Iliad

Homer

Homer. Homeri Opera, Volumes 1-2. Monro, D. B. (David Binning), editor; Allen, Thomas W. (Thomas William), editor. Oxford: Clarendon Press, 1908-1920.

  1. βὰν δʼ ἴμεν ἐς κλισίην Ἀγαμέμνονος Ἀτρεΐδαο.
  2. αὐτίκʼ ἔπειθʼ ἅμα μῦθος ἔην, τετέλεστο δὲ ἔργον·
  3. ἑπτὰ μὲν ἐκ κλισίης τρίποδας φέρον, οὕς οἱ ὑπέστη,
  4. αἴθωνας δὲ λέβητας ἐείκοσι, δώδεκα δʼ ἵππους·
  5. ἐκ δʼ ἄγον αἶψα γυναῖκας ἀμύμονα ἔργα ἰδυίας
  6. ἕπτʼ, ἀτὰρ ὀγδοάτην Βρισηΐδα καλλιπάρῃον.
  7. χρυσοῦ δὲ στήσας Ὀδυσεὺς δέκα πάντα τάλαντα
  8. ἦρχʼ, ἅμα δʼ ἄλλοι δῶρα φέρον κούρητες Ἀχαιῶν.
  9. καὶ τὰ μὲν ἐν μέσσῃ ἀγορῇ θέσαν, ἂν δʼ Ἀγαμέμνων
  10. ἵστατο· Ταλθύβιος δὲ θεῷ ἐναλίγκιος αὐδὴν
  11. κάπρον ἔχων ἐν χερσὶ παρίστατο ποιμένι λαῶν.
  12. Ἀτρεΐδης δὲ ἐρυσσάμενος χείρεσσι μάχαιραν,
  13. ἥ οἱ πὰρ ξίφεος μέγα κουλεὸν αἰὲν ἄωρτο,
  14. κάπρου ἀπὸ τρίχας ἀρξάμενος Διὶ χεῖρας ἀνασχὼν
  15. εὔχετο· τοὶ δʼ ἄρα πάντες ἐπʼ αὐτόφιν εἵατο σιγῇ
  16. Ἀργεῖοι κατὰ μοῖραν ἀκούοντες βασιλῆος.
  17. εὐξάμενος δʼ ἄρα εἶπεν ἰδὼν εἰς οὐρανὸν εὐρύν·
  18. ἴστω νῦν Ζεὺς πρῶτα θεῶν ὕπατος καὶ ἄριστος
  19. Γῆ τε καὶ Ἠέλιος καὶ Ἐρινύες, αἵ θʼ ὑπὸ γαῖαν
  20. ἀνθρώπους τίνυνται, ὅτις κʼ ἐπίορκον ὀμόσσῃ,