Iliad

Homer

Homer. Homeri Opera, Volumes 1-2. Monro, D. B. (David Binning), editor; Allen, Thomas W. (Thomas William), editor. Oxford: Clarendon Press, 1908-1920.

  1. ὣς ἔφατʼ, ὦρτο δʼ ἔπειτα μενεπτόλεμος Πολυποίτης,
  2. ἂν δὲ Λεοντῆος κρατερὸν μένος ἀντιθέοιο,
  3. ἂν δʼ Αἴας Τελαμωνιάδης καὶ δῖος Ἐπειός.
  4. ἑξείης δʼ ἵσταντο, σόλον δʼ ἕλε δῖος Ἐπειός,
  5. ἧκε δὲ δινήσας· γέλασαν δʼ ἐπὶ πάντες Ἀχαιοί.
  6. δεύτερος αὖτʼ ἀφέηκε Λεοντεὺς ὄζος Ἄρηος·
  7. τὸ τρίτον αὖτʼ ἔρριψε μέγας Τελαμώνιος Αἴας