Iliad

Homer

Homer. Homeri Opera, Volumes 1-2. Monro, D. B. (David Binning), editor; Allen, Thomas W. (Thomas William), editor. Oxford: Clarendon Press, 1908-1920.

  1. ἄκρην οὔτασε χεῖρα μετάλμενος ὀξέϊ δουρὶ
  2. ἀβληχρήν· εἶθαρ δὲ δόρυ χροὸς ἀντετόρησεν
  3. ἀμβροσίου διὰ πέπλου, ὅν οἱ Χάριτες κάμον αὐταί,
  4. πρυμνὸν ὕπερ θέναρος· ῥέε δʼ ἄμβροτον αἷμα θεοῖο
  5. ἰχώρ, οἷός πέρ τε ῥέει μακάρεσσι θεοῖσιν·
  6. οὐ γὰρ σῖτον ἔδουσʼ, οὐ πίνουσʼ αἴθοπα οἶνον,
  7. τοὔνεκʼ ἀναίμονές εἰσι καὶ ἀθάνατοι καλέονται.
  8. ἣ δὲ μέγα ἰάχουσα ἀπὸ ἕο κάββαλεν υἱόν·
  9. καὶ τὸν μὲν μετὰ χερσὶν ἐρύσατο Φοῖβος Ἀπόλλων
  10. κυανέῃ νεφέλῃ, μή τις Δαναῶν ταχυπώλων
  11. χαλκὸν ἐνὶ στήθεσσι βαλὼν ἐκ θυμὸν ἕλοιτο·
  12. τῇ δʼ ἐπὶ μακρὸν ἄϋσε βοὴν ἀγαθὸς Διομήδης·
  13. εἶκε Διὸς θύγατερ πολέμου καὶ δηϊοτῆτος·
  14. ἦ οὐχ ἅλις ὅττι γυναῖκας ἀνάλκιδας ἠπεροπεύεις;
  15. εἰ δὲ σύ γʼ ἐς πόλεμον πωλήσεαι, ἦ τέ σʼ ὀΐω
  16. ῥιγήσειν πόλεμόν γε καὶ εἴ χʼ ἑτέρωθι πύθηαι.
  17. ὣς ἔφαθʼ, ἣ δʼ ἀλύουσʼ ἀπεβήσετο, τείρετο δʼ αἰνῶς·
  18. τὴν μὲν ἄρʼ Ἶρις ἑλοῦσα ποδήνεμος ἔξαγʼ ὁμίλου
  19. ἀχθομένην ὀδύνῃσι, μελαίνετο δὲ χρόα καλόν.
  20. εὗρεν ἔπειτα μάχης ἐπʼ ἀριστερὰ θοῦρον Ἄρηα
  21. ἥμενον· ἠέρι δʼ ἔγχος ἐκέκλιτο καὶ ταχέʼ ἵππω·
  22. ἣ δὲ γνὺξ ἐριποῦσα κασιγνήτοιο φίλοιο
  23. πολλὰ λισσομένη χρυσάμπυκας ᾔτεεν ἵππους·
  24. φίλε κασίγνητε κόμισαί τέ με δός τέ μοι ἵππους,
  25. ὄφρʼ ἐς Ὄλυμπον ἵκωμαι ἵνʼ ἀθανάτων ἕδος ἐστί.
  26. λίην ἄχθομαι ἕλκος ὅ με βροτὸς οὔτασεν ἀνὴρ
  27. Τυδεΐδης, ὃς νῦν γε καὶ ἂν Διὶ πατρὶ μάχοιτο.
  28. ὣς φάτο, τῇ δʼ ἄρʼ Ἄρης δῶκε χρυσάμπυκας ἵππους·
  29. ἣ δʼ ἐς δίφρον ἔβαινεν ἀκηχεμένη φίλον ἦτορ,
  30. πὰρ δέ οἱ Ἶρις ἔβαινε καὶ ἡνία λάζετο χερσί,
  31. μάστιξεν δʼ ἐλάαν, τὼ δʼ οὐκ ἀέκοντε πετέσθην.
  32. αἶψα δʼ ἔπειθʼ ἵκοντο θεῶν ἕδος αἰπὺν Ὄλυμπον·
  33. ἔνθʼ ἵππους ἔστησε ποδήνεμος ὠκέα Ἶρις
  34. λύσασʼ ἐξ ὀχέων, παρὰ δʼ ἀμβρόσιον βάλεν εἶδαρ·
  35. ἣ δʼ ἐν γούνασι πῖπτε Διώνης δῖʼ Ἀφροδίτη
  36. μητρὸς ἑῆς· ἣ δʼ ἀγκὰς ἐλάζετο θυγατέρα ἥν,
  37. χειρί τέ μιν κατέρεξεν ἔπος τʼ ἔφατʼ ἐκ τʼ ὀνόμαζε·
  38. τίς νύ σε τοιάδʼ ἔρεξε φίλον τέκος Οὐρανιώνων
  39. μαψιδίως, ὡς εἴ τι κακὸν ῥέζουσαν ἐνωπῇ;
  40. τὴν δʼ ἠμείβετʼ ἔπειτα φιλομμειδὴς Ἀφροδίτη·
  41. οὖτά με Τυδέος υἱὸς ὑπέρθυμος Διομήδης,
  42. οὕνεκʼ ἐγὼ φίλον υἱὸν ὑπεξέφερον πολέμοιο
  43. Αἰνείαν, ὃς ἐμοὶ πάντων πολὺ φίλτατός ἐστιν.
  44. οὐ γὰρ ἔτι Τρώων καὶ Ἀχαιῶν φύλοπις αἰνή,
  45. ἀλλʼ ἤδη Δαναοί γε καὶ ἀθανάτοισι μάχονται.
  46. τὴν δʼ ἠμείβετʼ ἔπειτα Διώνη, δῖα θεάων·
  47. τέτλαθι τέκνον ἐμόν, καὶ ἀνάσχεο κηδομένη περ·
  48. πολλοὶ γὰρ δὴ τλῆμεν Ὀλύμπια δώματʼ ἔχοντες
  49. ἐξ ἀνδρῶν χαλέπʼ ἄλγεʼ ἐπʼ ἀλλήλοισι τιθέντες.
  50. τλῆ μὲν Ἄρης ὅτε μιν Ὦτος κρατερός τʼ Ἐφιάλτης
  51. παῖδες Ἀλωῆος, δῆσαν κρατερῷ ἐνὶ δεσμῷ·
  52. χαλκέῳ δʼ ἐν κεράμῳ δέδετο τρισκαίδεκα μῆνας·
  53. καί νύ κεν ἔνθʼ ἀπόλοιτο Ἄρης ἆτος πολέμοιο,
  54. εἰ μὴ μητρυιὴ περικαλλὴς Ἠερίβοια
  55. Ἑρμέᾳ ἐξήγγειλεν· ὃ δʼ ἐξέκλεψεν Ἄρηα
  56. ἤδη τειρόμενον, χαλεπὸς δέ ἑ δεσμὸς ἐδάμνα.
  57. τλῆ δʼ Ἥρη, ὅτε μιν κρατερὸς πάϊς Ἀμφιτρύωνος
  58. δεξιτερὸν κατὰ μαζὸν ὀϊστῷ τριγλώχινι
  59. βεβλήκει· τότε καί μιν ἀνήκεστον λάβεν ἄλγος.
  60. τλῆ δʼ Ἀΐδης ἐν τοῖσι πελώριος ὠκὺν ὀϊστόν,
  61. εὖτέ μιν ωὐτὸς ἀνὴρ υἱὸς Διὸς αἰγιόχοιο
  62. ἐν Πύλῳ ἐν νεκύεσσι βαλὼν ὀδύνῃσιν ἔδωκεν·
  63. αὐτὰρ ὃ βῆ πρὸς δῶμα Διὸς καὶ μακρὸν Ὄλυμπον
  64. κῆρ ἀχέων ὀδύνῃσι πεπαρμένος· αὐτὰρ ὀϊστὸς
  65. ὤμῳ ἔνι στιβαρῷ ἠλήλατο, κῆδε δὲ θυμόν.
  66. τῷ δʼ ἐπὶ Παιήων ὀδυνήφατα φάρμακα πάσσων
  67. ἠκέσατʼ· οὐ μὲν γάρ τι καταθνητός γε τέτυκτο.
  68. σχέτλιος ὀβριμοεργὸς ὃς οὐκ ὄθετʼ αἴσυλα ῥέζων,
  69. ὃς τόξοισιν ἔκηδε θεοὺς οἳ Ὄλυμπον ἔχουσι.
  70. σοὶ δʼ ἐπὶ τοῦτον ἀνῆκε θεὰ γλαυκῶπις Ἀθήνη·
  71. νήπιος, οὐδὲ τὸ οἶδε κατὰ φρένα Τυδέος υἱὸς
  72. ὅττι μάλʼ οὐ δηναιὸς ὃς ἀθανάτοισι μάχηται,
  73. οὐδέ τί μιν παῖδες ποτὶ γούνασι παππάζουσιν
  74. ἐλθόντʼ ἐκ πολέμοιο καὶ αἰνῆς δηϊοτῆτος.
  75. τὼ νῦν Τυδεΐδης, εἰ καὶ μάλα καρτερός ἐστι,
  76. φραζέσθω μή τίς οἱ ἀμείνων σεῖο μάχηται,
  77. μὴ δὴν Αἰγιάλεια περίφρων Ἀδρηστίνη
  78. ἐξ ὕπνου γοόωσα φίλους οἰκῆας ἐγείρῃ
  79. κουρίδιον ποθέουσα πόσιν τὸν ἄριστον Ἀχαιῶν
  80. ἰφθίμη ἄλοχος Διομήδεος ἱπποδάμοιο.
  81. ἦ ῥα καὶ ἀμφοτέρῃσιν ἀπʼ ἰχῶ χειρὸς ὀμόργνυ·
  82. ἄλθετο χείρ, ὀδύναι δὲ κατηπιόωντο βαρεῖαι.
  83. αἳ δʼ αὖτʼ εἰσορόωσαι Ἀθηναίη τε καὶ Ἥρη
  84. κερτομίοις ἐπέεσσι Δία Κρονίδην ἐρέθιζον.
  85. τοῖσι δὲ μύθων ἦρχε θεὰ γλαυκῶπις Ἀθήνη·
  86. Ζεῦ πάτερ ἦ ῥά τί μοι κεχολώσεαι ὅττι κεν εἴπω;
  87. ἦ μάλα δή τινα Κύπρις Ἀχαιϊάδων ἀνιεῖσα
  88. Τρωσὶν ἅμα σπέσθαι, τοὺς νῦν ἔκπαγλα φίλησε,
  89. τῶν τινα καρρέζουσα Ἀχαιϊάδων ἐϋπέπλων
  90. πρὸς χρυσῇ περόνῃ καταμύξατο χεῖρα ἀραιήν.
  91. ὣς φάτο, μείδησεν δὲ πατὴρ ἀνδρῶν τε θεῶν τε,
  92. καί ῥα καλεσσάμενος προσέφη χρυσῆν Ἀφροδίτην·
  93. οὔ τοι τέκνον ἐμὸν δέδοται πολεμήϊα ἔργα,
  94. ἀλλὰ σύ γʼ ἱμερόεντα μετέρχεο ἔργα γάμοιο,
  95. ταῦτα δʼ Ἄρηϊ θοῷ καὶ Ἀθήνῃ πάντα μελήσει.
  96. ὣς οἳ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον,
  97. Αἰνείᾳ δʼ ἐπόρουσε βοὴν ἀγαθὸς Διομήδης,
  98. γιγνώσκων ὅ οἱ αὐτὸς ὑπείρεχε χεῖρας Ἀπόλλων·
  99. ἀλλʼ ὅ γʼ ἄρʼ οὐδὲ θεὸν μέγαν ἅζετο, ἵετο δʼ αἰεὶ
  100. Αἰνείαν κτεῖναι καὶ ἀπὸ κλυτὰ τεύχεα δῦσαι.
  101. τρὶς μὲν ἔπειτʼ ἐπόρουσε κατακτάμεναι μενεαίνων,
  102. τρὶς δέ οἱ ἐστυφέλιξε φαεινὴν ἀσπίδʼ Ἀπόλλων·
  103. ἀλλʼ ὅτε δὴ τὸ τέταρτον ἐπέσσυτο δαίμονι ἶσος,
  104. δεινὰ δʼ ὁμοκλήσας προσέφη ἑκάεργος Ἀπόλλων·
  105. φράζεο Τυδεΐδη καὶ χάζεο, μηδὲ θεοῖσιν
  106. ἶσʼ ἔθελε φρονέειν, ἐπεὶ οὔ ποτε φῦλον ὁμοῖον
  107. ἀθανάτων τε θεῶν χαμαὶ ἐρχομένων τʼ ἀνθρώπων.
  108. ὣς φάτο, Τυδεΐδης δʼ ἀνεχάζετο τυτθὸν ὀπίσσω
  109. μῆνιν ἀλευάμενος ἑκατηβόλου Ἀπόλλωνος.
  110. Αἰνείαν δʼ ἀπάτερθεν ὁμίλου θῆκεν Ἀπόλλων
  111. Περγάμῳ εἰν ἱερῇ, ὅθι οἱ νηός γε τέτυκτο.
  112. ἤτοι τὸν Λητώ τε καὶ Ἄρτεμις ἰοχέαιρα
  113. ἐν μεγάλῳ ἀδύτῳ ἀκέοντό τε κύδαινόν τε·
  114. αὐτὰρ ὃ εἴδωλον τεῦξʼ ἀργυρότοξος Ἀπόλλων
  115. αὐτῷ τʼ Αἰνείᾳ ἴκελον καὶ τεύχεσι τοῖον,
  116. ἀμφὶ δʼ ἄρʼ εἰδώλῳ Τρῶες καὶ δῖοι Ἀχαιοὶ
  117. δῄουν ἀλλήλων ἀμφὶ στήθεσσι βοείας
  118. ἀσπίδας εὐκύκλους λαισήϊά τε πτερόεντα.
  119. δὴ τότε θοῦρον Ἄρηα προσηύδα Φοῖβος Ἀπόλλων·
  120. Ἆρες Ἄρες βροτολοιγὲ μιαιφόνε τειχεσιπλῆτα,
  121. οὐκ ἂν δὴ τόνδʼ ἄνδρα μάχης ἐρύσαιο μετελθὼν
  122. Τυδεΐδην, ὃς νῦν γε καὶ ἂν Διὶ πατρὶ μάχοιτο;
  123. Κύπριδα μὲν πρῶτα σχεδὸν οὔτασε χεῖρʼ ἐπὶ καρπῷ,
  124. αὐτὰρ ἔπειτʼ αὐτῷ μοι ἐπέσσυτο δαίμονι ἶσος.
  125. ὣς εἰπὼν αὐτὸς μὲν ἐφέζετο Περγάμῳ ἄκρῃ,
  126. Τρῳὰς δὲ στίχας οὖλος Ἄρης ὄτρυνε μετελθὼν
  127. εἰδόμενος Ἀκάμαντι θοῷ ἡγήτορι Θρῃκῶν·
  128. υἱάσι δὲ Πριάμοιο διοτρεφέεσσι κέλευεν·
  129. ὦ υἱεῖς Πριάμοιο διοτρεφέος βασιλῆος
  130. ἐς τί ἔτι κτείνεσθαι ἐάσετε λαὸν Ἀχαιοῖς;
  131. ἦ εἰς ὅ κεν ἀμφὶ πύλῃς εὖ ποιητῇσι μάχωνται;
  132. κεῖται ἀνὴρ ὃν ἶσον ἐτίομεν Ἕκτορι δίῳ
  133. Αἰνείας υἱὸς μεγαλήτορος Ἀγχίσαο·
  134. ἀλλʼ ἄγετʼ ἐκ φλοίσβοιο σαώσομεν ἐσθλὸν ἑταῖρον.
  135. ὣς εἰπὼν ὄτρυνε μένος καὶ θυμὸν ἑκάστου.
  136. ἔνθʼ αὖ Σαρπηδὼν μάλα νείκεσεν Ἕκτορα δῖον·
  137. Ἕκτορ πῇ δή τοι μένος οἴχεται ὃ πρὶν ἔχεσκες;
  138. φῆς που ἄτερ λαῶν πόλιν ἑξέμεν ἠδʼ ἐπικούρων
  139. οἶος σὺν γαμβροῖσι κασιγνήτοισί τε σοῖσι.
  140. τῶν νῦν οὔ τινʼ ἐγὼ ἰδέειν δύναμʼ οὐδὲ νοῆσαι,
  141. ἀλλὰ καταπτώσσουσι κύνες ὣς ἀμφὶ λέοντα·
  142. ἡμεῖς δὲ μαχόμεσθʼ οἵ πέρ τʼ ἐπίκουροι ἔνειμεν.
  143. καὶ γὰρ ἐγὼν ἐπίκουρος ἐὼν μάλα τηλόθεν ἥκω·
  144. τηλοῦ γὰρ Λυκίη Ξάνθῳ ἔπι δινήεντι,
  145. ἔνθʼ ἄλοχόν τε φίλην ἔλιπον καὶ νήπιον υἱόν,
  146. κὰδ δὲ κτήματα πολλά, τὰ ἔλδεται ὅς κʼ ἐπιδευής.
  147. ἀλλὰ καὶ ὧς Λυκίους ὀτρύνω καὶ μέμονʼ αὐτὸς
  148. ἀνδρὶ μαχήσασθαι· ἀτὰρ οὔ τί μοι ἐνθάδε τοῖον
  149. οἷόν κʼ ἠὲ φέροιεν Ἀχαιοὶ ἤ κεν ἄγοιεν·
  150. τύνη δʼ ἕστηκας, ἀτὰρ οὐδʼ ἄλλοισι κελεύεις
  151. λαοῖσιν μενέμεν καὶ ἀμυνέμεναι ὤρεσσι.
  152. μή πως ὡς ἀψῖσι λίνου ἁλόντε πανάγρου
  153. ἀνδράσι δυσμενέεσσιν ἕλωρ καὶ κύρμα γένησθε·
  154. οἳ δὲ τάχʼ ἐκπέρσουσʼ εὖ ναιομένην πόλιν ὑμήν.
  155. σοὶ δὲ χρὴ τάδε πάντα μέλειν νύκτάς τε καὶ ἦμαρ
  156. ἀρχοὺς λισσομένῳ τηλεκλειτῶν ἐπικούρων
  157. νωλεμέως ἐχέμεν, κρατερὴν δʼ ἀποθέσθαι ἐνιπήν.
  158. ὣς φάτο Σαρπηδών, δάκε δὲ φρένας Ἕκτορι μῦθος·
  159. αὐτίκα δʼ ἐξ ὀχέων σὺν τεύχεσιν ἆλτο χαμᾶζε,
  160. πάλλων δʼ ὀξέα δοῦρα κατὰ στρατὸν ᾤχετο πάντῃ
  161. ὀτρύνων μαχέσασθαι, ἔγειρε δὲ φύλοπιν αἰνήν.
  162. οἳ δʼ ἐλελίχθησαν καὶ ἐναντίοι ἔσταν Ἀχαιῶν·
  163. Ἀργεῖοι δʼ ὑπέμειναν ἀολλέες οὐδὲ φόβηθεν.
  164. ὡς δʼ ἄνεμος ἄχνας φορέει ἱερὰς κατʼ ἀλωὰς
  165. ἀνδρῶν λικμώντων, ὅτε τε ξανθὴ Δημήτηρ
  166. κρίνῃ ἐπειγομένων ἀνέμων καρπόν τε καὶ ἄχνας,
  167. αἳ δʼ ὑπολευκαίνονται ἀχυρμιαί· ὣς τότʼ Ἀχαιοὶ
  168. λευκοὶ ὕπερθε γένοντο κονισάλῳ, ὅν ῥα διʼ αὐτῶν
  169. οὐρανὸν ἐς πολύχαλκον ἐπέπληγον πόδες ἵππων
  170. ἂψ ἐπιμισγομένων· ὑπὸ δʼ ἔστρεφον ἡνιοχῆες.
  171. οἳ δὲ μένος χειρῶν ἰθὺς φέρον· ἀμφὶ δὲ νύκτα
  172. θοῦρος Ἄρης ἐκάλυψε μάχῃ Τρώεσσιν ἀρήγων
  173. πάντοσʼ ἐποιχόμενος· τοῦ δʼ ἐκραίαινεν ἐφετμὰς
  174. Φοίβου Ἀπόλλωνος χρυσαόρου, ὅς μιν ἀνώγει
  175. Τρωσὶν θυμὸν ἐγεῖραι, ἐπεὶ ἴδε Παλλάδʼ Ἀθήνην
  176. οἰχομένην· ἣ γάρ ῥα πέλεν Δαναοῖσιν ἀρηγών.
  177. αὐτὸς δʼ Αἰνείαν μάλα πίονος ἐξ ἀδύτοιο
  178. ἧκε, καὶ ἐν στήθεσσι μένος βάλε ποιμένι λαῶν.
  179. Αἰνείας δʼ ἑτάροισι μεθίστατο· τοὶ δὲ χάρησαν,
  180. ὡς εἶδον ζωόν τε καὶ ἀρτεμέα προσιόντα
  181. καὶ μένος ἐσθλὸν ἔχοντα· μετάλλησάν γε μὲν οὔ τι.
  182. οὐ γὰρ ἔα πόνος ἄλλος, ὃν ἀργυρότοξος ἔγειρεν
  183. Ἄρης τε βροτολοιγὸς Ἔρις τʼ ἄμοτον μεμαυῖα.
  184. τοὺς δʼ Αἴαντε δύω καὶ Ὀδυσσεὺς καὶ Διομήδης
  185. ὄτρυνον Δαναοὺς πολεμιζέμεν· οἳ δὲ καὶ αὐτοὶ
  186. οὔτε βίας Τρώων ὑπεδείδισαν οὔτε ἰωκάς,
  187. ἀλλʼ ἔμενον νεφέλῃσιν ἐοικότες ἅς τε Κρονίων
  188. νηνεμίης ἔστησεν ἐπʼ ἀκροπόλοισιν ὄρεσσιν
  189. ἀτρέμας, ὄφρʼ εὕδῃσι μένος Βορέαο καὶ ἄλλων
  190. ζαχρειῶν ἀνέμων, οἵ τε νέφεα σκιόεντα
  191. πνοιῇσιν λιγυρῇσι διασκιδνᾶσιν ἀέντες·
  192. ὣς Δαναοὶ Τρῶας μένον ἔμπεδον οὐδὲ φέβοντο.
  193. Ἀτρεΐδης δʼ ἀνʼ ὅμιλον ἐφοίτα πολλὰ κελεύων·
  194. ὦ φίλοι ἀνέρες ἔστε καὶ ἄλκιμον ἦτορ ἕλεσθε,
  195. ἀλλήλους τʼ αἰδεῖσθε κατὰ κρατερὰς ὑσμίνας·
  196. αἰδομένων ἀνδρῶν πλέονες σόοι ἠὲ πέφανται·
  197. φευγόντων δʼ οὔτʼ ἂρ κλέος ὄρνυται οὔτε τις ἀλκή.
  198. ἦ καὶ ἀκόντισε δουρὶ θοῶς, βάλε δὲ πρόμον ἄνδρα
  199. Αἰνείω ἕταρον μεγαθύμου Δηϊκόωντα
  200. Περγασίδην, ὃν Τρῶες ὁμῶς Πριάμοιο τέκεσσι
  201. τῖον, ἐπεὶ θοὸς ἔσκε μετὰ πρώτοισι μάχεσθαι.
  202. τόν ῥα κατʼ ἀσπίδα δουρὶ βάλε κρείων Ἀγαμέμνων·
  203. ἣ δʼ οὐκ ἔγχος ἔρυτο, διὰ πρὸ δὲ εἴσατο χαλκός,
  204. νειαίρῃ δʼ ἐν γαστρὶ διὰ ζωστῆρος ἔλασσε·
  205. δούπησεν δὲ πεσών, ἀράβησε δὲ τεύχεʼ ἐπʼ αὐτῷ.
  206. ἔνθʼ αὖτʼ Αἰνείας Δαναῶν ἕλεν ἄνδρας ἀρίστους
  207. υἷε Διοκλῆος Κρήθωνά τε Ὀρσίλοχόν τε,
  208. τῶν ῥα πατὴρ μὲν ἔναιεν ἐϋκτιμένῃ ἐνὶ Φηρῇ
  209. ἀφνειὸς βιότοιο, γένος δʼ ἦν ἐκ ποταμοῖο
  210. Ἀλφειοῦ, ὅς τʼ εὐρὺ ῥέει Πυλίων διὰ γαίης,
  211. ὃς τέκετʼ Ὀρτίλοχον πολέεσσʼ ἄνδρεσσιν ἄνακτα·
  212. Ὀρτίλοχος δʼ ἄρʼ ἔτικτε Διοκλῆα μεγάθυμον,
  213. ἐκ δὲ Διοκλῆος διδυμάονε παῖδε γενέσθην,
  214. Κρήθων Ὀρσίλοχός τε μάχης εὖ εἰδότε πάσης.
  215. τὼ μὲν ἄρʼ ἡβήσαντε μελαινάων ἐπὶ νηῶν
  216. Ἴλιον εἰς εὔπωλον ἅμʼ Ἀργείοισιν ἑπέσθην,
  217. τιμὴν Ἀτρεΐδῃς Ἀγαμέμνονι καὶ Μενελάῳ
  218. ἀρνυμένω· τὼ δʼ αὖθι τέλος θανάτοιο κάλυψεν.
  219. οἵω τώ γε λέοντε δύω ὄρεος κορυφῇσιν
  220. ἐτραφέτην ὑπὸ μητρὶ βαθείης τάρφεσιν ὕλης·
  221. τὼ μὲν ἄρʼ ἁρπάζοντε βόας καὶ ἴφια μῆλα
  222. σταθμοὺς ἀνθρώπων κεραΐζετον, ὄφρα καὶ αὐτὼ
  223. ἀνδρῶν ἐν παλάμῃσι κατέκταθεν ὀξέϊ χαλκῷ·
  224. τοίω τὼ χείρεσσιν ὑπʼ Αἰνείαο δαμέντε
  225. καππεσέτην, ἐλάτῃσιν ἐοικότες ὑψηλῇσι.
  226. τὼ δὲ πεσόντʼ ἐλέησεν ἀρηΐφιλος Μενέλαος,
  227. βῆ δὲ διὰ προμάχων κεκορυθμένος αἴθοπι χαλκῷ
  228. σείων ἐγχείην· τοῦ δʼ ὄτρυνεν μένος Ἄρης,
  229. τὰ φρονέων ἵνα χερσὶν ὑπʼ Αἰνείαο δαμείη.
  230. τὸν δʼ ἴδεν Ἀντίλοχος μεγαθύμου Νέστορος υἱός,
  231. βῆ δὲ διὰ προμάχων· περὶ γὰρ δίε ποιμένι λαῶν
  232. μή τι πάθοι, μέγα δέ σφας ἀποσφήλειε πόνοιο.
  233. τὼ μὲν δὴ χεῖράς τε καὶ ἔγχεα ὀξυόεντα
  234. ἀντίον ἀλλήλων ἐχέτην μεμαῶτε μάχεσθαι·
  235. Ἀντίλοχος δὲ μάλʼ ἄγχι παρίστατο ποιμένι λαῶν.
  236. Αἰνείας δʼ οὐ μεῖνε θοός περ ἐὼν πολεμιστὴς
  237. ὡς εἶδεν δύο φῶτε παρʼ ἀλλήλοισι μένοντε.
  238. οἳ δʼ ἐπεὶ οὖν νεκροὺς ἔρυσαν μετὰ λαὸν Ἀχαιῶν,
  239. τὼ μὲν ἄρα δειλὼ βαλέτην ἐν χερσὶν ἑταίρων,
  240. αὐτὼ δὲ στρεφθέντε μετὰ πρώτοισι μαχέσθην.
  241. ἔνθα Πυλαιμένεα ἑλέτην ἀτάλαντον Ἄρηϊ
  242. ἀρχὸν Παφλαγόνων μεγαθύμων ἀσπιστάων.
  243. τὸν μὲν ἄρʼ Ἀτρεΐδης δουρικλειτὸς Μενέλαος
  244. ἑσταότʼ ἔγχεϊ νύξε κατὰ κληῗδα τυχήσας·
  245. Ἀντίλοχος δὲ Μύδωνα βάλʼ ἡνίοχον θεράποντα
  246. ἐσθλὸν Ἀτυμνιάδην· ὃ δʼ ὑπέστρεφε μώνυχας ἵππους·
  247. χερμαδίῳ ἀγκῶνα τυχὼν μέσον· ἐκ δʼ ἄρα χειρῶν
  248. ἡνία λεύκʼ ἐλέφαντι χαμαὶ πέσον ἐν κονίῃσιν.
  249. Ἀντίλοχος δʼ ἄρʼ ἐπαΐξας ξίφει ἤλασε κόρσην·
  250. αὐτὰρ ὅ γʼ ἀσθμαίνων εὐεργέος ἔκπεσε δίφρου
  251. κύμβαχος ἐν κονίῃσιν ἐπὶ βρεχμόν τε καὶ ὤμους.
  252. δηθὰ μάλʼ ἑστήκει· τύχε γάρ ῥʼ ἀμάθοιο βαθείης·
  253. ὄφρʼ ἵππω πλήξαντε χαμαὶ βάλον ἐν κονίῃσι·
  254. τοὺς ἵμασʼ Ἀντίλοχος, μετὰ δὲ στρατὸν ἤλασʼ Ἀχαιῶν.
  255. τοὺς δʼ Ἕκτωρ ἐνόησε κατὰ στίχας, ὦρτο δʼ ἐπʼ αὐτοὺς
  256. κεκλήγων· ἅμα δὲ Τρώων εἵποντο φάλαγγες
  257. καρτεραί· ἦρχε δʼ ἄρα σφιν Ἄρης καὶ πότνιʼ Ἐνυώ,
  258. ἣ μὲν ἔχουσα Κυδοιμὸν ἀναιδέα δηϊοτῆτος,
  259. Ἄρης δʼ ἐν παλάμῃσι πελώριον ἔγχος ἐνώμα,
  260. φοίτα δʼ ἄλλοτε μὲν πρόσθʼ Ἕκτορος, ἄλλοτʼ ὄπισθε.
  261. τὸν δὲ ἰδὼν ῥίγησε βοὴν ἀγαθὸς Διομήδης·
  262. ὡς δʼ ὅτʼ ἀνὴρ ἀπάλαμνος ἰὼν πολέος πεδίοιο
  263. στήῃ ἐπʼ ὠκυρόῳ ποταμῷ ἅλα δὲ προρέοντι
  264. ἀφρῷ μορμύροντα ἰδών, ἀνά τʼ ἔδραμʼ ὀπίσσω,
  265. ὣς τότε Τυδεΐδης ἀνεχάζετο, εἶπέ τε λαῷ·
  266. ὦ φίλοι οἷον δὴ θαυμάζομεν Ἕκτορα δῖον
  267. αἰχμητήν τʼ ἔμεναι καὶ θαρσαλέον πολεμιστήν·
  268. τῷ δʼ αἰεὶ πάρα εἷς γε θεῶν, ὃς λοιγὸν ἀμύνει·
  269. καὶ νῦν οἱ πάρα κεῖνος Ἄρης βροτῷ ἀνδρὶ ἐοικώς.
  270. ἀλλὰ πρὸς Τρῶας τετραμμένοι αἰὲν ὀπίσσω
  271. εἴκετε, μηδὲ θεοῖς μενεαινέμεν ἶφι μάχεσθαι.
  272. ὣς ἄρʼ ἔφη, Τρῶες δὲ μάλα σχεδὸν ἤλυθον αὐτῶν.
  273. ἔνθʼ Ἕκτωρ δύο φῶτε κατέκτανεν εἰδότε χάρμης
  274. εἰν ἑνὶ δίφρῳ ἐόντε, Μενέσθην Ἀγχίαλόν τε.
  275. τὼ δὲ πεσόντʼ ἐλέησε μέγας Τελαμώνιος Αἴας·
  276. στῆ δὲ μάλʼ ἐγγὺς ἰών, καὶ ἀκόντισε δουρὶ φαεινῷ,
  277. καὶ βάλεν Ἄμφιον Σελάγου υἱόν, ὅς ῥʼ ἐνὶ Παισῷ
  278. ναῖε πολυκτήμων πολυλήϊος· ἀλλά ἑ μοῖρα
  279. ἦγʼ ἐπικουρήσοντα μετὰ Πρίαμόν τε καὶ υἷας.
  280. τόν ῥα κατὰ ζωστῆρα βάλεν Τελαμώνιος Αἴας,