Iliad

Homer

Homer. Homeri Opera, Volumes 1-2. Monro, D. B. (David Binning), editor; Allen, Thomas W. (Thomas William), editor. Oxford: Clarendon Press, 1908-1920.

  1. αἶψά τε φυλόπιδος πέλεται κόρος ἀνθρώποισιν,
  2. ἧς τε πλείστην μὲν καλάμην χθονὶ χαλκὸς ἔχευεν,
  3. ἄμητος δʼ ὀλίγιστος, ἐπὴν κλίνῃσι τάλαντα
  4. Ζεύς, ὅς τʼ ἀνθρώπων ταμίης πολέμοιο τέτυκται.
  5. γαστέρι δʼ οὔ πως ἔστι νέκυν πενθῆσαι Ἀχαιούς·
  6. λίην γὰρ πολλοὶ καὶ ἐπήτριμοι ἤματα πάντα
  7. πίπτουσιν· πότε κέν τις ἀναπνεύσειε πόνοιο;
  8. ἀλλὰ χρὴ τὸν μὲν καταθάπτειν ὅς κε θάνῃσι
  9. νηλέα θυμὸν ἔχοντας ἐπʼ ἤματι δακρύσαντας·
  10. ὅσσοι δʼ ἂν πολέμοιο περὶ στυγεροῖο λίπωνται
  11. μεμνῆσθαι πόσιος καὶ ἐδητύος, ὄφρʼ ἔτι μᾶλλον
  12. ἀνδράσι δυσμενέεσσι μαχώμεθα νωλεμὲς αἰεὶ
  13. ἑσσάμενοι χροῒ χαλκὸν ἀτειρέα. μηδέ τις ἄλλην
  14. λαῶν ὀτρυντὺν ποτιδέγμενος ἰσχαναάσθω·
  15. ἥδε γὰρ ὀτρυντὺς κακὸν ἔσσεται ὅς κε λίπηται
  16. νηυσὶν ἐπʼ Ἀργείων· ἀλλʼ ἀθρόοι ὁρμηθέντες
  17. Τρωσὶν ἐφʼ ἱπποδάμοισιν ἐγείρομεν ὀξὺν Ἄρηα.
  18. ἦ, καὶ Νέστορος υἷας ὀπάσσατο κυδαλίμοιο
  19. Φυλεΐδην τε Μέγητα Θόαντά τε Μηριόνην τε
  20. καὶ Κρειοντιάδην Λυκομήδεα καὶ Μελάνιππον·