπῆλθε, μέλαν δʼ ἀνεκήκιεν αἷμα,
  263. ἀλλʼ οὐδʼ ὧς ἀπέληγε μάχης κορυθαίολος Ἕκτωρ,
  264. ἀλλʼ ἀναχασσάμενος λίθον εἵλετο χειρὶ παχείῃ
  265. κείμενον ἐν πεδίῳ μέλανα τρηχύν τε μέγαν τε·
  266. τῷ βάλεν Αἴαντος δεινὸν σάκος ἑπταβόειον
  267. μέσσον ἐπομφάλιον· περιήχησεν δʼ ἄρα χαλκός.
  268. δεύτερος αὖτʼ Αἴας πολὺ μείζονα λᾶαν ἀείρας
  269. ἧκʼ ἐπιδινήσας, ἐπέρεισε δὲ ἶνʼ ἀπέλεθρον,
  270. εἴσω δʼ ἀσπίδʼ ἔαξε βαλὼν μυλοειδέϊ πέτρῳ,
  271. βλάψε δέ οἱ φίλα γούναθʼ· ὃ δʼ ὕπτιος ἐξετανύσθη
  272. ἀσπίδι ἐγχριμφθείς· τὸν δʼ αἶψʼ ὤρθωσεν Ἀπόλλων.
  273. καί νύ κε δὴ ξιφέεσσʼ αὐτοσχεδὸν οὐτάζοντο,
  274. εἰ μὴ κήρυκες Διὸς ἄγγελοι ἠδὲ καὶ ἀνδρῶν
  275. ἦλθον, ὃ μὲν Τρώων, ὃ δʼ Ἀχαιῶν χαλκοχιτώνων,
  276. Ταλθύβιός τε καὶ Ἰδαῖος πεπνυμένω ἄμφω·
  277. μέσσῳ δʼ ἀμφοτέρων σκῆπτρα σχέθον, εἶπέ τε μῦθον
  278. κῆρυξ Ἰδαῖος πεπνυμένα μήδεα εἰδώς·
  279. μηκέτι παῖδε φίλω πολεμίζετε μηδὲ μάχεσθον·
  280. ἀμφοτέρω γὰρ σφῶϊ φιλεῖ νεφεληγερέτα Ζεύς,
  281. ἄμφω δʼ αἰχμητά· τό γε δὴ καὶ ἴδμεν ἅπαντες.
  282. νὺξ δʼ ἤδη τελέθει· ἀγαθὸν καὶ νυκτὶ πιθέσθαι.
  283. τὸν δʼ ἀπαμειβόμενος προσέφη Τελαμώνιος Αἴας·
  284. Ἰδαῖʼ Ἕκτορα ταῦτα κελεύετε μυθήσασθαι·
  285. αὐτὸς γὰρ χάρμῃ προκαλέσσατο πάντας ἀρίστους.
  286. ἀρχέτω· αὐτὰρ ἐγὼ μάλα πείσομαι ᾗ περ ἂν οὗτος.
  287. τὸν δʼ αὖτε προσέειπε μέγας κορυθαίολος Ἕκτωρ·
  288. Αἶαν ἐπεί τοι δῶκε θεὸς μέγεθός τε βίην τε
  289. καὶ πινυτήν, περὶ δʼ ἔγχει Ἀχαιῶν φέρτατός ἐσσι,
  290. νῦν μὲν παυσώμεσθα μάχης καὶ δηϊοτῆτος
  291. σήμερον· ὕστερον αὖτε μαχησόμεθʼ εἰς ὅ κε δαίμων
  292. ἄμμε διακρίνῃ, δώῃ δʼ ἑτέροισί γε νίκην.
  293. νὺξ δʼ ἤδη τελέθει· ἀγαθὸν καὶ νυκτὶ πιθέσθαι,
  294. ὡς σύ τʼ ἐϋφρήνῃς πάντας παρὰ νηυσὶν Ἀχαιούς,
  295. σούς τε μάλιστα ἔτας καὶ ἑταίρους, οἵ τοι ἔασιν·
  296. αὐτὰρ ἐγὼ κατὰ ἄστυ μέγα Πριάμοιο ἄνακτος
  297. Τρῶας ἐϋφρανέω καὶ Τρῳάδας ἑλκεσιπέπλους,
  298. αἵ τέ μοι εὐχόμεναι θεῖον δύσονται ἀγῶνα.
  299. δῶρα δʼ ἄγʼ ἀλλήλοισι περικλυτὰ δώομεν ἄμφω,
  300. ὄφρά τις ὧδʼ εἴπῃσιν Ἀχαιῶν τε Τρώων τε·
  301. ἠμὲν ἐμαρνάσθην ἔριδος πέρι θυμοβόροιο,
  302. ἠδʼ αὖτʼ ἐν φιλότητι διέτμαγεν ἀρθμήσαντε.
  303. ὣς ἄρα φωνήσας δῶκε ξίφος ἀργυρόηλον
  304. σὺν κολεῷ τε φέρων καὶ ἐϋτμήτῳ τελαμῶνι·
  305. Αἴας δὲ ζωστῆρα δίδου φοίνικι φαεινόν.
  306. τὼ δὲ διακρινθέντε ὃ μὲν μετὰ λαὸν Ἀχαιῶν
  307. ἤϊʼ, ὃ δʼ ἐς Τρώων ὅμαδον κίε· τοὶ δὲ χάρησαν,
  308. ὡς εἶδον ζωόν τε καὶ ἀρτεμέα προσιόντα,
  309. Αἴαντος προφυγόντα μένος καὶ χεῖρας ἀάπτους·
  310. καί ῥʼ ἦγον προτὶ ἄστυ ἀελπτέοντες σόον εἶναι.
  311. Αἴαντʼ αὖθʼ ἑτέρωθεν ἐϋκνήμιδες Ἀχαιοὶ