Iliad

Homer

Homer. Homeri Opera, Volumes 1-2. Monro, D. B. (David Binning), editor; Allen, Thomas W. (Thomas William), editor. Oxford: Clarendon Press, 1908-1920.

  1. οἳ δʼ ἄρʼ ἔσαν δίδυμοι· ὃ μὲν ἔμπεδον ἡνιόχευεν,
  2. ἔμπεδον ἡνιόχευʼ, ὃ δʼ ἄρα μάστιγι κέλευεν.
  3. ὥς ποτʼ ἔον· νῦν αὖτε νεώτεροι ἀντιοώντων
  4. ἔργων τοιούτων· ἐμὲ δὲ χρὴ γήραϊ λυγρῷ
  5. πείθεσθαι, τότε δʼ αὖτε μετέπρεπον ἡρώεσσιν.
  6. ἀλλʼ ἴθι καὶ σὸν ἑταῖρον ἀέθλοισι κτερέϊζε.
  7. τοῦτο δʼ ἐγὼ πρόφρων δέχομαι, χαίρει δέ μοι ἦτορ,
  8. ὥς μευ ἀεὶ μέμνησαι ἐνηέος, οὐδέ σε λήθω,
  9. τιμῆς ἧς τέ μʼ ἔοικε τετιμῆσθαι μετʼ Ἀχαιοῖς.
  10. σοὶ δὲ θεοὶ τῶνδʼ ἀντὶ χάριν μενοεικέα δοῖεν.
  11. ὣς φάτο, Πηλεΐδης δὲ πολὺν καθʼ ὅμιλον Ἀχαιῶν
  12. ᾤχετʼ, ἐπεὶ πάντʼ αἶνον ἐπέκλυε Νηλεΐδαο.
  13. αὐτὰρ ὃ πυγμαχίης ἀλεγεινῆς θῆκεν ἄεθλα·
  14. ἡμίονον ταλαεργὸν ἄγων κατέδησʼ ἐν ἀγῶνι
  15. ἑξέτεʼ ἀδμήτην, ἥ τʼ ἀλγίστη δαμάσασθαι·
  16. τῷ δʼ ἄρα νικηθέντι τίθει δέπας ἀμφικύπελλον.
  17. στῆ δʼ ὀρθὸς καὶ μῦθον ἐν Ἀργείοισιν ἔειπεν·
  18. Ἀτρεΐδη τε καὶ ἄλλοι ἐϋκνήμιδες Ἀχαιοὶ
  19. ἄνδρε δύω περὶ τῶνδε κελεύομεν, ὥ περ ἀρίστω,
  20. πὺξ μάλʼ ἀνασχομένω πεπληγέμεν· ᾧ δέ κʼ Ἀπόλλων