Iliad

Homer

Homer. Homeri Opera, Volumes 1-2. Monro, D. B. (David Binning), editor; Allen, Thomas W. (Thomas William), editor. Oxford: Clarendon Press, 1908-1920.

  1. ἣ νῦν Τυδέος υἱὸν ὑπερφίαλον Διομήδεα
  2. μαργαίνειν ἀνέηκεν ἐπʼ ἀθανάτοισι θεοῖσι.
  3. Κύπριδα μὲν πρῶτον σχεδὸν οὔτασε χεῖρʼ ἐπὶ καρπῷ,
  4. αὐτὰρ ἔπειτʼ αὐτῷ μοι ἐπέσσυτο δαίμονι ἶσος·
  5. ἀλλά μʼ ὑπήνεικαν ταχέες πόδες· ἦ τέ κε δηρὸν
  6. αὐτοῦ πήματʼ ἔπασχον ἐν αἰνῇσιν νεκάδεσσιν,
  7. ἤ κε ζὼς ἀμενηνὸς ἔα χαλκοῖο τυπῇσι.
  8. τὸν δʼ ἄρʼ ὑπόδρα ἰδὼν προσέφη νεφεληγερέτα Ζεύς.
  9. μή τί μοι ἀλλοπρόσαλλε παρεζόμενος μινύριζε.
  10. ἔχθιστος δέ μοί ἐσσι θεῶν οἳ Ὄλυμπον ἔχουσιν·
  11. αἰεὶ γάρ τοι ἔρις τε φίλη πόλεμοί τε μάχαι τε.
  12. μητρός τοι μένος ἐστὶν ἀάσχετον οὐκ ἐπιεικτὸν
  13. Ἥρης· τὴν μὲν ἐγὼ σπουδῇ δάμνημʼ ἐπέεσσι·
  14. τώ σʼ ὀΐω κείνης τάδε πάσχειν ἐννεσίῃσιν.
  15. ἀλλʼ οὐ μάν σʼ ἔτι δηρὸν ἀνέξομαι ἄλγεʼ ἔχοντα·
  16. ἐκ γὰρ ἐμεῦ γένος ἐσσί, ἐμοὶ δέ σε γείνατο μήτηρ·
  17. εἰ δέ τευ ἐξ ἄλλου γε θεῶν γένευ ὧδʼ ἀΐδηλος
  18. καί κεν δὴ πάλαι ἦσθα ἐνέρτερος Οὐρανιώνων.
  19. ὣς φάτο, καὶ Παιήονʼ ἀνώγειν ἰήσασθαι.
  20. τῷ δʼ ἐπὶ Παιήων ὀδυνήφατα φάρμακα πάσσων