Iliad

Homer

Homer. Homeri Opera, Volumes 1-2. Monro, D. B. (David Binning), editor; Allen, Thomas W. (Thomas William), editor. Oxford: Clarendon Press, 1908-1920.

  1. Ἀντίλοχος δʼ Ἄβληρον ἐνήρατο δουρὶ φαεινῷ
  2. Νεστορίδης, Ἔλατον δὲ ἄναξ ἀνδρῶν Ἀγαμέμνων·
  3. ναῖε δὲ Σατνιόεντος ἐϋρρείταο παρʼ ὄχθας
  4. Πήδασον αἰπεινήν. Φύλακον δʼ ἕλε Λήϊτος ἥρως
  5. φεύγοντʼ· Εὐρύπυλος δὲ Μελάνθιον ἐξενάριξεν.
  6. Ἄδρηστον δʼ ἄρʼ ἔπειτα βοὴν ἀγαθὸς Μενέλαος
  7. ζωὸν ἕλʼ· ἵππω γάρ οἱ ἀτυζομένω πεδίοιο
  8. ὄζῳ ἔνι βλαφθέντε μυρικίνῳ ἀγκύλον ἅρμα
  9. ἄξαντʼ ἐν πρώτῳ ῥυμῷ αὐτὼ μὲν ἐβήτην
  10. πρὸς πόλιν, ᾗ περ οἱ ἄλλοι ἀτυζόμενοι φοβέοντο,
  11. αὐτὸς δʼ ἐκ δίφροιο παρὰ τροχὸν ἐξεκυλίσθη
  12. πρηνὴς ἐν κονίῃσιν ἐπὶ στόμα· πὰρ δέ οἱ ἔστη
  13. Ἀτρεΐδης Μενέλαος ἔχων δολιχόσκιον ἔγχος.
  14. Ἄδρηστος δʼ ἄρʼ ἔπειτα λαβὼν ἐλίσσετο γούνων·
  15. ζώγρει Ἀτρέος υἱέ, σὺ δʼ ἄξια δέξαι ἄποινα·
  16. πολλὰ δʼ ἐν ἀφνειοῦ πατρὸς κειμήλια κεῖται
  17. χαλκός τε χρυσός τε πολύκμητός τε σίδηρος,
  18. τῶν κέν τοι χαρίσαιτο πατὴρ ἀπερείσιʼ ἄποινα
  19. εἴ κεν ἐμὲ ζωὸν πεπύθοιτʼ ἐπὶ νηυσὶν Ἀχαιῶν.
  20. ὣς φάτο, τῷ δʼ ἄρα θυμὸν ἐνὶ στήθεσσιν ἔπειθε·