Iliad

Homer

Homer. Homeri Opera, Volumes 1-2. Monro, D. B. (David Binning), editor; Allen, Thomas W. (Thomas William), editor. Oxford: Clarendon Press, 1908-1920.

  1. Ἀντίλοχος δὲ τέταρτος ἐΰτριχας ὁπλίσαθʼ ἵππους,
  2. Νέστορος ἀγλαὸς υἱὸς ὑπερθύμοιο ἄνακτος
  3. τοῦ Νηληϊάδαο· Πυλοιγενέες δέ οἱ ἵπποι
  4. ὠκύποδες φέρον ἅρμα· πατὴρ δέ οἱ ἄγχι παραστὰς
  5. μυθεῖτʼ εἰς ἀγαθὰ φρονέων νοέοντι καὶ αὐτῷ·
  6. Ἀντίλοχʼ ἤτοι μέν σε νέον περ ἐόντʼ ἐφίλησαν
  7. Ζεύς τε Ποσειδάων τε, καὶ ἱπποσύνας ἐδίδαξαν
  8. παντοίας· τὼ καί σε διδασκέμεν οὔ τι μάλα χρεώ·
  9. οἶσθα γὰρ εὖ περὶ τέρμαθʼ ἑλισσέμεν· ἀλλά τοι ἵπποι
  10. βάρδιστοι θείειν· τώ τʼ οἴω λοίγιʼ ἔσεσθαι.
  11. τῶν δʼ ἵπποι μὲν ἔασιν ἀφάρτεροι, οὐδὲ μὲν αὐτοὶ
  12. πλείονα ἴσασιν σέθεν αὐτοῦ μητίσασθαι.
  13. ἀλλʼ ἄγε δὴ σὺ φίλος μῆτιν ἐμβάλλεο θυμῷ
  14. παντοίην, ἵνα μή σε παρεκπροφύγῃσιν ἄεθλα.
  15. μήτι τοι δρυτόμος μέγʼ ἀμείνων ἠὲ βίηφι·
  16. μήτι δʼ αὖτε κυβερνήτης ἐνὶ οἴνοπι πόντῳ
  17. νῆα θοὴν ἰθύνει ἐρεχθομένην ἀνέμοισι·
  18. μήτι δʼ ἡνίοχος περιγίγνεται ἡνιόχοιο.
  19. ἀλλʼ ὃς μέν θʼ ἵπποισι καὶ ἅρμασιν οἷσι πεποιθὼς
  20. ἀφραδέως ἐπὶ πολλὸν ἑλίσσεται ἔνθα καὶ ἔνθα,