Iliad

Homer

Homer. Homeri Opera, Volumes 1-2. Monro, D. B. (David Binning), editor; Allen, Thomas W. (Thomas William), editor. Oxford: Clarendon Press, 1908-1920.

  1. Ἄξυλον δʼ ἄρʼ ἔπεφνε βοὴν ἀγαθὸς Διομήδης
  2. Τευθρανίδην, ὃς ἔναιεν ἐϋκτιμένῃ ἐν Ἀρίσβῃ
  3. ἀφνειὸς βιότοιο, φίλος δʼ ἦν ἀνθρώποισι.
  4. πάντας γὰρ φιλέεσκεν ὁδῷ ἔπι οἰκία ναίων.
  5. ἀλλά οἱ οὔ τις τῶν γε τότʼ ἤρκεσε λυγρὸν ὄλεθρον
  6. πρόσθεν ὑπαντιάσας, ἀλλʼ ἄμφω θυμὸν ἀπηύρα
  7. αὐτὸν καὶ θεράποντα Καλήσιον, ὅς ῥα τόθʼ ἵππων
  8. ἔσκεν ὑφηνίοχος· τὼ δʼ ἄμφω γαῖαν ἐδύτην.
  9. Δρῆσον δʼ Εὐρύαλος καὶ Ὀφέλτιον ἐξενάριξε·
  10. βῆ δὲ μετʼ Αἴσηπον καὶ Πήδασον, οὕς ποτε νύμφη
  11. νηῒς Ἀβαρβαρέη τέκʼ ἀμύμονι Βουκολίωνι.
  12. Βουκολίων δʼ ἦν υἱὸς ἀγαυοῦ Λαομέδοντος
  13. πρεσβύτατος γενεῇ, σκότιον δέ ἑ γείνατο μήτηρ·
  14. ποιμαίνων δʼ ἐπʼ ὄεσσι μίγη φιλότητι καὶ εὐνῇ,
  15. ἣ δʼ ὑποκυσαμένη διδυμάονε γείνατο παῖδε.
  16. καὶ μὲν τῶν ὑπέλυσε μένος καὶ φαίδιμα γυῖα
  17. Μηκιστηϊάδης καὶ ἀπʼ ὤμων τεύχεʼ ἐσύλα.
  18. Ἀστύαλον δʼ ἄρʼ ἔπεφνε μενεπτόλεμος Πολυποίτης·
  19. Πιδύτην δʼ Ὀδυσεὺς Περκώσιον ἐξενάριξεν
  20. ἔγχεϊ χαλκείῳ, Τεῦκρος δʼ Ἀρετάονα δῖον.