Iliad

Homer

Homer. Homeri Opera, Volumes 1-2. Monro, D. B. (David Binning), editor; Allen, Thomas W. (Thomas William), editor. Oxford: Clarendon Press, 1908-1920.

  1. χειρὸς ἄπο στιβαρῆς, καὶ ὑπέρβαλε σήματα πάντων.
  2. ἀλλʼ ὅτε δὴ σόλον εἷλε μενεπτόλεμος Πολυποίτης,
  3. ὅσσόν τίς τʼ ἔρριψε καλαύροπα βουκόλος ἀνήρ,
  4. ἣ δέ θʼ ἑλισσομένη πέτεται διὰ βοῦς ἀγελαίας,
  5. τόσσον παντὸς ἀγῶνος ὑπέρβαλε· τοὶ δὲ βόησαν.
  6. ἀνστάντες δʼ ἕταροι Πολυποίταο κρατεροῖο
  7. νῆας ἔπι γλαφυρὰς ἔφερον βασιλῆος ἄεθλον.