Iliad

Homer

Homer. Homeri Opera, Volumes 1-2. Monro, D. B. (David Binning), editor; Allen, Thomas W. (Thomas William), editor. Oxford: Clarendon Press, 1908-1920.

  1. Ἀντίλοχʼ εἰ δʼ ἄγε δεῦρο διοτρεφές, ἣ θέμις ἐστί,
  2. στὰς ἵππων προπάροιθε καὶ ἅρματος, αὐτὰρ ἱμάσθλην
  3. χερσὶν ἔχε ῥαδινήν, ᾗ περ τὸ πρόσθεν ἔλαυνες,
  4. ἵππων ἁψάμενος γαιήοχον ἐννοσίγαιον
  5. ὄμνυθι μὴ μὲν ἑκὼν τὸ ἐμὸν δόλῳ ἅρμα πεδῆσαι.
  6. τὸν δʼ αὖτʼ Ἀντίλοχος πεπνυμένος ἀντίον ηὔδα·
  7. ἄνσχεο νῦν· πολλὸν γὰρ ἔγωγε νεώτερός εἰμι
  8. σεῖο ἄναξ Μενέλαε, σὺ δὲ πρότερος καὶ ἀρείων.
  9. οἶσθʼ οἷαι νέου ἀνδρὸς ὑπερβασίαι τελέθουσι·
  10. κραιπνότερος μὲν γάρ τε νόος, λεπτὴ δέ τε μῆτις.
  11. τώ τοι ἐπιτλήτω κραδίη· ἵππον δέ τοι αὐτὸς
  12. δώσω, τὴν ἀρόμην. εἰ καί νύ κεν οἴκοθεν ἄλλο
  13. μεῖζον ἐπαιτήσειας, ἄφαρ κέ τοι αὐτίκα δοῦναι
  14. βουλοίμην ἢ σοί γε διοτρεφὲς ἤματα πάντα
  15. ἐκ θυμοῦ πεσέειν καὶ δαίμοσιν εἶναι ἀλιτρός.
  16. ἦ ῥα καὶ ἵππον ἄγων μεγαθύμου Νέστορος υἱὸς
  17. ἐν χείρεσσι τίθει Μενελάου· τοῖο δὲ θυμὸς
  18. ἰάνθη ὡς εἴ τε περὶ σταχύεσσιν ἐέρση
  19. ληΐου ἀλδήσκοντος, ὅτε φρίσσουσιν ἄρουραι·
  20. ὣς ἄρα σοὶ Μενέλαε μετὰ φρεσὶ θυμὸς ἰάνθη.