ἵπποι δὲ πλανόωνται ἀνὰ δρόμον, οὐδὲ κατίσχει·ὃς δέ κε κέρδεα εἰδῇ ἐλαύνων ἥσσονας ἵππους,αἰεὶ τέρμʼ ὁρόων στρέφει ἐγγύθεν, οὐδέ ἑ λήθειὅππως τὸ πρῶτον τανύσῃ βοέοισιν ἱμᾶσιν,ἀλλʼ ἔχει ἀσφαλέως καὶ τὸν προὔχοντα δοκεύει.σῆμα δέ τοι ἐρέω μάλʼ ἀριφραδές, οὐδέ σε λήσει.ἕστηκε ξύλον αὖον ὅσον τʼ ὄργυιʼ ὑπὲρ αἴηςἢ δρυὸς ἢ πεύκης· τὸ μὲν οὐ καταπύθεται ὄμβρῳ,λᾶε δὲ τοῦ ἑκάτερθεν ἐρηρέδαται δύο λευκὼἐν ξυνοχῇσιν ὁδοῦ, λεῖος δʼ ἱππόδρομος ἀμφὶςἤ τευ σῆμα βροτοῖο πάλαι κατατεθνηῶτος,ἢ τό γε νύσσα τέτυκτο ἐπὶ προτέρων ἀνθρώπων,καὶ νῦν τέρματʼ ἔθηκε ποδάρκης δῖος Ἀχιλλεύς.τῷ σὺ μάλʼ ἐγχρίμψας ἐλάαν σχεδὸν ἅρμα καὶ ἵππους,αὐτὸς δὲ κλινθῆναι ἐϋπλέκτῳ ἐνὶ δίφρῳἦκʼ ἐπʼ ἀριστερὰ τοῖιν· ἀτὰρ τὸν δεξιὸν ἵππονκένσαι ὁμοκλήσας, εἶξαί τέ οἱ ἡνία χερσίν.ἐν νύσσῃ δέ τοι ἵππος ἀριστερὸς ἐγχριμφθήτω,ὡς ἄν τοι πλήμνη γε δοάσσεται ἄκρον ἱκέσθαικύκλου ποιητοῖο· λίθου δʼ ἀλέασθαι ἐπαυρεῖν,