Iliad

Homer

Homer. Homeri Opera, Volumes 1-2. Monro, D. B. (David Binning), editor; Allen, Thomas W. (Thomas William), editor. Oxford: Clarendon Press, 1908-1920.

  1. πρόσθεν ἕθεν φεύγοντα μετάφρενον οὔτασε δουρὶ
  2. ὤμων μεσσηγύς, διὰ δὲ στήθεσφιν ἔλασσεν,
  3. ἤριπε δὲ πρηνής, ἀράβησε δὲ τεύχεʼ ἐπʼ αὐτῷ.
  4. Μηριόνης δὲ Φέρεκλον ἐνήρατο, τέκτονος υἱὸν
  5. Ἁρμονίδεω, ὃς χερσὶν ἐπίστατο δαίδαλα πάντα
  6. τεύχειν· ἔξοχα γάρ μιν ἐφίλατο Παλλὰς Ἀθήνη·
  7. ὃς καὶ Ἀλεξάνδρῳ τεκτήνατο νῆας ἐΐσας
  8. ἀρχεκάκους, αἳ πᾶσι κακὸν Τρώεσσι γένοντο
  9. οἷ τʼ αὐτῷ, ἐπεὶ οὔ τι θεῶν ἐκ θέσφατα ᾔδη.
  10. τὸν μὲν Μηριόνης ὅτε δὴ κατέμαρπτε διώκων
  11. βεβλήκει γλουτὸν κατὰ δεξιόν· ἣ δὲ διαπρὸ
  12. ἀντικρὺ κατὰ κύστιν ὑπʼ ὀστέον ἤλυθʼ ἀκωκή·
  13. γνὺξ δʼ ἔριπʼ οἰμώξας, θάνατος δέ μιν ἀμφεκάλυψε.
  14. Πήδαιον δʼ ἄρʼ ἔπεφνε Μέγης Ἀντήνορος υἱὸν
  15. ὅς ῥα νόθος μὲν ἔην, πύκα δʼ ἔτρεφε δῖα Θεανὼ
  16. ἶσα φίλοισι τέκεσσι χαριζομένη πόσεϊ ᾧ.
  17. τὸν μὲν Φυλεΐδης δουρὶ κλυτὸς ἐγγύθεν ἐλθὼν
  18. βεβλήκει κεφαλῆς κατὰ ἰνίον ὀξέϊ δουρί·
  19. ἀντικρὺ δʼ ἀνʼ ὀδόντας ὑπὸ γλῶσσαν τάμε χαλκός·
  20. ἤριπε δʼ ἐν κονίῃ, ψυχρὸν δʼ ἕλε χαλκὸν ὀδοῦσιν.
  21. Εὐρύπυλος δʼ Εὐαιμονίδης Ὑψήνορα δῖον
  22. υἱὸν ὑπερθύμου Δολοπίονος, ὅς ῥα Σκαμάνδρου
  23. ἀρητὴρ ἐτέτυκτο, θεὸς δʼ ὣς τίετο δήμῳ,
  24. τὸν μὲν ἄρʼ Εὐρύπυλος, Εὐαίμονος ἀγλαὸς υἱός,
  25. πρόσθεν ἕθεν φεύγοντα μεταδρομάδην ἔλασʼ ὦμον
  26. φασγάνῳ ἀΐξας, ἀπὸ δʼ ἔξεσε χεῖρα βαρεῖαν·
  27. αἱματόεσσα δὲ χεὶρ πεδίῳ πέσε· τὸν δὲ κατʼ ὄσσε
  28. ἔλλαβε πορφύρεος θάνατος καὶ μοῖρα κραταιή.
  29. ὣς οἳ μὲν πονέοντο κατὰ κρατερὴν ὑσμίνην·
  30. Τυδεΐδην δʼ οὐκ ἂν γνοίης ποτέροισι μετείη
  31. ἠὲ μετὰ Τρώεσσιν ὁμιλέοι ἦ μετʼ Ἀχαιοῖς.
  32. θῦνε γὰρ ἂμ πεδίον ποταμῷ πλήθοντι ἐοικὼς
  33. χειμάρρῳ, ὅς τʼ ὦκα ῥέων ἐκέδασσε γεφύρας·
  34. τὸν δʼ οὔτʼ ἄρ τε γέφυραι ἐεργμέναι ἰσχανόωσιν,
  35. οὔτʼ ἄρα ἕρκεα ἴσχει ἀλωάων ἐριθηλέων
  36. ἐλθόντʼ ἐξαπίνης ὅτʼ ἐπιβρίσῃ Διὸς ὄμβρος·
  37. πολλὰ δʼ ὑπʼ αὐτοῦ ἔργα κατήριπε κάλʼ αἰζηῶν·
  38. ὣς ὑπὸ Τυδεΐδῃ πυκιναὶ κλονέοντο φάλαγγες
  39. Τρώων, οὐδʼ ἄρα μιν μίμνον πολέες περ ἐόντες.
  40. τὸν δʼ ὡς οὖν ἐνόησε Λυκάονος ἀγλαὸς υἱὸς
  41. θύνοντʼ ἂμ πεδίον πρὸ ἕθεν κλονέοντα φάλαγγας,
  42. αἶψʼ ἐπὶ Τυδεΐδῃ ἐτιταίνετο καμπύλα τόξα,
  43. καὶ βάλʼ ἐπαΐσσοντα τυχὼν κατὰ δεξιὸν ὦμον
  44. θώρηκος γύαλον· διὰ δʼ ἔπτατο πικρὸς ὀϊστός,
  45. ἀντικρὺ δὲ διέσχε, παλάσσετο δʼ αἵματι θώρηξ.
  46. τῷ δʼ ἐπὶ μακρὸν ἄϋσε Λυκάονος ἀγλαὸς υἱός·
  47. ὄρνυσθε Τρῶες μεγάθυμοι κέντορες ἵππων·
  48. βέβληται γὰρ ἄριστος Ἀχαιῶν, οὐδέ ἕ φημι
  49. δήθʼ ἀνσχήσεσθαι κρατερὸν βέλος, εἰ ἐτεόν με
  50. ὦρσεν ἄναξ Διὸς υἱὸς ἀπορνύμενον Λυκίηθεν.
  51. ὣς ἔφατʼ εὐχόμενος· τὸν δʼ οὐ βέλος ὠκὺ δάμασσεν,
  52. ἀλλʼ ἀναχωρήσας πρόσθʼ ἵπποιιν καὶ ὄχεσφιν
  53. ἔστη, καὶ Σθένελον προσέφη Καπανήϊον υἱόν·
  54. ὄρσο πέπον Καπανηϊάδη, καταβήσεο δίφρου,
  55. ὄφρά μοι ἐξ ὤμοιο ἐρύσσῃς πικρὸν ὀϊστόν.
  56. ὣς ἄρʼ ἔφη, Σθένελος δὲ καθʼ ἵππων ἆλτο χαμᾶζε,
  57. πὰρ δὲ στὰς βέλος ὠκὺ διαμπερὲς ἐξέρυσʼ ὤμου·
  58. αἷμα δʼ ἀνηκόντιζε διὰ στρεπτοῖο χιτῶνος.
  59. δὴ τότʼ ἔπειτʼ ἠρᾶτο βοὴν ἀγαθὸς Διομήδης·
  60. κλῦθί μευ αἰγιόχοιο Διὸς τέκος Ἀτρυτώνη,
  61. εἴ ποτέ μοι καὶ πατρὶ φίλα φρονέουσα παρέστης
  62. δηΐῳ ἐν πολέμῳ, νῦν αὖτʼ ἐμὲ φῖλαι Ἀθήνη·
  63. δὸς δέ τέ μʼ ἄνδρα ἑλεῖν καὶ ἐς ὁρμὴν ἔγχεος ἐλθεῖν
  64. ὅς μʼ ἔβαλε φθάμενος καὶ ἐπεύχεται, οὐδέ μέ φησι
  65. δηρὸν ἔτʼ ὄψεσθαι λαμπρὸν φάος ἠελίοιο.
  66. ὣς ἔφατʼ εὐχόμενος· τοῦ δʼ ἔκλυε Παλλὰς Ἀθήνη,
  67. γυῖα δʼ ἔθηκεν ἐλαφρά, πόδας καὶ χεῖρας ὕπερθεν·
  68. ἀγχοῦ δʼ ἱσταμένη ἔπεα πτερόεντα προσηύδα·
  69. θαρσῶν νῦν Διόμηδες ἐπὶ Τρώεσσι μάχεσθαι·
  70. ἐν γάρ τοι στήθεσσι μένος πατρώϊον ἧκα
  71. ἄτρομον, οἷον ἔχεσκε σακέσπαλος ἱππότα Τυδεύς·
  72. ἀχλὺν δʼ αὖ τοι ἀπʼ ὀφθαλμῶν ἕλον ἣ πρὶν ἐπῆεν,
  73. ὄφρʼ εὖ γιγνώσκῃς ἠμὲν θεὸν ἠδὲ καὶ ἄνδρα.
  74. τὼ νῦν αἴ κε θεὸς πειρώμενος ἐνθάδʼ ἵκηται
  75. μή τι σύ γʼ ἀθανάτοισι θεοῖς ἀντικρὺ μάχεσθαι
  76. τοῖς ἄλλοις· ἀτὰρ εἴ κε Διὸς θυγάτηρ Ἀφροδίτη
  77. ἔλθῃσʼ ἐς πόλεμον, τήν γʼ οὐτάμεν ὀξέϊ χαλκῷ.
  78. ἣ μὲν ἄρʼ ὣς εἰποῦσʼ ἀπέβη γλαυκῶπις Ἀθήνη,
  79. Τυδεΐδης δʼ ἐξαῦτις ἰὼν προμάχοισιν ἐμίχθη
  80. καὶ πρίν περ θυμῷ μεμαὼς Τρώεσσι μάχεσθαι·
  81. δὴ τότε μιν τρὶς τόσσον ἕλεν μένος ὥς τε λέοντα
  82. ὅν ῥά τε ποιμὴν ἀγρῷ ἐπʼ εἰροπόκοις ὀΐεσσι
  83. χραύσῃ μέν τʼ αὐλῆς ὑπεράλμενον οὐδὲ δαμάσσῃ·
  84. τοῦ μέν τε σθένος ὦρσεν, ἔπειτα δέ τʼ οὐ προσαμύνει,
  85. ἀλλὰ κατὰ σταθμοὺς δύεται, τὰ δʼ ἐρῆμα φοβεῖται·
  86. αἳ μέν τʼ ἀγχιστῖναι ἐπʼ ἀλλήλῃσι κέχυνται,
  87. αὐτὰρ ὃ ἐμμεμαὼς βαθέης ἐξάλλεται αὐλῆς·
  88. ὣς μεμαὼς Τρώεσσι μίγη κρατερὸς Διομήδης.
  89. ἔνθʼ ἕλεν Ἀστύνοον καὶ Ὑπείρονα ποιμένα λαῶν,
  90. τὸν μὲν ὑπὲρ μαζοῖο βαλὼν χαλκήρεϊ δουρί,
  91. τὸν δʼ ἕτερον ξίφεϊ μεγάλῳ κληῗδα παρʼ ὦμον
  92. πλῆξʼ, ἀπὸ δʼ αὐχένος ὦμον ἐέργαθεν ἠδʼ ἀπὸ νώτου.
  93. τοὺς μὲν ἔασʼ, ὃ δʼ Ἄβαντα μετῴχετο καὶ Πολύειδον
  94. υἱέας Εὐρυδάμαντος ὀνειροπόλοιο γέροντος·
  95. τοῖς οὐκ ἐρχομένοις ὃ γέρων ἐκρίνατʼ ὀνείρους,
  96. ἀλλά σφεας κρατερὸς Διομήδης ἐξενάριξε·
  97. βῆ δὲ μετὰ Ξάνθόν τε Θόωνά τε Φαίνοπος υἷε
  98. ἄμφω τηλυγέτω· ὃ δὲ τείρετο γήραϊ λυγρῷ,
  99. υἱὸν δʼ οὐ τέκετʼ ἄλλον ἐπὶ κτεάτεσσι λιπέσθαι.
  100. ἔνθʼ ὅ γε τοὺς ἐνάριζε, φίλον δʼ ἐξαίνυτο θυμὸν
  101. ἀμφοτέρω, πατέρι δὲ γόον καὶ κήδεα λυγρὰ
  102. λεῖπʼ, ἐπεὶ οὐ ζώοντε μάχης ἐκνοστήσαντε
  103. δέξατο· χηρωσταὶ δὲ διὰ κτῆσιν δατέοντο.
  104. ἔνθʼ υἷας Πριάμοιο δύω λάβε Δαρδανίδαο
  105. εἰν ἑνὶ δίφρῳ ἐόντας Ἐχέμμονά τε Χρομίον τε.
  106. ὡς δὲ λέων ἐν βουσὶ θορὼν ἐξ αὐχένα ἄξῃ
  107. πόρτιος ἠὲ βοὸς ξύλοχον κάτα βοσκομενάων,
  108. ὣς τοὺς ἀμφοτέρους ἐξ ἵππων Τυδέος υἱὸς
  109. βῆσε κακῶς ἀέκοντας, ἔπειτα δὲ τεύχεʼ ἐσύλα·
  110. ἵππους δʼ οἷς ἑτάροισι δίδου μετὰ νῆας ἐλαύνειν.
  111. τὸν δʼ ἴδεν Αἰνείας ἀλαπάζοντα στίχας ἀνδρῶν,
  112. βῆ δʼ ἴμεν ἄν τε μάχην καὶ ἀνὰ κλόνον ἐγχειάων
  113. Πάνδαρον ἀντίθεον διζήμενος εἴ που ἐφεύροι·
  114. εὗρε Λυκάονος υἱὸν ἀμύμονά τε κρατερόν τε,
  115. στῆ δὲ πρόσθʼ αὐτοῖο ἔπος τέ μιν ἀντίον ηὔδα·
  116. Πάνδαρε ποῦ τοι τόξον ἰδὲ πτερόεντες ὀϊστοὶ
  117. καὶ κλέος; ᾧ οὔ τίς τοι ἐρίζεται ἐνθάδε γʼ ἀνήρ,
  118. οὐδέ τις ἐν Λυκίῃ σέο γʼ εὔχεται εἶναι ἀμείνων.
  119. ἀλλʼ ἄγε τῷδʼ ἔφες ἀνδρὶ βέλος Διὶ χεῖρας ἀνασχὼν
  120. ὅς τις ὅδε κρατέει καὶ δὴ κακὰ πολλὰ ἔοργε
  121. Τρῶας, ἐπεὶ πολλῶν τε καὶ ἐσθλῶν γούνατʼ ἔλυσεν·
  122. εἰ μή τις θεός ἐστι κοτεσσάμενος Τρώεσσιν
  123. ἱρῶν μηνίσας· χαλεπὴ δὲ θεοῦ ἔπι μῆνις.
  124. τὸν δʼ αὖτε προσέειπε Λυκάονος ἀγλαὸς υἱός·
  125. Αἰνεία Τρώων βουληφόρε χαλκοχιτώνων
  126. Τυδεΐδῃ μιν ἔγωγε δαΐφρονι πάντα ἐΐσκω,
  127. ἀσπίδι γιγνώσκων αὐλώπιδί τε τρυφαλείῃ,
  128. ἵππους τʼ εἰσορόων· σάφα δʼ οὐκ οἶδʼ εἰ θεός ἐστιν.
  129. εἰ δʼ ὅ γʼ ἀνὴρ ὅν φημι δαΐφρων Τυδέος υἱὸς
  130. οὐχ ὅ γʼ ἄνευθε θεοῦ τάδε μαίνεται, ἀλλά τις ἄγχι
  131. ἕστηκʼ ἀθανάτων νεφέλῃ εἰλυμένος ὤμους,
  132. ὃς τούτου βέλος ὠκὺ κιχήμενον ἔτραπεν ἄλλῃ.
  133. ἤδη γάρ οἱ ἐφῆκα βέλος, καί μιν βάλον ὦμον
  134. δεξιὸν ἀντικρὺ διὰ θώρηκος γυάλοιο·
  135. καί μιν ἔγωγʼ ἐφάμην Ἀϊδωνῆϊ προϊάψειν,
  136. ἔμπης δʼ οὐκ ἐδάμασσα· θεός νύ τίς ἐστι κοτήεις.
  137. ἵπποι δʼ οὐ παρέασι καὶ ἅρματα τῶν κʼ ἐπιβαίην·
  138. ἀλλά που ἐν μεγάροισι Λυκάονος ἕνδεκα δίφροι
  139. καλοὶ πρωτοπαγεῖς νεοτευχέες· ἀμφὶ δὲ πέπλοι
  140. πέπτανται· παρὰ δέ σφιν ἑκάστῳ δίζυγες ἵπποι
  141. ἑστᾶσι κρῖ λευκὸν ἐρεπτόμενοι καὶ ὀλύρας.
  142. ἦ μέν μοι μάλα πολλὰ γέρων αἰχμητὰ Λυκάων
  143. ἐρχομένῳ ἐπέτελλε δόμοις ἔνι ποιητοῖσιν·
  144. ἵπποισίν μʼ ἐκέλευε καὶ ἅρμασιν ἐμβεβαῶτα
  145. ἀρχεύειν Τρώεσσι κατὰ κρατερὰς ὑσμίνας·
  146. ἀλλʼ ἐγὼ οὐ πιθόμην· ἦ τʼ ἂν πολὺ κέρδιον ἦεν·
  147. ἵππων φειδόμενος, μή μοι δευοίατο φορβῆς
  148. ἀνδρῶν εἰλομένων εἰωθότες ἔδμεναι ἄδην.
  149. ὣς λίπον, αὐτὰρ πεζὸς ἐς Ἴλιον εἰλήλουθα
  150. τόξοισιν πίσυνος· τὰ δέ μʼ οὐκ ἄρʼ ἔμελλον ὀνήσειν.
  151. ἤδη γὰρ δοιοῖσιν ἀριστήεσσιν ἐφῆκα
  152. Τυδεΐδῃ τε καὶ Ἀτρεΐδῃ, ἐκ δʼ ἀμφοτέροιιν
  153. ἀτρεκὲς αἷμʼ ἔσσευα βαλών, ἤγειρα δὲ μᾶλλον.
  154. τώ ῥα κακῇ αἴσῃ ἀπὸ πασσάλου ἀγκύλα τόξα
  155. ἤματι τῷ ἑλόμην ὅτε Ἴλιον εἰς ἐρατεινὴν
  156. ἡγεόμην Τρώεσσι φέρων χάριν Ἕκτορι δίῳ.
  157. εἰ δέ κε νοστήσω καὶ ἐσόψομαι ὀφθαλμοῖσι
  158. πατρίδʼ ἐμὴν ἄλοχόν τε καὶ ὑψερεφὲς μέγα δῶμα,
  159. αὐτίκʼ ἔπειτʼ ἀπʼ ἐμεῖο κάρη τάμοι ἀλλότριος φὼς
  160. εἰ μὴ ἐγὼ τάδε τόξα φαεινῷ ἐν πυρὶ θείην
  161. χερσὶ διακλάσσας· ἀνεμώλια γάρ μοι ὀπηδεῖ.
  162. τὸν δʼ αὖτʼ Αἰνείας Τρώων ἀγὸς ἀντίον ηὔδα·
  163. μὴ δʼ οὕτως ἀγόρευε· πάρος δʼ οὐκ ἔσσεται ἄλλως,
  164. πρίν γʼ ἐπὶ νὼ τῷδʼ ἀνδρὶ σὺν ἵπποισιν καὶ ὄχεσφιν
  165. ἀντιβίην ἐλθόντε σὺν ἔντεσι πειρηθῆναι.
  166. ἀλλʼ ἄγʼ ἐμῶν ὀχέων ἐπιβήσεο, ὄφρα ἴδηαι
  167. οἷοι Τρώϊοι ἵπποι ἐπιστάμενοι πεδίοιο
  168. κραιπνὰ μάλʼ ἔνθα καὶ ἔνθα διωκέμεν ἠδὲ φέβεσθαι·
  169. τὼ καὶ νῶϊ πόλιν δὲ σαώσετον, εἴ περ ἂν αὖτε
  170. Ζεὺς ἐπὶ Τυδεΐδῃ Διομήδεϊ κῦδος ὀρέξῃ.
  171. ἀλλʼ ἄγε νῦν μάστιγα καὶ ἡνία σιγαλόεντα
  172. δέξαι, ἐγὼ δʼ ἵππων ἀποβήσομαι ὄφρα μάχωμαι·
  173. ἠὲ σὺ τόνδε δέδεξο, μελήσουσιν δʼ ἐμοὶ ἵπποι.
  174. τὸν δʼ αὖτε προσέειπε Λυκάονος ἀγλαὸς υἱός·
  175. Αἰνεία σὺ μὲν αὐτὸς ἔχʼ ἡνία καὶ τεὼ ἵππω·
  176. μᾶλλον ὑφʼ ἡνιόχῳ εἰωθότι καμπύλον ἅρμα
  177. οἴσετον, εἴ περ ἂν αὖτε φεβώμεθα Τυδέος υἱόν·
  178. μὴ τὼ μὲν δείσαντε ματήσετον, οὐδʼ ἐθέλητον
  179. ἐκφερέμεν πολέμοιο τεὸν φθόγγον ποθέοντε,
  180. νῶϊ δʼ ἐπαΐξας μεγαθύμου Τυδέος υἱὸς
  181. αὐτώ τε κτείνῃ καὶ ἐλάσσῃ μώνυχας ἵππους.
  182. ἀλλὰ σύ γʼ αὐτὸς ἔλαυνε τέʼ ἅρματα καὶ τεὼ ἵππω,
  183. τὸν δὲ δʼ ἐγὼν ἐπιόντα δεδέξομαι ὀξέϊ δουρί.
  184. ὣς ἄρα φωνήσαντες ἐς ἅρματα ποικίλα βάντες
  185. ἐμμεμαῶτʼ ἐπὶ Τυδεΐδῃ ἔχον ὠκέας ἵππους.
  186. τοὺς δὲ ἴδε Σθένελος Καπανήϊος ἀγλαὸς υἱός,
  187. αἶψα δὲ Τυδεΐδην ἔπεα πτερόεντα προσηύδα·
  188. Τυδεΐδη Διόμηδες ἐμῷ κεχαρισμένε θυμῷ,
  189. ἄνδρʼ ὁρόω κρατερὼ ἐπὶ σοὶ μεμαῶτε μάχεσθαι
  190. ἶνʼ ἀπέλεθρον ἔχοντας· ὃ μὲν τόξων ἐῢ εἰδὼς
  191. Πάνδαρος, υἱὸς δʼ αὖτε Λυκάονος εὔχεται εἶναι·
  192. Αἰνείας δʼ υἱὸς μὲν ἀμύμονος Ἀγχίσαο
  193. εὔχεται ἐκγεγάμεν, μήτηρ δέ οἵ ἐστʼ Ἀφροδίτη.
  194. ἀλλʼ ἄγε δὴ χαζώμεθʼ ἐφʼ ἵππων, μηδέ μοι οὕτω
  195. θῦνε διὰ προμάχων, μή πως φίλον ἦτορ ὀλέσσῃς.
  196. τὸν δʼ ἄρʼ ὑπόδρα ἰδὼν προσέφη κρατερὸς Διομήδης·
  197. μή τι φόβον δʼ ἀγόρευʼ, ἐπεὶ οὐδὲ σὲ πεισέμεν οἴω.
  198. οὐ γάρ μοι γενναῖον ἀλυσκάζοντι μάχεσθαι
  199. οὐδὲ καταπτώσσειν· ἔτι μοι μένος ἔμπεδόν ἐστιν·
  200. ὀκνείω δʼ ἵππων ἐπιβαινέμεν, ἀλλὰ καὶ αὔτως
  201. ἀντίον εἶμʼ αὐτῶν· τρεῖν μʼ οὐκ ἐᾷ Παλλὰς Ἀθήνη.
  202. τούτω δʼ οὐ πάλιν αὖτις ἀποίσετον ὠκέες ἵπποι
  203. ἄμφω ἀφʼ ἡμείων, εἴ γʼ οὖν ἕτερός γε φύγῃσιν.
  204. ἄλλο δέ τοι ἐρέω, σὺ δʼ ἐνὶ φρεσὶ βάλλεο σῇσιν·
  205. αἴ κέν μοι πολύβουλος Ἀθήνη κῦδος ὀρέξῃ
  206. ἀμφοτέρω κτεῖναι, σὺ δὲ τούσδε μὲν ὠκέας ἵππους
  207. αὐτοῦ ἐρυκακέειν ἐξ ἄντυγος ἡνία τείνας,
  208. Αἰνείαο δʼ ἐπαΐξαι μεμνημένος ἵππων,
  209. ἐκ δʼ ἐλάσαι Τρώων μετʼ ἐϋκνήμιδας Ἀχαιούς.
  210. τῆς γάρ τοι γενεῆς ἧς Τρωΐ περ εὐρύοπα Ζεὺς
  211. δῶχʼ υἷος ποινὴν Γανυμήδεος, οὕνεκʼ ἄριστοι
  212. ἵππων ὅσσοι ἔασιν ὑπʼ ἠῶ τʼ ἠέλιόν τε,
  213. τῆς γενεῆς ἔκλεψεν ἄναξ ἀνδρῶν Ἀγχίσης
  214. λάθρῃ Λαομέδοντος ὑποσχὼν θήλεας ἵππους·
  215. τῶν οἱ ἓξ ἐγένοντο ἐνὶ μεγάροισι γενέθλη.
  216. τοὺς μὲν τέσσαρας αὐτὸς ἔχων ἀτίταλλʼ ἐπὶ φάτνῃ,
  217. τὼ δὲ δύʼ Αἰνείᾳ δῶκεν μήστωρε φόβοιο.
  218. εἰ τούτω κε λάβοιμεν, ἀροίμεθά κε κλέος ἐσθλόν.
  219. ὣς οἳ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον,
  220. τὼ δὲ τάχʼ ἐγγύθεν ἦλθον ἐλαύνοντʼ ὠκέας ἵππους.
  221. τὸν πρότερος προσέειπε Λυκάονος ἀγλαὸς υἱός·
  222. καρτερόθυμε δαΐφρον ἀγαυοῦ Τυδέος υἱὲ
  223. ἦ μάλα σʼ οὐ βέλος ὠκὺ δαμάσσατο πικρὸς ὀϊστός·
  224. νῦν αὖτʼ ἐγχείῃ πειρήσομαι αἴ κε τύχωμι.
  225. ἦ ῥα καὶ ἀμπεπαλὼν προΐει δολιχόσκιον ἔγχος
  226. καὶ βάλε Τυδεΐδαο κατʼ ἀσπίδα· τῆς δὲ διὰ πρὸ
  227. αἰχμὴ χαλκείη πταμένη θώρηκι πελάσθη·
  228. τῷ δʼ ἐπὶ μακρὸν ἄϋσε Λυκάονος ἀγλαὸς υἱός·
  229. βέβληαι κενεῶνα διαμπερές, οὐδέ σʼ ὀΐω
  230. δηρὸν ἔτʼ ἀνσχήσεσθαι· ἐμοὶ δὲ μέγʼ εὖχος ἔδωκας.
  231. τὸν δʼ οὐ ταρβήσας προσέφη κρατερὸς Διομήδης·
  232. ἤμβροτες οὐδʼ ἔτυχες· ἀτὰρ οὐ μὲν σφῶΐ γʼ ὀΐω
  233. πρίν γʼ ἀποπαύσεσθαι πρίν γʼ ἢ ἕτερόν γε πεσόντα
  234. αἵματος ἆσαι Ἄρηα, ταλαύρινον πολεμιστήν.
  235. ὣς φάμενος προέηκε· βέλος δʼ ἴθυνεν Ἀθήνη
  236. ῥῖνα παρʼ ὀφθαλμόν, λευκοὺς δʼ ἐπέρησεν ὀδόντας.
  237. τοῦ δʼ ἀπὸ μὲν γλῶσσαν πρυμνὴν τάμε χαλκὸς ἀτειρής,
  238. αἰχμὴ δʼ ἐξελύθη παρὰ νείατον ἀνθερεῶνα·
  239. ἤριπε δʼ ἐξ ὀχέων, ἀράβησε δὲ τεύχεʼ ἐπʼ αὐτῷ
  240. αἰόλα παμφανόωντα, παρέτρεσσαν δέ οἱ ἵπποι
  241. ὠκύποδες· τοῦ δʼ αὖθι λύθη ψυχή τε μένος τε.
  242. Αἰνείας δʼ ἀπόρουσε σὺν ἀσπίδι δουρί τε μακρῷ
  243. δείσας μή πώς οἱ ἐρυσαίατο νεκρὸν Ἀχαιοί.
  244. ἀμφὶ δʼ ἄρʼ αὐτῷ βαῖνε λέων ὣς ἀλκὶ πεποιθώς,
  245. πρόσθε δέ οἱ δόρυ τʼ ἔσχε καὶ ἀσπίδα πάντοσʼ ἐΐσην,
  246. τὸν κτάμεναι μεμαὼς ὅς τις τοῦ γʼ ἀντίος ἔλθοι
  247. σμερδαλέα ἰάχων· ὃ δὲ χερμάδιον λάβε χειρὶ
  248. Τυδεΐδης μέγα ἔργον ὃ οὐ δύο γʼ ἄνδρε φέροιεν,
  249. οἷοι νῦν βροτοί εἰσʼ· ὃ δέ μιν ῥέα πάλλε καὶ οἶος.
  250. τῷ βάλεν Αἰνείαο κατʼ ἰσχίον ἔνθά τε μηρὸς
  251. ἰσχίῳ ἐνστρέφεται, κοτύλην δέ τέ μιν καλέουσι·
  252. θλάσσε δέ οἱ κοτύλην, πρὸς δʼ ἄμφω ῥῆξε τένοντε·
  253. ὦσε δʼ ἀπὸ ῥινὸν τρηχὺς λίθος· αὐτὰρ ὅ γʼ ἥρως
  254. ἔστη γνὺξ ἐριπὼν καὶ ἐρείσατο χειρὶ παχείῃ
  255. γαίης· ἀμφὶ δὲ ὄσσε κελαινὴ νὺξ ἐκάλυψε.
  256. καί νύ κεν ἔνθʼ ἀπόλοιτο ἄναξ ἀνδρῶν Αἰνείας,
  257. εἰ μὴ ἄρʼ ὀξὺ νόησε Διὸς θυγάτηρ Ἀφροδίτη
  258. μήτηρ, ἥ μιν ὑπʼ Ἀγχίσῃ τέκε βουκολέοντι·
  259. ἀμφὶ δʼ ἑὸν φίλον υἱὸν ἐχεύατο πήχεε λευκώ,
  260. πρόσθε δέ οἱ πέπλοιο φαεινοῦ πτύγμα κάλυψεν
  261. ἕρκος ἔμεν βελέων, μή τις Δαναῶν ταχυπώλων
  262. χαλκὸν ἐνὶ στήθεσσι βαλὼν ἐκ θυμὸν ἕλοιτο.
  263. ἣ μὲν ἑὸν φίλον υἱὸν ὑπεξέφερεν πολέμοιο·
  264. οὐδʼ υἱὸς Καπανῆος ἐλήθετο συνθεσιάων
  265. τάων ἃς ἐπέτελλε βοὴν ἀγαθὸς Διομήδης,
  266. ἀλλʼ ὅ γε τοὺς μὲν ἑοὺς ἠρύκακε μώνυχας ἵππους
  267. νόσφιν ἀπὸ φλοίσβου ἐξ ἄντυγος ἡνία τείνας,
  268. Αἰνείαο δʼ ἐπαΐξας καλλίτριχας ἵππους
  269. ἐξέλασε Τρώων μετʼ ἐϋκνήμιδας Ἀχαιούς.
  270. δῶκε δὲ Δηϊπύλῳ ἑτάρῳ φίλῳ, ὃν περὶ πάσης
  271. τῖεν ὁμηλικίης ὅτι οἱ φρεσὶν ἄρτια ᾔδη,
  272. νηυσὶν ἔπι γλαφυρῇσιν ἐλαυνέμεν· αὐτὰρ ὅ γʼ ἥρως
  273. ὧν ἵππων ἐπιβὰς ἔλαβʼ ἡνία σιγαλόεντα,
  274. αἶψα δὲ Τυδεΐδην μέθεπε κρατερώνυχας ἵππους
  275. ἐμμεμαώς· ὃ δὲ Κύπριν ἐπῴχετο νηλέϊ χαλκῷ
  276. γιγνώσκων ὅ τʼ ἄναλκις ἔην θεός, οὐδὲ θεάων
  277. τάων αἵ τʼ ἀνδρῶν πόλεμον κάτα κοιρανέουσιν,
  278. οὔτʼ ἄρʼ Ἀθηναίη οὔτε πτολίπορθος Ἐνυώ.
  279. ἀλλʼ ὅτε δή ῥʼ ἐκίχανε πολὺν καθʼ ὅμιλον ὀπάζων,
  280. ἔνθʼ ἐπορεξάμενος μεγαθύμου Τυδέος υἱὸς