Iliad

Homer

Homer. Homeri Opera, Volumes 1-2. Monro, D. B. (David Binning), editor; Allen, Thomas W. (Thomas William), editor. Oxford: Clarendon Press, 1908-1920.

  1. τὸν δʼ ἄγετʼ ἐν νήεσσι σὺν ἄλλοισι κτεάτεσσι.
  2. στῆ δʼ ὀρθὸς καὶ μῦθον ἐν Ἀργείοισιν ἔειπεν·
  3. ὄρνυσθʼ οἳ καὶ τούτου ἀέθλου πειρήσεσθε.
  4. εἴ οἱ καὶ μάλα πολλὸν ἀπόπροθι πίονες ἀγροί,
  5. ἕξει μιν καὶ πέντε περιπλομένους ἐνιαυτοὺς
  6. χρεώμενος· οὐ μὲν γάρ οἱ ἀτεμβόμενός γε σιδήρου
  7. ποιμὴν οὐδʼ ἀροτὴρ εἶσʼ ἐς πόλιν, ἀλλὰ παρέξει.