Iliad

Homer

Homer. Homeri Opera, Volumes 1-2. Monro, D. B. (David Binning), editor; Allen, Thomas W. (Thomas William), editor. Oxford: Clarendon Press, 1908-1920.

  1. ἠπίου, ὅς σφωϊν μάλα πολλάκις ὑγρὸν ἔλαιον
  2. χαιτάων κατέχευε λοέσσας ὕδατι λευκῷ.
  3. τὸν τώ γʼ ἑσταότες πενθείετον, οὔδεϊ δέ σφι
  4. χαῖται ἐρηρέδαται, τὼ δʼ ἕστατον ἀχνυμένω κῆρ.
  5. ἄλλοι δὲ στέλλεσθε κατὰ στρατόν, ὅς τις Ἀχαιῶν
  6. ἵπποισίν τε πέποιθε καὶ ἅρμασι κολλητοῖσιν.
  7. ὣς φάτο Πηλεΐδης, ταχέες δʼ ἱππῆες ἄγερθεν.
  8. ὦρτο πολὺ πρῶτος μὲν ἄναξ ἀνδρῶν Εὔμηλος
  9. Ἀδμήτου φίλος υἱός, ὃς ἱπποσύνῃ ἐκέκαστο·
  10. τῷ δʼ ἐπὶ Τυδεΐδης ὦρτο κρατερὸς Διομήδης,
  11. ἵππους δὲ Τρῳοὺς ὕπαγε ζυγόν, οὕς ποτʼ ἀπηύρα
  12. Αἰνείαν, ἀτὰρ αὐτὸν ὑπεξεσάωσεν Ἀπόλλων.
  13. τῷ δʼ ἄρʼ ἐπʼ Ἀτρεΐδης ὦρτο ξανθὸς Μενέλαος
  14. διογενής, ὑπὸ δὲ ζυγὸν ἤγαγεν ὠκέας ἵππους
  15. Αἴθην τὴν Ἀγαμεμνονέην τὸν ἑόν τε Πόδαργον·
  16. τὴν Ἀγαμέμνονι δῶκʼ Ἀγχισιάδης Ἐχέπωλος
  17. δῶρʼ, ἵνα μή οἱ ἕποιθʼ ὑπὸ Ἴλιον ἠνεμόεσσαν,
  18. ἀλλʼ αὐτοῦ τέρποιτο μένων· μέγα γάρ οἱ ἔδωκε
  19. Ζεὺς ἄφενος, ναῖεν δʼ ὅ γʼ ἐν εὐρυχόρῳ Σικυῶνι·
  20. τὴν ὅ γʼ ὑπὸ ζυγὸν ἦγε μέγα δρόμου ἰσχανόωσαν.