Iliad

Homer

Homer. Homeri Opera, Volumes 1-2. Monro, D. B. (David Binning), editor; Allen, Thomas W. (Thomas William), editor. Oxford: Clarendon Press, 1908-1920.

  1. αὔτως· οὐ γὰρ πύξ γε μαχήσεαι, οὐδὲ παλαίσεις,
  2. οὐδʼ ἔτʼ ἀκοντιστὺν ἐσδύσεαι, οὐδὲ πόδεσσι
  3. θεύσεαι· ἤδη γὰρ χαλεπὸν κατὰ γῆρας ἐπείγει.
  4. ὣς εἰπὼν ἐν χερσὶ τίθει· ὃ δʼ ἐδέξατο χαίρων,
  5. καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα·
  6. ναὶ δὴ ταῦτά γε πάντα τέκος κατὰ μοῖραν ἔειπες·
  7. οὐ γὰρ ἔτʼ ἔμπεδα γυῖα φίλος πόδες, οὐδέ τι χεῖρες
  8. ὤμων ἀμφοτέρωθεν ἐπαΐσσονται ἐλαφραί.
  9. εἴθʼ ὣς ἡβώοιμι βίη τέ μοι ἔμπεδος εἴη
  10. ὡς ὁπότε κρείοντʼ Ἀμαρυγκέα θάπτον Ἐπειοὶ
  11. Βουπρασίῳ, παῖδες δʼ ἔθεσαν βασιλῆος ἄεθλα·
  12. ἔνθʼ οὔ τίς μοι ὁμοῖος ἀνὴρ γένετʼ, οὔτʼ ἄρʼ Ἐπειῶν
  13. οὔτʼ αὐτῶν Πυλίων οὔτʼ Αἰτωλῶν μεγαθύμων.
  14. πὺξ μὲν ἐνίκησα Κλυτομήδεα Ἤνοπος υἱόν,
  15. Ἀγκαῖον δὲ πάλῃ Πλευρώνιον, ὅς μοι ἀνέστη·
  16. Ἴφικλον δὲ πόδεσσι παρέδραμον ἐσθλὸν ἐόντα,
  17. δουρὶ δʼ ὑπειρέβαλον Φυλῆά τε καὶ Πολύδωρον.
  18. οἴοισίν μʼ ἵπποισι παρήλασαν Ἀκτορίωνε
  19. πλήθει πρόσθε βαλόντες ἀγασσάμενοι περὶ νίκης,
  20. οὕνεκα δὴ τὰ μέγιστα παρʼ αὐτόθι λείπετʼ ἄεθλα.