Iliad

Homer

Homer. Homeri Opera, Volumes 1-2. Monro, D. B. (David Binning), editor; Allen, Thomas W. (Thomas William), editor. Oxford: Clarendon Press, 1908-1920.

  1. ὁππότε τις μεταπαυσωλὴ πολέμοιο γένηται
  2. καὶ μένος οὐ τόσον ᾖσιν ἐνὶ στήθεσσιν ἐμοῖσι.
  3. νῦν δʼ οἳ μὲν κέαται δεδαϊγμένοι, οὓς ἐδάμασσεν
  4. Ἕκτωρ Πριαμίδης, ὅτε οἱ Ζεὺς κῦδος ἔδωκεν,
  5. ὑμεῖς δʼ ἐς βρωτὺν ὀτρύνετον· ἦ τʼ ἂν ἔγωγε
  6. νῦν μὲν ἀνώγοιμι πτολεμίζειν υἷας Ἀχαιῶν
  7. νήστιας ἀκμήνους, ἅμα δʼ ἠελίῳ καταδύντι
  8. τεύξεσθαι μέγα δόρπον, ἐπὴν τεισαίμεθα λώβην.
  9. πρὶν δʼ οὔ πως ἂν ἔμοιγε φίλον κατὰ λαιμὸν ἰείη
  10. οὐ πόσις οὐδὲ βρῶσις ἑταίρου τεθνηῶτος
  11. ὅς μοι ἐνὶ κλισίῃ δεδαϊγμένος ὀξέϊ χαλκῷ
  12. κεῖται ἀνὰ πρόθυρον τετραμμένος, ἀμφὶ δʼ ἑταῖροι
  13. μύρονται· τό μοι οὔ τι μετὰ φρεσὶ ταῦτα μέμηλεν,
  14. ἀλλὰ φόνος τε καὶ αἷμα καὶ ἀργαλέος στόνος ἀνδρῶν.
  15. τὸν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς·
  16. ὦ Ἀχιλεῦ Πηλῆος υἱὲ μέγα φέρτατʼ Ἀχαιῶν,
  17. κρείσσων εἰς ἐμέθεν καὶ φέρτερος οὐκ ὀλίγον περ
  18. ἔγχει, ἐγὼ δέ κε σεῖο νοήματί γε προβαλοίμην
  19. πολλόν, ἐπεὶ πρότερος γενόμην καὶ πλείονα οἶδα.
  20. τώ τοι ἐπιτλήτω κραδίη μύθοισιν ἐμοῖσιν.