Iliad

Homer

Homer. Homeri Opera, Volumes 1-2. Monro, D. B. (David Binning), editor; Allen, Thomas W. (Thomas William), editor. Oxford: Clarendon Press, 1908-1920.

  1. καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα·
  2. Ἀντίλοχε νῦν μέν τοι ἐγὼν ὑποείξομαι αὐτὸς
  3. χωόμενος, ἐπεὶ οὔ τι παρήορος οὐδʼ ἀεσίφρων
  4. ἦσθα πάρος· νῦν αὖτε νόον νίκησε νεοίη.
  5. δεύτερον αὖτʼ ἀλέασθαι ἀμείνονας ἠπεροπεύειν.
  6. οὐ γάρ κέν με τάχʼ ἄλλος ἀνὴρ παρέπεισεν Ἀχαιῶν.
  7. ἀλλὰ σὺ γὰρ δὴ πολλὰ πάθες καὶ πολλὰ μόγησας
  8. σός τε πατὴρ ἀγαθὸς καὶ ἀδελφεὸς εἵνεκʼ ἐμεῖο·
  9. τώ τοι λισσομένῳ ἐπιπείσομαι, ἠδὲ καὶ ἵππον
  10. δώσω ἐμήν περ ἐοῦσαν, ἵνα γνώωσι καὶ οἵδε
  11. ὡς ἐμὸς οὔ ποτε θυμὸς ὑπερφίαλος καὶ ἀπηνής.
  12. ἦ ῥα, καὶ Ἀντιλόχοιο Νοήμονι δῶκεν ἑταίρῳ
  13. ἵππον ἄγειν· ὃ δʼ ἔπειτα λέβηθʼ ἕλε παμφανόωντα.
  14. Μηριόνης δʼ ἀνάειρε δύω χρυσοῖο τάλαντα
  15. τέτρατος, ὡς ἔλασεν. πέμπτον δʼ ὑπελείπετʼ ἄεθλον,
  16. ἀμφίθετος φιάλη· τὴν Νέστορι δῶκεν Ἀχιλλεὺς
  17. Ἀργείων ἀνʼ ἀγῶνα φέρων, καὶ ἔειπε παραστάς·
  18. τῆ νῦν, καὶ σοὶ τοῦτο γέρον κειμήλιον ἔστω
  19. Πατρόκλοιο τάφου μνῆμʼ ἔμμεναι· οὐ γὰρ ἔτʼ αὐτὸν
  20. ὄψῃ ἐν Ἀργείοισι· δίδωμι δέ τοι τόδʼ ἄεθλον