Iliad

Homer

Homer. Homeri Opera, Volumes 1-2. Monro, D. B. (David Binning), editor; Allen, Thomas W. (Thomas William), editor. Oxford: Clarendon Press, 1908-1920.

  1. ἠκέσατʼ· οὐ μὲν γάρ τι καταθνητός γʼ ἐτέτυκτο.
  2. ὡς δʼ ὅτʼ ὀπὸς γάλα λευκὸν ἐπειγόμενος συνέπηξεν
  3. ὑγρὸν ἐόν, μάλα δʼ ὦκα περιτρέφεται κυκόωντι,
  4. ὣς ἄρα καρπαλίμως ἰήσατο θοῦρον Ἄρηα.
  5. τὸν δʼ Ἥβη λοῦσεν, χαρίεντα δὲ εἵματα ἕσσε·
  6. πὰρ δὲ Διὶ Κρονίωνι καθέζετο κύδεϊ γαίων.
  7. αἳ δʼ αὖτις πρὸς δῶμα Διὸς μεγάλοιο νέοντο
  8. Ἥρη τʼ Ἀργείη καὶ Ἀλαλκομενηῒς Ἀθήνη
  9. παύσασαι βροτολοιγὸν Ἄρηʼ ἀνδροκτασιάων.
  1. Τρώων δʼ οἰώθη καὶ Ἀχαιῶν φύλοπις αἰνή·
  2. πολλὰ δʼ ἄρʼ ἔνθα καὶ ἔνθʼ ἴθυσε μάχη πεδίοιο
  3. ἀλλήλων ἰθυνομένων χαλκήρεα δοῦρα
  4. μεσσηγὺς Σιμόεντος ἰδὲ Ξάνθοιο ῥοάων.
  5. Αἴας δὲ πρῶτος Τελαμώνιος ἕρκος Ἀχαιῶν
  6. Τρώων ῥῆξε φάλαγγα, φόως δʼ ἑτάροισιν ἔθηκεν,
  7. ἄνδρα βαλὼν ὃς ἄριστος ἐνὶ Θρῄκεσσι τέτυκτο
  8. υἱὸν Ἐϋσσώρου Ἀκάμαντʼ ἠΰν τε μέγαν τε.
  9. τόν ῥʼ ἔβαλε πρῶτος κόρυθος φάλον ἱπποδασείης,
  10. ἐν δὲ μετώπῳ πῆξε, πέρησε δʼ ἄρʼ ὀστέον εἴσω
  11. αἰχμὴ χαλκείη· τὸν δὲ σκότος ὄσσε κάλυψεν.