Iliad
Homer
Homer. Homeri Opera, Volumes 1-2. Monro, D. B. (David Binning), editor; Allen, Thomas W. (Thomas William), editor. Oxford: Clarendon Press, 1908-1920.
- νειαίρῃ δʼ ἐν γαστρὶ πάγη δολιχόσκιον ἔγχος,
- δούπησεν δὲ πεσών· ὃ δʼ ἐπέδραμε φαίδιμος Αἴας
- τεύχεα συλήσων· Τρῶες δʼ ἐπὶ δούρατʼ ἔχευαν
- ὀξέα παμφανόωντα· σάκος δʼ ἀνεδέξατο πολλά.
- αὐτὰρ ὃ λὰξ προσβὰς ἐκ νεκροῦ χάλκεον ἔγχος
- ἐσπάσατʼ· οὐδʼ ἄρʼ ἔτʼ ἄλλα δυνήσατο τεύχεα καλὰ
- ὤμοιιν ἀφελέσθαι· ἐπείγετο γὰρ βελέεσσι.
- δεῖσε δʼ ὅ γʼ ἀμφίβασιν κρατερὴν Τρώων ἀγερώχων,
- οἳ πολλοί τε καὶ ἐσθλοὶ ἐφέστασαν ἔγχεʼ ἔχοντες,
- οἵ ἑ μέγαν περ ἐόντα καὶ ἴφθιμον καὶ ἀγαυὸν
- ὦσαν ἀπὸ σφείων· ὃ δὲ χασσάμενος πελεμίχθη.
- ὣς οἳ μὲν πονέοντο κατὰ κρατερὴν ὑσμίνην·
- Τληπόλεμον δʼ Ἡρακλεΐδην ἠΰν τε μέγαν τε
- ὦρσεν ἐπʼ ἀντιθέῳ Σαρπηδόνι μοῖρα κραταιή.
- οἳ δʼ ὅτε δὴ σχεδὸν ἦσαν ἐπʼ ἀλλήλοισιν ἰόντες
- υἱός θʼ υἱωνός τε Διὸς νεφεληγερέταο,
- τὸν καὶ Τληπόλεμος πρότερος πρὸς μῦθον ἔειπε·
- Σαρπῆδον Λυκίων βουληφόρε, τίς τοι ἀνάγκη
- πτώσσειν ἐνθάδʼ ἐόντι μάχης ἀδαήμονι φωτί;
- ψευδόμενοι δέ σέ φασι Διὸς γόνον αἰγιόχοιο
- εἶναι, ἐπεὶ πολλὸν κείνων ἐπιδεύεαι ἀνδρῶν
- οἳ Διὸς ἐξεγένοντο ἐπὶ προτέρων ἀνθρώπων·
- ἀλλʼ οἷόν τινά φασι βίην Ἡρακληείην
- εἶναι, ἐμὸν πατέρα θρασυμέμνονα θυμολέοντα·
- ὅς ποτε δεῦρʼ ἐλθὼν ἕνεχʼ ἵππων Λαομέδοντος
- ἓξ οἴῃς σὺν νηυσὶ καὶ ἀνδράσι παυροτέροισιν
- Ἰλίου ἐξαλάπαξε πόλιν, χήρωσε δʼ ἀγυιάς·
- σοὶ δὲ κακὸς μὲν θυμός, ἀποφθινύθουσι δὲ λαοί.
- οὐδέ τί σε Τρώεσσιν ὀΐομαι ἄλκαρ ἔσεσθαι
- ἐλθόντʼ ἐκ Λυκίης, οὐδʼ εἰ μάλα καρτερός ἐσσι,
- ἀλλʼ ὑπʼ ἐμοὶ δμηθέντα πύλας Ἀΐδαο περήσειν.
- τὸν δʼ αὖ Σαρπηδὼν Λυκίων ἀγὸς ἀντίον ηὔδα·
- Τληπόλεμʼ ἤτοι κεῖνος ἀπώλεσεν Ἴλιον ἱρὴν
- ἀνέρος ἀφραδίῃσιν ἀγαυοῦ Λαομέδοντος,
- ὅς ῥά μιν εὖ ἕρξαντα κακῷ ἠνίπαπε μύθῳ,
- οὐδʼ ἀπέδωχʼ ἵππους, ὧν εἵνεκα τηλόθεν ἦλθε.
- σοὶ δʼ ἐγὼ ἐνθάδε φημὶ φόνον καὶ κῆρα μέλαιναν
- ἐξ ἐμέθεν τεύξεσθαι, ἐμῷ δʼ ὑπὸ δουρὶ δαμέντα
- εὖχος ἐμοὶ δώσειν, ψυχὴν δʼ Ἄϊδι κλυτοπώλῳ.
- ὣς φάτο Σαρπηδών, ὃ δʼ ἀνέσχετο μείλινον ἔγχος
- Τληπόλεμος· καὶ τῶν μὲν ἁμαρτῇ δούρατα μακρὰ
- ἐκ χειρῶν ἤϊξαν· ὃ μὲν βάλεν αὐχένα μέσσον
- Σαρπηδών, αἰχμὴ δὲ διαμπερὲς ἦλθʼ ἀλεγεινή·
- τὸν δὲ κατʼ ὀφθαλμῶν ἐρεβεννὴ νὺξ ἐκάλυψε.
- Τληπόλεμος δʼ ἄρα μηρὸν ἀριστερὸν ἔγχεϊ μακρῷ
- βεβλήκειν, αἰχμὴ δὲ διέσσυτο μαιμώωσα
- ὀστέω ἐγχριμφθεῖσα, πατὴρ δʼ ἔτι λοιγὸν ἄμυνεν.
- οἳ μὲν ἄρʼ ἀντίθεον Σαρπηδόνα δῖοι ἑταῖροι
- ἐξέφερον πολέμοιο· βάρυνε δέ μιν δόρυ μακρὸν
- ἑλκόμενον· τὸ μὲν οὔ τις ἐπεφράσατʼ οὐδὲ νόησε
- μηροῦ ἐξερύσαι δόρυ μείλινον ὄφρʼ ἐπιβαίη
- σπευδόντων· τοῖον γὰρ ἔχον πόνον ἀμφιέποντες.
- Τληπόλεμον δʼ ἑτέρωθεν ἐϋκνήμιδες Ἀχαιοὶ
- ἐξέφερον πολέμοιο· νόησε δὲ δῖος Ὀδυσσεὺς
- τλήμονα θυμὸν ἔχων, μαίμησε δέ οἱ φίλον ἦτορ·
- μερμήριξε δʼ ἔπειτα κατὰ φρένα καὶ κατὰ θυμὸν
- ἢ προτέρω Διὸς υἱὸν ἐριγδούποιο διώκοι,
- ἦ ὅ γε τῶν πλεόνων Λυκίων ἀπὸ θυμὸν ἕλοιτο.
- οὐδʼ ἄρʼ Ὀδυσσῆϊ μεγαλήτορι μόρσιμον ἦεν
- ἴφθιμον Διὸς υἱὸν ἀποκτάμεν ὀξέϊ χαλκῷ·
- τώ ῥα κατὰ πληθὺν Λυκίων τράπε θυμὸν Ἀθήνη.
- ἔνθʼ ὅ γε Κοίρανον εἷλεν Ἀλάστορά τε Χρομίον τε
- Ἄλκανδρόν θʼ Ἅλιόν τε Νοήμονά τε Πρύτανίν τε.
- καί νύ κʼ ἔτι πλέονας Λυκίων κτάνε δῖος Ὀδυσσεὺς
- εἰ μὴ ἄρʼ ὀξὺ νόησε μέγας κορυθαίολος Ἕκτωρ·
- βῆ δὲ διὰ προμάχων κεκορυθμένος αἴθοπι χαλκῷ
- δεῖμα φέρων Δαναοῖσι· χάρη δʼ ἄρα οἱ προσιόντι
- Σαρπηδὼν Διὸς υἱός, ἔπος δʼ ὀλοφυδνὸν ἔειπε·
- Πριαμίδη, μὴ δή με ἕλωρ Δαναοῖσιν ἐάσῃς
- κεῖσθαι, ἀλλʼ ἐπάμυνον· ἔπειτά με καὶ λίποι αἰὼν
- ἐν πόλει ὑμετέρῃ, ἐπεὶ οὐκ ἄρʼ ἔμελλον ἔγωγε
- νοστήσας οἶκον δὲ φίλην ἐς πατρίδα γαῖαν
- εὐφρανέειν ἄλοχόν τε φίλην καὶ νήπιον υἱόν.
- ὣς φάτο, τὸν δʼ οὔ τι προσέφη κορυθαίολος Ἕκτωρ,
- ἀλλὰ παρήϊξεν λελιημένος ὄφρα τάχιστα
- ὤσαιτʼ Ἀργείους, πολέων δʼ ἀπὸ θυμὸν ἕλοιτο.
- οἳ μὲν ἄρʼ ἀντίθεον Σαρπηδόνα δῖοι ἑταῖροι
- εἷσαν ὑπʼ αἰγιόχοιο Διὸς περικαλλέϊ φηγῷ·
- ἐκ δʼ ἄρα οἱ μηροῦ δόρυ μείλινον ὦσε θύραζε
- ἴφθιμος Πελάγων, ὅς οἱ φίλος ἦεν ἑταῖρος.
- τὸν δʼ ἔλιπε ψυχή, κατὰ δʼ ὀφθαλμῶν κέχυτʼ ἀχλύς·
- αὖτις δʼ ἐμπνύνθη, περὶ δὲ πνοιὴ Βορέαο
- ζώγρει ἐπιπνείουσα κακῶς κεκαφηότα θυμόν.
- Ἀργεῖοι δʼ ὑπʼ Ἄρηϊ καὶ Ἕκτορι χαλκοκορυστῇ
- οὔτε ποτὲ προτρέποντο μελαινάων ἐπὶ νηῶν
- οὔτε ποτʼ ἀντεφέροντο μάχῃ, ἀλλʼ αἰὲν ὀπίσσω
- χάζονθʼ, ὡς ἐπύθοντο μετὰ Τρώεσσιν Ἄρηα.
- ἔνθα τίνα πρῶτον τίνα δʼ ὕστατον ἐξενάριξαν
- Ἕκτωρ τε Πριάμοιο πάϊς καὶ χάλκεος Ἄρης;
- ἀντίθεον Τεύθραντʼ, ἐπὶ δὲ πλήξιππον Ὀρέστην,
- Τρῆχόν τʼ αἰχμητὴν Αἰτώλιον Οἰνόμαόν τε,
- Οἰνοπίδην θʼ Ἕλενον καὶ Ὀρέσβιον αἰολομίτρην,
- ὅς ῥʼ ἐν Ὕλῃ ναίεσκε μέγα πλούτοιο μεμηλώς,
- λίμνῃ κεκλιμένος Κηφισίδι· πὰρ δέ οἱ ἄλλοι
- ναῖον Βοιωτοὶ μάλα πίονα δῆμον ἔχοντες.
- τοὺς δʼ ὡς οὖν ἐνόησε θεὰ λευκώλενος Ἥρη
- Ἀργείους ὀλέκοντας ἐνὶ κρατερῇ ὑσμίνῃ,
- αὐτίκʼ Ἀθηναίην ἔπεα πτερόεντα προσηύδα·
- ὢ πόποι αἰγιόχοιο Διὸς τέκος Ἀτρυτώνη,
- ἦ ῥʼ ἅλιον τὸν μῦθον ὑπέστημεν Μενελάῳ
- Ἴλιον ἐκπέρσαντʼ εὐτείχεον ἀπονέεσθαι,
- εἰ οὕτω μαίνεσθαι ἐάσομεν οὖλον Ἄρηα.
- ἀλλʼ ἄγε δὴ καὶ νῶϊ μεδώμεθα θούριδος ἀλκῆς.
- ὣς ἔφατʼ, οὐδʼ ἀπίθησε θεὰ γλαυκῶπις Ἀθήνη.
- ἣ μὲν ἐποιχομένη χρυσάμπυκας ἔντυεν ἵππους
- Ἥρη πρέσβα θεὰ θυγάτηρ μεγάλοιο Κρόνοιο·
- Ἥβη δʼ ἀμφʼ ὀχέεσσι θοῶς βάλε καμπύλα κύκλα
- χάλκεα ὀκτάκνημα σιδηρέῳ ἄξονι ἀμφίς.
- τῶν ἤτοι χρυσέη ἴτυς ἄφθιτος, αὐτὰρ ὕπερθε
- χάλκεʼ ἐπίσσωτρα προσαρηρότα, θαῦμα ἰδέσθαι·
- πλῆμναι δʼ ἀργύρου εἰσὶ περίδρομοι ἀμφοτέρωθεν·
- δίφρος δὲ χρυσέοισι καὶ ἀργυρέοισιν ἱμᾶσιν
- ἐντέταται, δοιαὶ δὲ περίδρομοι ἄντυγές εἰσι.
- τοῦ δʼ ἐξ ἀργύρεος ῥυμὸς πέλεν· αὐτὰρ ἐπʼ ἄκρῳ
- δῆσε χρύσειον καλὸν ζυγόν, ἐν δὲ λέπαδνα
- κάλʼ ἔβαλε χρύσειʼ· ὑπὸ δὲ ζυγὸν ἤγαγεν Ἥρη
- ἵππους ὠκύποδας, μεμαυῖʼ ἔριδος καὶ ἀϋτῆς.
- αὐτὰρ Ἀθηναίη κούρη Διὸς αἰγιόχοιο
- πέπλον μὲν κατέχευεν ἑανὸν πατρὸς ἐπʼ οὔδει
- ποικίλον, ὅν ῥʼ αὐτὴ ποιήσατο καὶ κάμε χερσίν·
- ἣ δὲ χιτῶνʼ ἐνδῦσα Διὸς νεφεληγερέταο
- τεύχεσιν ἐς πόλεμον θωρήσσετο δακρυόεντα.
- ἀμφὶ δʼ ἄρʼ ὤμοισιν βάλετʼ αἰγίδα θυσσανόεσσαν
- δεινήν, ἣν περὶ μὲν πάντῃ Φόβος ἐστεφάνωται,
- ἐν δʼ Ἔρις, ἐν δʼ Ἀλκή, ἐν δὲ κρυόεσσα Ἰωκή,
- ἐν δέ τε Γοργείη κεφαλὴ δεινοῖο πελώρου
- δεινή τε σμερδνή τε, Διὸς τέρας αἰγιόχοιο.
- κρατὶ δʼ ἐπʼ ἀμφίφαλον κυνέην θέτο τετραφάληρον
- χρυσείην, ἑκατὸν πολίων πρυλέεσσʼ ἀραρυῖαν·
- ἐς δʼ ὄχεα φλόγεα ποσὶ βήσετο, λάζετο δʼ ἔγχος
- βριθὺ μέγα στιβαρόν, τῷ δάμνησι στίχας ἀνδρῶν
- ἡρώων, οἷσίν τε κοτέσσεται ὀβριμοπάτρη.
- Ἥρη δὲ μάστιγι θοῶς ἐπεμαίετʼ ἄρʼ ἵππους·
- αὐτόμαται δὲ πύλαι μύκον οὐρανοῦ ἃς ἔχον Ὧραι,
- τῇς ἐπιτέτραπται μέγας οὐρανὸς Οὔλυμπός τε
- ἠμὲν ἀνακλῖναι πυκινὸν νέφος ἠδʼ ἐπιθεῖναι.
- τῇ ῥα διʼ αὐτάων κεντρηνεκέας ἔχον ἵππους·
- εὗρον δὲ Κρονίωνα θεῶν ἄτερ ἥμενον ἄλλων
- ἀκροτάτῃ κορυφῇ πολυδειράδος Οὐλύμποιο.
- ἔνθʼ ἵππους στήσασα θεὰ λευκώλενος Ἥρη
- Ζῆνʼ ὕπατον Κρονίδην ἐξείρετο καὶ προσέειπε·
- Ζεῦ πάτερ οὐ νεμεσίζῃ Ἄρῃ τάδε καρτερὰ ἔργα
- ὁσσάτιόν τε καὶ οἷον ἀπώλεσε λαὸν Ἀχαιῶν
- μὰψ ἀτὰρ οὐ κατὰ κόσμον ἐμοὶ δʼ ἄχος, οἳ δὲ ἕκηλοι
- τέρπονται Κύπρίς τε καὶ ἀργυρότοξος Ἀπόλλων
- ἄφρονα τοῦτον ἀνέντες, ὃς οὔ τινα οἶδε θέμιστα;
- Ζεῦ πάτερ ἦ ῥά τί μοι κεχολώσεαι, αἴ κεν Ἄρηα
- λυγρῶς πεπληγυῖα μάχης ἐξαποδίωμαι;
- τὴν δʼ ἀπαμειβόμενος προσέφη νεφεληγερέτα Ζεύς·
- ἄγρει μάν οἱ ἔπορσον Ἀθηναίην ἀγελείην,
- ἥ ἑ μάλιστʼ εἴωθε κακῇς ὀδύνῃσι πελάζειν.
- ὣς ἔφατʼ, οὐδʼ ἀπίθησε θεὰ λευκώλενος Ἥρη,
- μάστιξεν δʼ ἵππους· τὼ δʼ οὐκ ἀέκοντε πετέσθην
- μεσσηγὺς γαίης τε καὶ οὐρανοῦ ἀστερόεντος.
- ὅσσον δʼ ἠεροειδὲς ἀνὴρ ἴδεν ὀφθαλμοῖσιν
- ἥμενος ἐν σκοπιῇ, λεύσσων ἐπὶ οἴνοπα πόντον,
- τόσσον ἐπιθρῴσκουσι θεῶν ὑψηχέες ἵπποι.
- ἀλλʼ ὅτε δὴ Τροίην ἷξον ποταμώ τε ῥέοντε,
- ἧχι ῥοὰς Σιμόεις συμβάλλετον ἠδὲ Σκάμανδρος,
- ἔνθʼ ἵππους ἔστησε θεὰ λευκώλενος Ἥρη
- λύσασʼ ἐξ ὀχέων, περὶ δʼ ἠέρα πουλὺν ἔχευε·
- τοῖσιν δʼ ἀμβροσίην Σιμόεις ἀνέτειλε νέμεσθαι.
- αἳ δὲ βάτην τρήρωσι πελειάσιν ἴθμαθʼ ὁμοῖαι
- ἀνδράσιν Ἀργείοισιν ἀλεξέμεναι μεμαυῖαι·
- ἀλλʼ ὅτε δή ῥʼ ἵκανον ὅθι πλεῖστοι καὶ ἄριστοι
- ἕστασαν ἀμφὶ βίην Διομήδεος ἱπποδάμοιο
- εἰλόμενοι λείουσιν ἐοικότες ὠμοφάγοισιν
- ἢ συσὶ κάπροισιν, τῶν τε σθένος οὐκ ἀλαπαδνόν,
- ἔνθα στᾶσʼ ἤϋσε θεὰ λευκώλενος Ἥρη
- Στέντορι εἰσαμένη μεγαλήτορι χαλκεοφώνῳ,
- ὃς τόσον αὐδήσασχʼ ὅσον ἄλλοι πεντήκοντα·
- αἰδὼς Ἀργεῖοι κάκʼ ἐλέγχεα εἶδος ἀγητοί·
- ὄφρα μὲν ἐς πόλεμον πωλέσκετο δῖος Ἀχιλλεύς,
- οὐδέ ποτε Τρῶες πρὸ πυλάων Δαρδανιάων
- οἴχνεσκον· κείνου γὰρ ἐδείδισαν ὄβριμον ἔγχος·
- νῦν δὲ ἑκὰς πόλιος κοίλῃς ἐπὶ νηυσὶ μάχονται.
- ὣς εἰποῦσʼ ὄτρυνε μένος καὶ θυμὸν ἑκάστου.
- Τυδεΐδῃ δʼ ἐπόρουσε θεὰ γλαυκῶπις Ἀθήνη·
- εὗρε δὲ τόν γε ἄνακτα παρʼ ἵπποισιν καὶ ὄχεσφιν
- ἕλκος ἀναψύχοντα τό μιν βάλε Πάνδαρος ἰῷ.
- ἱδρὼς γάρ μιν ἔτειρεν ὑπὸ πλατέος τελαμῶνος
- ἀσπίδος εὐκύκλου· τῷ τείρετο, κάμνε δὲ χεῖρα,
- ἂν δʼ ἴσχων τελαμῶνα κελαινεφὲς αἷμʼ ἀπομόργνυ.
- ἱππείου δὲ θεὰ ζυγοῦ ἥψατο φώνησέν τε·
- ἦ ὀλίγον οἷ παῖδα ἐοικότα γείνατο Τυδεύς.
- Τυδεύς τοι μικρὸς μὲν ἔην δέμας, ἀλλὰ μαχητής·
- καί ῥʼ ὅτε πέρ μιν ἐγὼ πολεμίζειν οὐκ εἴασκον
- οὐδʼ ἐκπαιφάσσειν, ὅτε τʼ ἤλυθε νόσφιν Ἀχαιῶν
- ἄγγελος ἐς Θήβας πολέας μετὰ Καδμείωνας·
- δαίνυσθαί μιν ἄνωγον ἐνὶ μεγάροισιν ἕκηλον·
- αὐτὰρ ὃ θυμὸν ἔχων ὃν καρτερὸν ὡς τὸ πάρος περ
- κούρους Καδμείων προκαλίζετο, πάντα δʼ ἐνίκα
- ῥηϊδίως· τοίη οἱ ἐγὼν ἐπιτάρροθος ἦα.
- σοὶ δʼ ἤτοι μὲν ἐγὼ παρά θʼ ἵσταμαι ἠδὲ φυλάσσω,
- καί σε προφρονέως κέλομαι Τρώεσσι μάχεσθαι·
- ἀλλά σευ ἢ κάματος πολυᾶϊξ γυῖα δέδυκεν
- ἤ νύ σέ που δέος ἴσχει ἀκήριον· οὐ σύ γʼ ἔπειτα
- Τυδέος ἔκγονός ἐσσι δαΐφρονος Οἰνεΐδαο.
- τὴν δʼ ἀπαμειβόμενος προσέφη κρατερὸς Διομήδης·
- γιγνώσκω σε θεὰ θύγατερ Διὸς αἰγιόχοιο·
- τώ τοι προφρονέως ἐρέω ἔπος οὐδʼ ἐπικεύσω.
- οὔτέ τί με δέος ἴσχει ἀκήριον οὔτέ τις ὄκνος,
- ἀλλʼ ἔτι σέων μέμνημαι ἐφετμέων ἃς ἐπέτειλας·
- οὔ μʼ εἴας μακάρεσσι θεοῖς ἀντικρὺ μάχεσθαι
- τοῖς ἄλλοις· ἀτὰρ εἴ κε Διὸς θυγάτηρ Ἀφροδίτη
- ἔλθῃσʼ ἐς πόλεμον, τήν γʼ οὐτάμεν ὀξέϊ χαλκῷ.
- τοὔνεκα νῦν αὐτός τʼ ἀναχάζομαι ἠδὲ καὶ ἄλλους
- Ἀργείους ἐκέλευσα ἀλήμεναι ἐνθάδε πάντας·
- γιγνώσκω γὰρ Ἄρηα μάχην ἀνὰ κοιρανέοντα.
- τὸν δʼ ἠμείβετʼ ἔπειτα θεὰ γλαυκῶπις Ἀθήνη·
- Τυδεΐδη Διόμηδες ἐμῷ κεχαρισμένε θυμῷ
- μήτε σύ γʼ Ἄρηα τό γε δείδιθι μήτε τινʼ ἄλλον
- ἀθανάτων, τοίη τοι ἐγὼν ἐπιτάρροθός εἰμι·
- ἀλλʼ ἄγʼ ἐπʼ Ἄρηϊ πρώτῳ ἔχε μώνυχας ἵππους,
- τύψον δὲ σχεδίην μηδʼ ἅζεο θοῦρον Ἄρηα
- τοῦτον μαινόμενον, τυκτὸν κακόν, ἀλλοπρόσαλλον,
- ὃς πρῴην μὲν ἐμοί τε καὶ Ἥρῃ στεῦτʼ ἀγορεύων
- Τρωσὶ μαχήσεσθαι, ἀτὰρ Ἀργείοισιν ἀρήξειν,
- νῦν δὲ μετὰ Τρώεσσιν ὁμιλεῖ, τῶν δὲ λέλασται.
- ὣς φαμένη Σθένελον μὲν ἀφʼ ἵππων ὦσε χαμᾶζε,
- χειρὶ πάλιν ἐρύσασʼ, ὃ δʼ ἄρʼ ἐμμαπέως ἀπόρουσεν·
- ἣ δʼ ἐς δίφρον ἔβαινε παραὶ Διομήδεα δῖον
- ἐμμεμαυῖα θεά· μέγα δʼ ἔβραχε φήγινος ἄξων
- βριθοσύνῃ· δεινὴν γὰρ ἄγεν θεὸν ἄνδρά τʼ ἄριστον.
- λάζετο δὲ μάστιγα καὶ ἡνία Παλλὰς Ἀθήνη·
- αὐτίκʼ ἐπʼ Ἄρηϊ πρώτῳ ἔχε μώνυχας ἵππους.
- ἤτοι ὃ μὲν Περίφαντα πελώριον ἐξενάριζεν
- Αἰτωλῶν ὄχʼ ἄριστον Ὀχησίου ἀγλαὸν υἱόν·
- τὸν μὲν Ἄρης ἐνάριζε μιαιφόνος· αὐτὰρ Ἀθήνη
- δῦνʼ Ἄϊδος κυνέην, μή μιν ἴδοι ὄβριμος Ἄρης.
- ὡς δὲ ἴδε βροτολοιγὸς Ἄρης Διομήδεα δῖον,
- ἤτοι ὃ μὲν Περίφαντα πελώριον αὐτόθʼ ἔασε
- κεῖσθαι ὅθι πρῶτον κτείνων ἐξαίνυτο θυμόν,
- αὐτὰρ ὃ βῆ ῥʼ ἰθὺς Διομήδεος ἱπποδάμοιο.
- οἳ δʼ ὅτε δὴ σχεδὸν ἦσαν ἐπʼ ἀλλήλοισιν ἰόντες,
- πρόσθεν Ἄρης ὠρέξαθʼ ὑπὲρ ζυγὸν ἡνία θʼ ἵππων
- ἔγχεϊ χαλκείῳ μεμαὼς ἀπὸ θυμὸν ἑλέσθαι·
- καὶ τό γε χειρὶ λαβοῦσα θεὰ γλαυκῶπις Ἀθήνη
- ὦσεν ὑπὲκ δίφροιο ἐτώσιον ἀϊχθῆναι.
- δεύτερος αὖθʼ ὡρμᾶτο βοὴν ἀγαθὸς Διομήδης
- ἔγχεϊ χαλκείῳ· ἐπέρεισε δὲ Παλλὰς Ἀθήνη
- νείατον ἐς κενεῶνα ὅθι ζωννύσκετο μίτρῃ·
- τῇ ῥά μιν οὖτα τυχών, διὰ δὲ χρόα καλὸν ἔδαψεν,
- ἐκ δὲ δόρυ σπάσεν αὖτις· ὃ δʼ ἔβραχε χάλκεος Ἄρης
- ὅσσόν τʼ ἐννεάχιλοι ἐπίαχον ἢ δεκάχιλοι
- ἀνέρες ἐν πολέμῳ ἔριδα ξυνάγοντες Ἄρηος.
- τοὺς δʼ ἄρʼ ὑπὸ τρόμος εἷλεν Ἀχαιούς τε Τρῶάς τε
- δείσαντας· τόσον ἔβραχʼ Ἄρης ἆτος πολέμοιο.
- οἵη δʼ ἐκ νεφέων ἐρεβεννὴ φαίνεται ἀὴρ
- καύματος ἐξ ἀνέμοιο δυσαέος ὀρνυμένοιο,
- τοῖος Τυδεΐδῃ Διομήδεϊ χάλκεος Ἄρης
- φαίνεθʼ ὁμοῦ νεφέεσσιν ἰὼν εἰς οὐρανὸν εὐρύν.
- καρπαλίμως δʼ ἵκανε θεῶν ἕδος αἰπὺν Ὄλυμπον,
- πὰρ δὲ Διὶ Κρονίωνι καθέζετο θυμὸν ἀχεύων,
- δεῖξεν δʼ ἄμβροτον αἷμα καταρρέον ἐξ ὠτειλῆς,
- καί ῥʼ ὀλοφυρόμενος ἔπεα πτερόεντα προσηύδα·
- Ζεῦ πάτερ οὐ νεμεσίζῃ ὁρῶν τάδε καρτερὰ ἔργα;
- αἰεί τοι ῥίγιστα θεοὶ τετληότες εἰμὲν
- ἀλλήλων ἰότητι, χάριν ἄνδρεσσι φέροντες.
- σοὶ πάντες μαχόμεσθα· σὺ γὰρ τέκες ἄφρονα κούρην
- οὐλομένην, ᾗ τʼ αἰὲν ἀήσυλα ἔργα μέμηλεν.
- ἄλλοι μὲν γὰρ πάντες ὅσοι θεοί εἰσʼ ἐν Ὀλύμπῳ
- σοί τʼ ἐπιπείθονται καὶ δεδμήμεσθα ἕκαστος·
- ταύτην δʼ οὔτʼ ἔπεϊ προτιβάλλεαι οὔτέ τι ἔργῳ,
- ἀλλʼ ἀνιεῖς, ἐπεὶ αὐτὸς ἐγείναο παῖδʼ ἀΐδηλον·
- ἣ νῦν Τυδέος υἱὸν ὑπερφίαλον Διομήδεα
- μαργαίνειν ἀνέηκεν ἐπʼ ἀθανάτοισι θεοῖσι.
- Κύπριδα μὲν πρῶτον σχεδὸν οὔτασε χεῖρʼ ἐπὶ καρπῷ,
- αὐτὰρ ἔπειτʼ αὐτῷ μοι ἐπέσσυτο δαίμονι ἶσος·
- ἀλλά μʼ ὑπήνεικαν ταχέες πόδες· ἦ τέ κε δηρὸν
- αὐτοῦ πήματʼ ἔπασχον ἐν αἰνῇσιν νεκάδεσσιν,
- ἤ κε ζὼς ἀμενηνὸς ἔα χαλκοῖο τυπῇσι.
- τὸν δʼ ἄρʼ ὑπόδρα ἰδὼν προσέφη νεφεληγερέτα Ζεύς.
- μή τί μοι ἀλλοπρόσαλλε παρεζόμενος μινύριζε.
- ἔχθιστος δέ μοί ἐσσι θεῶν οἳ Ὄλυμπον ἔχουσιν·
- αἰεὶ γάρ τοι ἔρις τε φίλη πόλεμοί τε μάχαι τε.
- μητρός τοι μένος ἐστὶν ἀάσχετον οὐκ ἐπιεικτὸν
- Ἥρης· τὴν μὲν ἐγὼ σπουδῇ δάμνημʼ ἐπέεσσι·
- τώ σʼ ὀΐω κείνης τάδε πάσχειν ἐννεσίῃσιν.
- ἀλλʼ οὐ μάν σʼ ἔτι δηρὸν ἀνέξομαι ἄλγεʼ ἔχοντα·