Iliad

Homer

Homer. Homeri Opera, Volumes 1-2. Monro, D. B. (David Binning), editor; Allen, Thomas W. (Thomas William), editor. Oxford: Clarendon Press, 1908-1920.

  1. δώῃ καμμονίην, γνώωσι δὲ πάντες Ἀχαιοί,
  2. ἡμίονον ταλαεργὸν ἄγων κλισίην δὲ νεέσθω·
  3. αὐτὰρ ὃ νικηθεὶς δέπας οἴσεται ἀμφικύπελλον.
  4. ὣς ἔφατʼ, ὄρνυτο δʼ αὐτίκʼ ἀνὴρ ἠΰς τε μέγας τε
  5. εἰδὼς πυγμαχίης υἱὸς Πανοπῆος Ἐπειός,
  6. ἅψατο δʼ ἡμιόνου ταλαεργοῦ φώνησέν τε·
  7. ἆσσον ἴτω ὅς τις δέπας οἴσεται ἀμφικύπελλον·
  8. ἡμίονον δʼ οὔ φημί τινʼ ἀξέμεν ἄλλον Ἀχαιῶν
  9. πυγμῇ νικήσαντʼ, ἐπεὶ εὔχομαι εἶναι ἄριστος.
  10. ἦ οὐχ ἅλις ὅττι μάχης ἐπιδεύομαι; οὐδʼ ἄρα πως ἦν
  11. ἐν πάντεσσʼ ἔργοισι δαήμονα φῶτα γενέσθαι.
  12. ὧδε γὰρ ἐξερέω, τὸ δὲ καὶ τετελεσμένον ἔσται·
  13. ἀντικρὺ χρόα τε ῥήξω σύν τʼ ὀστέʼ ἀράξω.
  14. κηδεμόνες δέ οἱ ἐνθάδʼ ἀολλέες αὖθι μενόντων,
  15. οἵ κέ μιν ἐξοίσουσιν ἐμῇς ὑπὸ χερσὶ δαμέντα.
  16. ὣς ἔφαθʼ, οἳ δʼ ἄρα πάντες ἀκὴν ἐγένοντο σιωπῇ.
  17. Εὐρύαλος δέ οἱ οἶος ἀνίστατο ἰσόθεος φὼς
  18. Μηκιστῆος υἱὸς Ταλαϊονίδαο ἄνακτος,
  19. ὅς ποτε Θήβας δʼ ἦλθε δεδουπότος Οἰδιπόδαο
  20. ἐς τάφον· ἔνθα δὲ πάντας ἐνίκα Καδμείωνας.