Iliad

Homer

Homer. Homeri Opera, Volumes 1-2. Monro, D. B. (David Binning), editor; Allen, Thomas W. (Thomas William), editor. Oxford: Clarendon Press, 1908-1920.

  1. τὸν δὲ μάλʼ αἶψʼ ἐνόησε μάχης ἐπʼ ἀριστερὰ πάσης
  2. θαρσύνονθʼ ἑτάρους καὶ ἐποτρύνοντα μάχεσθαι·
  3. θεσπέσιον γάρ σφιν φόβον ἔμβαλε Φοῖβος Ἀπόλλων·
  4. βῆ δὲ θέειν, εἶθαρ δὲ παριστάμενος ἔπος ηὔδα.
  5. Αἶαν δεῦρο πέπον, περὶ Πατρόκλοιο θανόντος
  6. σπεύσομεν, αἴ κε νέκυν περ Ἀχιλλῆϊ προφέρωμεν
  7. γυμνόν· ἀτὰρ τά γε τεύχεʼ ἔχει κορυθαίολος Ἕκτωρ.
  8. ὣς ἔφατʼ, Αἴαντι δὲ δαΐφρονι θυμὸν ὄρινε·
  9. βῆ δὲ διὰ προμάχων, ἅμα δὲ ξανθὸς Μενέλαος.
  10. Ἕκτωρ μὲν Πάτροκλον ἐπεὶ κλυτὰ τεύχεʼ ἀπηύρα,
  11. ἕλχʼ ἵνʼ ἀπʼ ὤμοιιν κεφαλὴν τάμοι ὀξέϊ χαλκῷ,
  12. τὸν δὲ νέκυν Τρῳῇσιν ἐρυσσάμενος κυσὶ δοίη.
  13. Αἴας δʼ ἐγγύθεν ἦλθε φέρων σάκος ἠΰτε πύργον·
  14. Ἕκτωρ δʼ ἂψ ἐς ὅμιλον ἰὼν ἀνεχάζεθʼ ἑταίρων,
  15. ἐς δίφρον δʼ ἀνόρουσε· δίδου δʼ ὅ γε τεύχεα καλὰ
  16. Τρωσὶ φέρειν προτὶ ἄστυ, μέγα κλέος ἔμμεναι αὐτῷ.
  17. Αἴας δʼ ἀμφὶ Μενοιτιάδῃ σάκος εὐρὺ καλύψας
  18. ἑστήκει ὥς τίς τε λέων περὶ οἷσι τέκεσσιν,
  19. ᾧ ῥά τε νήπιʼ ἄγοντι συναντήσωνται ἐν ὕλῃ
  20. ἄνδρες ἐπακτῆρες· ὃ δέ τε σθένεϊ βλεμεαίνει,
  21. πᾶν δέ τʼ ἐπισκύνιον κάτω ἕλκεται ὄσσε καλύπτων·
  22. ὣς Αἴας περὶ Πατρόκλῳ ἥρωϊ βεβήκει.
  23. Ἀτρεΐδης δʼ ἑτέρωθεν ἀρηΐφιλος Μενέλαος
  24. ἑστήκει, μέγα πένθος ἐνὶ στήθεσσιν ἀέξων.
  25. Γλαῦκος δʼ Ἱππολόχοιο πάϊς Λυκίων ἀγὸς ἀνδρῶν
  26. Ἕκτορʼ ὑπόδρα ἰδὼν χαλεπῷ ἠνίπαπε μύθῳ·
  27. Ἕκτορ εἶδος ἄριστε μάχης ἄρα πολλὸν ἐδεύεο.
  28. ἦ σʼ αὔτως κλέος ἐσθλὸν ἔχει φύξηλιν ἐόντα.
  29. φράζεο νῦν ὅππως κε πόλιν καὶ ἄστυ σαώσῃς
  30. οἶος σὺν λαοῖς τοὶ Ἰλίῳ ἐγγεγάασιν·
  31. οὐ γάρ τις Λυκίων γε μαχησόμενος Δαναοῖσιν
  32. εἶσι περὶ πτόλιος, ἐπεὶ οὐκ ἄρα τις χάρις ἦεν
  33. μάρνασθαι δηΐοισιν ἐπʼ ἀνδράσι νωλεμὲς αἰεί.
  34. πῶς κε σὺ χείρονα φῶτα σαώσειας μεθʼ ὅμιλον
  35. σχέτλιʼ, ἐπεὶ Σαρπηδόνʼ ἅμα ξεῖνον καὶ ἑταῖρον
  36. κάλλιπες Ἀργείοισιν ἕλωρ καὶ κύρμα γενέσθαι,
  37. ὅς τοι πόλλʼ ὄφελος γένετο πτόλεΐ τε καὶ αὐτῷ
  38. ζωὸς ἐών· νῦν δʼ οὔ οἱ ἀλαλκέμεναι κύνας ἔτλης.
  39. τὼ νῦν εἴ τις ἐμοὶ Λυκίων ἐπιπείσεται ἀνδρῶν
  40. οἴκαδʼ ἴμεν, Τροίῃ δὲ πεφήσεται αἰπὺς ὄλεθρος.
  41. εἰ γὰρ νῦν Τρώεσσι μένος πολυθαρσὲς ἐνείη
  42. ἄτρομον, οἷόν τʼ ἄνδρας ἐσέρχεται οἳ περὶ πάτρης
  43. ἀνδράσι δυσμενέεσσι πόνον καὶ δῆριν ἔθεντο,
  44. αἶψά κε Πάτροκλον ἐρυσαίμεθα Ἴλιον εἴσω.
  45. εἰ δʼ οὗτος προτὶ ἄστυ μέγα Πριάμοιο ἄνακτος
  46. ἔλθοι τεθνηὼς καί μιν ἐρυσαίμεθα χάρμης,
  47. αἶψά κεν Ἀργεῖοι Σαρπηδόνος ἔντεα καλὰ
  48. λύσειαν, καί κʼ αὐτὸν ἀγοίμεθα Ἴλιον εἴσω·
  49. τοίου γὰρ θεράπων πέφατʼ ἀνέρος, ὃς μέγʼ ἄριστος
  50. Ἀργείων παρὰ νηυσὶ καὶ ἀγχέμαχοι θεράποντες.
  51. ἀλλὰ σύ γʼ Αἴαντος μεγαλήτορος οὐκ ἐτάλασσας
  52. στήμεναι ἄντα κατʼ ὄσσε ἰδὼν δηΐων ἐν ἀϋτῇ,
  53. οὐδʼ ἰθὺς μαχέσασθαι, ἐπεὶ σέο φέρτερός ἐστι.
  54. τὸν δʼ ἄρʼ ὑπόδρα ἰδὼν προσέφη κορυθαίολος Ἕκτωρ·
  55. Γλαῦκε τί ἢ δὲ σὺ τοῖος ἐὼν ὑπέροπλον ἔειπες;
  56. ὢ πόποι ἦ τʼ ἐφάμην σὲ περὶ φρένας ἔμμεναι ἄλλων
  57. τῶν ὅσσοι Λυκίην ἐριβώλακα ναιετάουσι·
  58. νῦν δέ σευ ὠνοσάμην πάγχυ φρένας οἷον ἔειπες,
  59. ὅς τέ με φῂς Αἴαντα πελώριον οὐχ ὑπομεῖναι.
  60. οὔ τοι ἐγὼν ἔρριγα μάχην οὐδὲ κτύπον ἵππων·
  61. ἀλλʼ αἰεί τε Διὸς κρείσσων νόος αἰγιόχοιο,
  62. ὅς τε καὶ ἄλκιμον ἄνδρα φοβεῖ καὶ ἀφείλετο νίκην
  63. ῥηϊδίως, ὁτὲ δʼ αὐτὸς ἐποτρύνει μαχέσασθαι.
  64. ἀλλʼ ἄγε δεῦρο πέπον, παρʼ ἔμʼ ἵστασο καὶ ἴδε ἔργον,
  65. ἠὲ πανημέριος κακὸς ἔσσομαι, ὡς ἀγορεύεις,
  66. ἦ τινα καὶ Δαναῶν ἀλκῆς μάλα περ μεμαῶτα
  67. σχήσω ἀμυνέμεναι περὶ Πατρόκλοιο θανόντος.
  68. ὣς εἰπὼν Τρώεσσιν ἐκέκλετο μακρὸν ἀΰσας·
  69. Τρῶες καὶ Λύκιοι καὶ Δάρδανοι ἀγχιμαχηταί,
  70. ἀνέρες ἔστε φίλοι, μνήσασθε δὲ θούριδος ἀλκῆς,
  71. ὄφρʼ ἂν ἐγὼν Ἀχιλῆος ἀμύμονος ἔντεα δύω
  72. καλά, τὰ Πατρόκλοιο βίην ἐνάριξα κατακτάς.
  73. ὣς ἄρα φωνήσας ἀπέβη κορυθαίολος Ἕκτωρ
  74. δηΐου ἐκ πολέμοιο· θέων δʼ ἐκίχανεν ἑταίρους
  75. ὦκα μάλʼ οὔ πω τῆλε ποσὶ κραιπνοῖσι μετασπών,
  76. οἳ προτὶ ἄστυ φέρον κλυτὰ τεύχεα Πηλεΐωνος.
  77. στὰς δʼ ἀπάνευθε μάχης πολυδακρύου ἔντεʼ ἄμειβεν·
  78. ἤτοι ὃ μὲν τὰ ἃ δῶκε φέρειν προτὶ Ἴλιον ἱρὴν
  79. Τρωσὶ φιλοπτολέμοισιν, ὃ δʼ ἄμβροτα τεύχεα δῦνε
  80. Πηλεΐδεω Ἀχιλῆος ἅ οἱ θεοὶ Οὐρανίωνες
  81. πατρὶ φίλῳ ἔπορον· ὃ δʼ ἄρα ᾧ παιδὶ ὄπασσε
  82. γηράς· ἀλλʼ οὐχ υἱὸς ἐν ἔντεσι πατρὸς ἐγήρα.
  83. τὸν δʼ ὡς οὖν ἀπάνευθεν ἴδεν νεφεληγερέτα Ζεὺς
  84. τεύχεσι Πηλεΐδαο κορυσσόμενον θείοιο,
  85. κινήσας ῥα κάρη προτὶ ὃν μυθήσατο θυμόν·
  86. ἆ δείλʼ οὐδέ τί τοι θάνατος καταθύμιός ἐστιν
  87. ὃς δή τοι σχεδὸν εἶσι· σὺ δʼ ἄμβροτα τεύχεα δύνεις
  88. ἀνδρὸς ἀριστῆος, τόν τε τρομέουσι καὶ ἄλλοι·
  89. τοῦ δὴ ἑταῖρον ἔπεφνες ἐνηέα τε κρατερόν τε,
  90. τεύχεα δʼ οὐ κατὰ κόσμον ἀπὸ κρατός τε καὶ ὤμων
  91. εἵλευ· ἀτάρ τοι νῦν γε μέγα κράτος ἐγγυαλίξω,
  92. τῶν ποινὴν ὅ τοι οὔ τι μάχης ἐκνοστήσαντι
  93. δέξεται Ἀνδρομάχη κλυτὰ τεύχεα Πηλεΐωνος.
  94. ἦ καὶ κυανέῃσιν ἐπʼ ὀφρύσι νεῦσε Κρονίων.
  95. Ἕκτορι δʼ ἥρμοσε τεύχεʼ ἐπὶ χροΐ, δῦ δέ μιν Ἄρης
  96. δεινὸς ἐνυάλιος, πλῆσθεν δʼ ἄρα οἱ μέλεʼ ἐντὸς
  97. ἀλκῆς καὶ σθένεος· μετὰ δὲ κλειτοὺς ἐπικούρους
  98. βῆ ῥα μέγα ἰάχων· ἰνδάλλετο δέ σφισι πᾶσι
  99. τεύχεσι λαμπόμενος μεγαθύμου Πηλεΐωνος.
  100. ὄτρυνεν δὲ ἕκαστον ἐποιχόμενος ἐπέεσσι
  101. Μέσθλην τε Γλαῦκόν τε Μέδοντά τε Θερσίλοχόν τε
  102. Ἀστεροπαῖόν τε Δεισήνορά θʼ Ἱππόθοόν τε
  103. Φόρκυν τε Χρομίον τε καὶ Ἔννομον οἰωνιστήν·
  104. τοὺς ὅ γʼ ἐποτρύνων ἔπεα πτερόεντα προσηύδα·
  105. κέκλυτε μυρία φῦλα περικτιόνων ἐπικούρων·
  106. οὐ γὰρ ἐγὼ πληθὺν διζήμενος οὐδὲ χατίζων
  107. ἐνθάδʼ ἀφʼ ὑμετέρων πολίων ἤγειρα ἕκαστον,
  108. ἀλλʼ ἵνα μοι Τρώων ἀλόχους καὶ νήπια τέκνα
  109. προφρονέως ῥύοισθε φιλοπτολέμων ὑπʼ Ἀχαιῶν.
  110. τὰ φρονέων δώροισι κατατρύχω καὶ ἐδωδῇ
  111. λαούς, ὑμέτερον δὲ ἑκάστου θυμὸν ἀέξω.
  112. τώ τις νῦν ἰθὺς τετραμμένος ἢ ἀπολέσθω
  113. ἠὲ σαωθήτω· ἣ γὰρ πολέμου ὀαριστύς.
  114. ὃς δέ κε Πάτροκλον καὶ τεθνηῶτά περ ἔμπης
  115. Τρῶας ἐς ἱπποδάμους ἐρύσῃ, εἴξῃ δέ οἱ Αἴας,
  116. ἥμισυ τῷ ἐνάρων ἀποδάσσομαι, ἥμισυ δʼ αὐτὸς
  117. ἕξω ἐγώ· τὸ δέ οἱ κλέος ἔσσεται ὅσσον ἐμοί περ.
  118. ὣς ἔφαθʼ, οἳ δʼ ἰθὺς Δαναῶν βρίσαντες ἔβησαν
  119. δούρατʼ ἀνασχόμενοι· μάλα δέ σφισιν ἔλπετο θυμὸς
  120. νεκρὸν ὑπʼ Αἴαντος ἐρύειν Τελαμωνιάδαο
  121. νήπιοι· ἦ τε πολέσσιν ἐπʼ αὐτῷ θυμὸν ἀπηύρα.
  122. καὶ τότʼ ἄρʼ Αἴας εἶπε βοὴν ἀγαθὸν Μενέλαον·
  123. ὦ πέπον ὦ Μενέλαε διοτρεφὲς οὐκέτι νῶϊ
  124. ἔλπομαι αὐτώ περ νοστησέμεν ἐκ πολέμοιο.
  125. οὔ τι τόσον νέκυος περιδείδια Πατρόκλοιο,
  126. ὅς κε τάχα Τρώων κορέει κύνας ἠδʼ οἰωνούς,
  127. ὅσσον ἐμῇ κεφαλῇ περιδείδια μή τι πάθῃσι,
  128. καὶ σῇ, ἐπεὶ πολέμοιο νέφος περὶ πάντα καλύπτει
  129. Ἕκτωρ, ἡμῖν δʼ αὖτʼ ἀναφαίνεται αἰπὺς ὄλεθρος.
  130. ἀλλʼ ἄγʼ ἀριστῆας Δαναῶν κάλει, ἤν τις ἀκούσῃ.
  131. ὣς ἔφατʼ, οὐδʼ ἀπίθησε βοὴν ἀγαθὸς Μενέλαος,
  132. ἤϋσεν δὲ διαπρύσιον Δαναοῖσι γεγωνώς·
  133. ὦ φίλοι Ἀργείων ἡγήτορες ἠδὲ μέδοντες
  134. οἵ τε παρʼ Ἀτρεΐδῃς Ἀγαμέμνονι καὶ Μενελάῳ
  135. δήμια πίνουσιν καὶ σημαίνουσιν ἕκαστος
  136. λαοῖς· ἐκ δὲ Διὸς τιμὴ καὶ κῦδος ὀπηδεῖ.
  137. ἀργαλέον δέ μοί ἐστι διασκοπιᾶσθαι ἕκαστον
  138. ἡγεμόνων· τόσση γὰρ ἔρις πολέμοιο δέδηεν·
  139. ἀλλά τις αὐτὸς ἴτω, νεμεσιζέσθω δʼ ἐνὶ θυμῷ
  140. Πάτροκλον Τρῳῇσι κυσὶν μέλπηθρα γενέσθαι.
  141. ὣς ἔφατʼ, ὀξὺ δʼ ἄκουσεν Ὀϊλῆος ταχὺς Αἴας·
  142. πρῶτος δʼ ἀντίος ἦλθε θέων ἀνὰ δηϊοτῆτα,
  143. τὸν δὲ μετʼ Ἰδομενεὺς καὶ ὀπάων Ἰδομενῆος
  144. Μηριόνης ἀτάλαντος Ἐνυαλίῳ ἀνδρειφόντῃ.
  145. τῶν δʼ ἄλλων τίς κεν ᾗσι φρεσὶν οὐνόματʼ εἴποι,
  146. ὅσσοι δὴ μετόπισθε μάχην ἤγειραν Ἀχαιῶν;
  147. Τρῶες δὲ προὔτυψαν ἀολλέες· ἦρχε δʼ ἄρʼ Ἕκτωρ.
  148. ὡς δʼ ὅτʼ ἐπὶ προχοῇσι διιπετέος ποταμοῖο
  149. βέβρυχεν μέγα κῦμα ποτὶ ῥόον, ἀμφὶ δέ τʼ ἄκραι
  150. ἠϊόνες βοόωσιν ἐρευγομένης ἁλὸς ἔξω,
  151. τόσσῃ ἄρα Τρῶες ἰαχῇ ἴσαν. αὐτὰρ Ἀχαιοὶ
  152. ἕστασαν ἀμφὶ Μενοιτιάδῃ ἕνα θυμὸν ἔχοντες
  153. φραχθέντες σάκεσιν χαλκήρεσιν· ἀμφὶ δʼ ἄρά σφι
  154. λαμπρῇσιν κορύθεσσι Κρονίων ἠέρα πολλὴν
  155. χεῦʼ, ἐπεὶ οὐδὲ Μενοιτιάδην ἔχθαιρε πάρος γε,
  156. ὄφρα ζωὸς ἐὼν θεράπων ἦν Αἰακίδαο·
  157. μίσησεν δʼ ἄρα μιν δηΐων κυσὶ κύρμα γενέσθαι
  158. Τρῳῇσιν· τὼ καί οἱ ἀμυνέμεν ὦρσεν ἑταίρους.
  159. ὦσαν δὲ πρότεροι Τρῶες ἑλίκωπας Ἀχαιούς·
  160. νεκρὸν δὲ προλιπόντες ὑπέτρεσαν, οὐδέ τινʼ αὐτῶν
  161. Τρῶες ὑπέρθυμοι ἕλον ἔγχεσιν ἱέμενοί περ,
  162. ἀλλὰ νέκυν ἐρύοντο· μίνυνθα δὲ καὶ τοῦ Ἀχαιοὶ
  163. μέλλον ἀπέσσεσθαι· μάλα γάρ σφεας ὦκʼ ἐλέλιξεν
  164. Αἴας, ὃς περὶ μὲν εἶδος, περὶ δʼ ἔργα τέτυκτο
  165. τῶν ἄλλων Δαναῶν μετʼ ἀμύμονα Πηλεΐωνα.
  166. ἴθυσεν δὲ διὰ προμάχων συῒ εἴκελος ἀλκὴν
  167. καπρίῳ, ὅς τʼ ἐν ὄρεσσι κύνας θαλερούς τʼ αἰζηοὺς
  168. ῥηϊδίως ἐκέδασσεν, ἑλιξάμενος διὰ βήσσας·
  169. ὣς υἱὸς Τελαμῶνος ἀγαυοῦ φαίδιμος Αἴας
  170. ῥεῖα μετεισάμενος Τρώων ἐκέδασσε φάλαγγας
  171. οἳ περὶ Πατρόκλῳ βέβασαν, φρόνεον δὲ μάλιστα
  172. ἄστυ πότι σφέτερον ἐρύειν καὶ κῦδος ἀρέσθαι.
  173. ἤτοι τὸν Λήθοιο Πελασγοῦ φαίδιμος υἱὸς
  174. Ἱππόθοος ποδὸς ἕλκε κατὰ κρατερὴν ὑσμίνην
  175. δησάμενος τελαμῶνι παρὰ σφυρὸν ἀμφὶ τένοντας
  176. Ἕκτορι καὶ Τρώεσσι χαριζόμενος· τάχα δʼ αὐτῷ
  177. ἦλθε κακόν, τό οἱ οὔ τις ἐρύκακεν ἱεμένων περ.
  178. τὸν δʼ υἱὸς Τελαμῶνος ἐπαΐξας διʼ ὁμίλου
  179. πλῆξʼ αὐτοσχεδίην κυνέης διὰ χαλκοπαρῄου·
  180. ἤρικε δʼ ἱπποδάσεια κόρυς περὶ δουρὸς ἀκωκῇ
  181. πληγεῖσʼ ἔγχεΐ τε μεγάλῳ καὶ χειρὶ παχείῃ,
  182. ἐγκέφαλος δὲ παρʼ αὐλὸν ἀνέδραμεν ἐξ ὠτειλῆς
  183. αἱματόεις· τοῦ δʼ αὖθι λύθη μένος, ἐκ δʼ ἄρα χειρῶν
  184. Πατρόκλοιο πόδα μεγαλήτορος ἧκε χαμᾶζε
  185. κεῖσθαι· ὃ δʼ ἄγχʼ αὐτοῖο πέσε πρηνὴς ἐπὶ νεκρῷ
  186. τῆλʼ ἀπὸ Λαρίσης ἐριβώλακος, οὐδὲ τοκεῦσι
  187. θρέπτρα φίλοις ἀπέδωκε, μινυνθάδιος δέ οἱ αἰὼν
  188. ἔπλεθʼ ὑπʼ Αἴαντος μεγαθύμου δουρὶ δαμέντι.
  189. Ἕκτωρ δʼ αὖτʼ Αἴαντος ἀκόντισε δουρὶ φαεινῷ·
  190. ἀλλʼ ὃ μὲν ἄντα ἰδὼν ἠλεύατο χάλκεον ἔγχος
  191. τυτθόν· ὃ δὲ Σχεδίον μεγαθύμου Ἰφίτου υἱὸν
  192. Φωκήων ὄχʼ ἄριστον, ὃς ἐν κλειτῷ Πανοπῆϊ
  193. οἰκία ναιετάασκε πολέσσʼ ἄνδρεσσιν ἀνάσσων,
  194. τὸν βάλʼ ὑπὸ κληῗδα μέσην· διὰ δʼ ἀμπερὲς ἄκρη
  195. αἰχμὴ χαλκείη παρὰ νείατον ὦμον ἀνέσχε·
  196. δούπησεν δὲ πεσών, ἀράβησε δὲ τεύχεʼ ἐπʼ αὐτῷ.
  197. Αἴας δʼ αὖ Φόρκυνα δαΐφρονα Φαίνοπος υἱὸν
  198. Ἱπποθόῳ περιβάντα μέσην κατὰ γαστέρα τύψε·
  199. ῥῆξε δὲ θώρηκος γύαλον, διὰ δʼ ἔντερα χαλκὸς
  200. ἤφυσʼ· ὃ δʼ ἐν κονίῃσι πεσὼν ἕλε γαῖαν ἀγοστῷ.
  201. χώρησαν δʼ ὑπό τε πρόμαχοι καὶ φαίδιμος Ἕκτωρ·
  202. Ἀργεῖοι δὲ μέγα ἴαχον, ἐρύσαντο δὲ νεκροὺς
  203. Φόρκυν θʼ Ἱππόθοόν τε, λύοντο δὲ τεύχεʼ ἀπʼ ὤμων.
  204. ἔνθά κεν αὖτε Τρῶες ἀρηϊφίλων ὑπʼ Ἀχαιῶν
  205. Ἴλιον εἰσανέβησαν ἀναλκείῃσι δαμέντες,
  206. Ἀργεῖοι δέ κε κῦδος ἕλον καὶ ὑπὲρ Διὸς αἶσαν
  207. κάρτεϊ καὶ σθένεϊ σφετέρῳ· ἀλλʼ αὐτὸς Ἀπόλλων
  208. Αἰνείαν ὄτρυνε δέμας Περίφαντι ἐοικὼς
  209. κήρυκι Ἠπυτίδῃ, ὅς οἱ παρὰ πατρὶ γέροντι
  210. κηρύσσων γήρασκε φίλα φρεσὶ μήδεα εἰδώς·
  211. τῷ μιν ἐεισάμενος προσέφη Διὸς υἱὸς Ἀπόλλων·
  212. Αἰνεία πῶς ἂν καὶ ὑπὲρ θεὸν εἰρύσσαισθε
  213. Ἴλιον αἰπεινήν; ὡς δὴ ἴδον ἀνέρας ἄλλους
  214. κάρτεΐ τε σθένεΐ τε πεποιθότας ἠνορέῃ τε
  215. πλήθεΐ τε σφετέρῳ καὶ ὑπερδέα δῆμον ἔχοντας·
  216. ἡμῖν δὲ Ζεὺς μὲν πολὺ βούλεται ἢ Δαναοῖσι
  217. νίκην· ἀλλʼ αὐτοὶ τρεῖτʼ ἄσπετον οὐδὲ μάχεσθε.
  218. ὣς ἔφατʼ, Αἰνείας δʼ ἑκατηβόλον Ἀπόλλωνα
  219. ἔγνω ἐς ἄντα ἰδών, μέγα δʼ Ἕκτορα εἶπε βοήσας·
  220. Ἕκτόρ τʼ ἠδʼ ἄλλοι Τρώων ἀγοὶ ἠδʼ ἐπικούρων
  221. αἰδὼς μὲν νῦν ἥδε γʼ ἀρηϊφίλων ὑπʼ Ἀχαιῶν
  222. Ἴλιον εἰσαναβῆναι ἀναλκείῃσι δαμέντας.
  223. ἀλλʼ ἔτι γάρ τίς φησι θεῶν ἐμοὶ ἄγχι παραστὰς
  224. Ζῆνʼ ὕπατον μήστωρα μάχης ἐπιτάρροθον εἶναι·
  225. τώ ῥʼ ἰθὺς Δαναῶν ἴομεν, μηδʼ οἵ γε ἕκηλοι
  226. Πάτροκλον νηυσὶν πελασαίατο τεθνηῶτα.
  227. ὣς φάτο, καί ῥα πολὺ προμάχων ἐξάλμενος ἔστη·
  228. οἳ δʼ ἐλελίχθησαν καὶ ἐναντίοι ἔσταν Ἀχαιῶν.
  229. ἔνθʼ αὖτʼ Αἰνείας Λειώκριτον οὔτασε δουρὶ
  230. υἱὸν Ἀρίσβαντος Λυκομήδεος ἐσθλὸν ἑταῖρον.
  231. τὸν δὲ πεσόντʼ ἐλέησεν ἀρηΐφιλος Λυκομήδης,
  232. στῆ δὲ μάλʼ ἐγγὺς ἰών, καὶ ἀκόντισε δουρὶ φαεινῷ,
  233. καὶ βάλεν Ἱππασίδην Ἀπισάονα ποιμένα λαῶν
  234. ἧπαρ ὑπὸ πραπίδων, εἶθαρ δʼ ὑπὸ γούνατʼ ἔλυσεν,
  235. ὅς ῥʼ ἐκ Παιονίης ἐριβώλακος εἰληλούθει,
  236. καὶ δὲ μετʼ Ἀστεροπαῖον ἀριστεύεσκε μάχεσθαι.
  237. τὸν δὲ πεσόντʼ ἐλέησεν ἀρήϊος Ἀστεροπαῖος,
  238. ἴθυσεν δὲ καὶ ὃ πρόφρων Δαναοῖσι μάχεσθαι·
  239. ἀλλʼ οὔ πως ἔτι εἶχε· σάκεσσι γὰρ ἔρχατο πάντῃ
  240. ἑσταότες περὶ Πατρόκλῳ, πρὸ δὲ δούρατʼ ἔχοντο.
  241. Αἴας γὰρ μάλα πάντας ἐπῴχετο πολλὰ κελεύων·
  242. οὔτέ τινʼ ἐξοπίσω νεκροῦ χάζεσθαι ἀνώγει
  243. οὔτέ τινα προμάχεσθαι Ἀχαιῶν ἔξοχον ἄλλων,
  244. ἀλλὰ μάλʼ ἀμφʼ αὐτῷ βεβάμεν, σχεδόθεν δὲ μάχεσθαι.
  245. ὣς Αἴας ἐπέτελλε πελώριος, αἵματι δὲ χθὼν
  246. δεύετο πορφυρέῳ, τοὶ δʼ ἀγχιστῖνοι ἔπιπτον
  247. νεκροὶ ὁμοῦ Τρώων καὶ ὑπερμενέων ἐπικούρων
  248. καὶ Δαναῶν· οὐδʼ οἳ γὰρ ἀναιμωτί γε μάχοντο,
  249. παυρότεροι δὲ πολὺ φθίνυθον· μέμνηντο γὰρ αἰεὶ
  250. ἀλλήλοις ἀνʼ ὅμιλον ἀλεξέμεναι φόνον αἰπύν.
  251. ὣς οἳ μὲν μάρναντο δέμας πυρός, οὐδέ κε φαίης
  252. οὔτέ ποτʼ ἠέλιον σῶν ἔμμεναι οὔτε σελήνην·
  253. ἠέρι γὰρ κατέχοντο μάχης ἐπί θʼ ὅσσον ἄριστοι
  254. ἕστασαν ἀμφὶ Μενοιτιάδῃ κατατεθνηῶτι.
  255. οἳ δʼ ἄλλοι Τρῶες καὶ ἐϋκνήμιδες Ἀχαιοὶ
  256. εὔκηλοι πολέμιζον ὑπʼ αἰθέρι, πέπτατο δʼ αὐγὴ
  257. ἠελίου ὀξεῖα, νέφος δʼ οὐ φαίνετο πάσης
  258. γαίης οὐδʼ ὀρέων· μεταπαυόμενοι δὲ μάχοντο
  259. ἀλλήλων ἀλεείνοντες βέλεα στονόεντα
  260. πολλὸν ἀφεσταότες. τοὶ δʼ ἐν μέσῳ ἄλγεʼ ἔπασχον
  261. ἠέρι καὶ πολέμῳ, τείροντο δὲ νηλέϊ χαλκῷ
  262. ὅσσοι ἄριστοι ἔσαν· δύο δʼ οὔ πω φῶτε πεπύσθην
  263. ἀνέρε κυδαλίμω Θρασυμήδης Ἀντίλοχός τε
  264. Πατρόκλοιο θανόντος ἀμύμονος, ἀλλʼ ἔτʼ ἔφαντο
  265. ζωὸν ἐνὶ πρώτῳ ὁμάδῳ Τρώεσσι μάχεσθαι.
  266. τὼ δʼ ἐπιοσσομένω θάνατον καὶ φύζαν ἑταίρων
  267. νόσφιν ἐμαρνάσθην, ἐπεὶ ὣς ἐπετέλλετο Νέστωρ
  268. ὀτρύνων πόλεμον δὲ μελαινάων ἀπὸ νηῶν.
  269. τοῖς δὲ πανημερίοις ἔριδος μέγα νεῖκος ὀρώρει
  270. ἀργαλέης· καμάτῳ δὲ καὶ ἱδρῷ νωλεμὲς αἰεὶ
  271. γούνατά τε κνῆμαί τε πόδες θʼ ὑπένερθεν ἑκάστου
  272. χεῖρές τʼ ὀφθαλμοί τε παλάσσετο μαρναμένοιιν
  273. ἀμφʼ ἀγαθὸν θεράποντα ποδώκεος Αἰακίδαο.
  274. ὡς δʼ ὅτʼ ἀνὴρ ταύροιο βοὸς μεγάλοιο βοείην
  275. λαοῖσιν δώῃ τανύειν μεθύουσαν ἀλοιφῇ·
  276. δεξάμενοι δʼ ἄρα τοί γε διαστάντες τανύουσι
  277. κυκλόσʼ, ἄφαρ δέ τε ἰκμὰς ἔβη, δύνει δέ τʼ ἀλοιφὴ
  278. πολλῶν ἑλκόντων, τάνυται δέ τε πᾶσα διὰ πρό·
  279. ὣς οἵ γʼ ἔνθα καὶ ἔνθα νέκυν ὀλίγῃ ἐνὶ χώρῃ
  280. εἵλκεον ἀμφότεροι· μάλα δέ σφισιν ἔλπετο θυμὸς
  281. Τρωσὶν μὲν ἐρύειν προτὶ Ἴλιον, αὐτὰρ Ἀχαιοῖς
  282. νῆας ἔπι γλαφυράς· περὶ δʼ αὐτοῦ μῶλος ὀρώρει
  283. ἄγριος· οὐδέ κʼ Ἄρης λαοσσόος οὐδέ κʼ Ἀθήνη
  284. τόν γε ἰδοῦσʼ ὀνόσαιτʼ, οὐδʼ εἰ μάλα μιν χόλος ἵκοι·
  285. τοῖον Ζεὺς ἐπὶ Πατρόκλῳ ἀνδρῶν τε καὶ ἵππων
  286. ἤματι τῷ ἐτάνυσσε κακὸν πόνον· οὐδʼ ἄρα πώ τι
  287. ᾔδεε Πάτροκλον τεθνηότα δῖος Ἀχιλλεύς·
  288. πολλὸν γὰρ ῥʼ ἀπάνευθε νεῶν μάρναντο θοάων
  289. τείχει ὕπο Τρώων· τό μιν οὔ ποτε ἔλπετο θυμῷ
  290. τεθνάμεν, ἀλλὰ ζωὸν ἐνιχριμφθέντα πύλῃσιν
  291. ἂψ ἀπονοστήσειν, ἐπεὶ οὐδὲ τὸ ἔλπετο πάμπαν
  292. ἐκπέρσειν πτολίεθρον ἄνευ ἕθεν, οὐδὲ σὺν αὐτῷ·
  293. πολλάκι γὰρ τό γε μητρὸς ἐπεύθετο νόσφιν ἀκούων,
  294. ἥ οἱ ἀπαγγέλλεσκε Διὸς μεγάλοιο νόημα.
  295. δὴ τότε γʼ οὔ οἱ ἔειπε κακὸν τόσον ὅσσον ἐτύχθη
  296. μήτηρ, ὅττί ῥά οἱ πολὺ φίλτατος ὤλεθʼ ἑταῖρος.
  297. οἳ δʼ αἰεὶ περὶ νεκρὸν ἀκαχμένα δούρατʼ ἔχοντες
  298. νωλεμὲς ἐγχρίμπτοντο καὶ ἀλλήλους ἐνάριζον·
  299. ὧδε δέ τις εἴπεσκεν Ἀχαιῶν χαλκοχιτώνων·
  300. ὦ φίλοι οὐ μὰν ἧμιν ἐϋκλεὲς ἀπονέεσθαι
  301. νῆας ἔπι γλαφυράς, ἀλλʼ αὐτοῦ γαῖα μέλαινα
  302. πᾶσι χάνοι· τό κεν ἧμιν ἄφαρ πολὺ κέρδιον εἴη
  303. εἰ τοῦτον Τρώεσσι μεθήσομεν ἱπποδάμοισιν
  304. ἄστυ πότι σφέτερον ἐρύσαι καὶ κῦδος ἀρέσθαι.
  305. ὣς δέ τις αὖ Τρώων μεγαθύμων αὐδήσασκεν·
  306. ὦ φίλοι, εἰ καὶ μοῖρα παρʼ ἀνέρι τῷδε δαμῆναι
  307. πάντας ὁμῶς, μή πώ τις ἐρωείτω πολέμοιο.
  308. ὣς ἄρα τις εἴπεσκε, μένος δʼ ὄρσασκεν ἑκάστου.
  309. ὣς οἳ μὲν μάρναντο, σιδήρειος δʼ ὀρυμαγδὸς
  310. χάλκεον οὐρανὸν ἷκε διʼ αἰθέρος ἀτρυγέτοιο·
  311. ἵπποι δʼ Αἰακίδαο μάχης ἀπάνευθεν ἐόντες
  312. κλαῖον, ἐπεὶ δὴ πρῶτα πυθέσθην ἡνιόχοιο
  313. ἐν κονίῃσι πεσόντος ὑφʼ Ἕκτορος ἀνδροφόνοιο.
  314. ἦ μὰν Αὐτομέδων Διώρεος ἄλκιμος υἱὸς
  315. πολλὰ μὲν ἂρ μάστιγι θοῇ ἐπεμαίετο θείνων,
  316. πολλὰ δὲ μειλιχίοισι προσηύδα, πολλὰ δʼ ἀρειῇ·
  317. τὼ δʼ οὔτʼ ἂψ ἐπὶ νῆας ἐπὶ πλατὺν Ἑλλήσποντον
  318. ἠθελέτην ἰέναι οὔτʼ ἐς πόλεμον μετʼ Ἀχαιούς,
  319. ἀλλʼ ὥς τε στήλη μένει ἔμπεδον, ἥ τʼ ἐπὶ τύμβῳ
  320. ἀνέρος ἑστήκῃ τεθνηότος ἠὲ γυναικός,
  321. ὣς μένον ἀσφαλέως περικαλλέα δίφρον ἔχοντες
  322. οὔδει ἐνισκίμψαντε καρήατα· δάκρυα δέ σφι
  323. θερμὰ κατὰ βλεφάρων χαμάδις ῥέε μυρομένοισιν
  324. ἡνιόχοιο πόθῳ· θαλερὴ δʼ ἐμιαίνετο χαίτη
  325. ζεύγλης ἐξεριποῦσα παρὰ ζυγὸν ἀμφοτέρωθεν.
  326. μυρομένω δʼ ἄρα τώ γε ἰδὼν ἐλέησε Κρονίων,
  327. κινήσας δὲ κάρη προτὶ ὃν μυθήσατο θυμόν·
  328. ἆ δειλώ, τί σφῶϊ δόμεν Πηλῆϊ ἄνακτι
  329. θνητῷ, ὑμεῖς δʼ ἐστὸν ἀγήρω τʼ ἀθανάτω τε;
  330. ἦ ἵνα δυστήνοισι μετʼ ἀνδράσιν ἄλγεʼ ἔχητον;
  331. οὐ μὲν γάρ τί πού ἐστιν ὀϊζυρώτερον ἀνδρὸς
  332. πάντων, ὅσσά τε γαῖαν ἔπι πνείει τε καὶ ἕρπει.
  333. ἀλλʼ οὐ μὰν ὑμῖν γε καὶ ἅρμασι δαιδαλέοισιν
  334. Ἕκτωρ Πριαμίδης ἐποχήσεται· οὐ γὰρ ἐάσω.
  335. ἦ οὐχ ἅλις ὡς καὶ τεύχεʼ ἔχει καὶ ἐπεύχεται αὔτως;
  336. σφῶϊν δʼ ἐν γούνεσσι βαλῶ μένος ἠδʼ ἐνὶ θυμῷ,
  337. ὄφρα καὶ Αὐτομέδοντα σαώσετον ἐκ πολέμοιο
  338. νῆας ἔπι γλαφυράς· ἔτι γάρ σφισι κῦδος ὀρέξω
  339. κτείνειν, εἰς ὅ κε νῆας ἐϋσσέλμους ἀφίκωνται
  340. δύῃ τʼ ἠέλιος καὶ ἐπὶ κνέφας ἱερὸν ἔλθῃ·
  341. ὣς εἰπὼν ἵπποισιν ἐνέπνευσεν μένος ἠΰ.
  342. τὼ δʼ ἀπὸ χαιτάων κονίην οὖδας δὲ βαλόντε
  343. ῥίμφα φέρον θοὸν ἅρμα μετὰ Τρῶας καὶ Ἀχαιούς.
  344. τοῖσι δʼ ἐπʼ Αὐτομέδων μάχετʼ ἀχνύμενός περ ἑταίρου
  345. ἵπποις ἀΐσσων ὥς τʼ αἰγυπιὸς μετὰ χῆνας·
  346. ῥέα μὲν γὰρ φεύγεσκεν ὑπʼ ἐκ Τρώων ὀρυμαγδοῦ,
  347. ῥεῖα δʼ ἐπαΐξασκε πολὺν καθʼ ὅμιλον ὀπάζων.
  348. ἀλλʼ οὐχ ᾕρει φῶτας ὅτε σεύαιτο διώκειν·
  349. οὐ γάρ πως ἦν οἶον ἐόνθʼ ἱερῷ ἐνὶ δίφρῳ
  350. ἔγχει ἐφορμᾶσθαι καὶ ἐπίσχειν ὠκέας ἵππους.
  351. ὀψὲ δὲ δή μιν ἑταῖρος ἀνὴρ ἴδεν ὀφθαλμοῖσιν
  352. Ἀλκιμέδων υἱὸς Λαέρκεος Αἱμονίδαο·
  353. στῆ δʼ ὄπιθεν δίφροιο καὶ Αὐτομέδοντα προσηύδα·
  354. Αὐτόμεδον, τίς τοί νυ θεῶν νηκερδέα βουλὴν
  355. ἐν στήθεσσιν ἔθηκε, καὶ ἐξέλετο φρένας ἐσθλάς;
  356. οἷον πρὸς Τρῶας μάχεαι πρώτῳ ἐν ὁμίλῳ
  357. μοῦνος· ἀτάρ τοι ἑταῖρος ἀπέκτατο, τεύχεα δʼ Ἕκτωρ
  358. αὐτὸς ἔχων ὤμοισιν ἀγάλλεται Αἰακίδαο.
  359. τὸν δʼ αὖτʼ Αὐτομέδων προσέφη Διώρεος υἱός·
  360. Ἀλκίμεδον τίς γάρ τοι Ἀχαιῶν ἄλλος ὁμοῖος
  361. ἵππων ἀθανάτων ἐχέμεν δμῆσίν τε μένος τε,
  362. εἰ μὴ Πάτροκλος θεόφιν μήστωρ ἀτάλαντος
  363. ζωὸς ἐών; νῦν αὖ θάνατος καὶ μοῖρα κιχάνει.
  364. ἀλλὰ σὺ μὲν μάστιγα καὶ ἡνία σιγαλόεντα
  365. δέξαι, ἐγὼ δʼ ἵππων ἀποβήσομαι, ὄφρα μάχωμαι.
  366. ὣς ἔφατʼ, Ἀλκιμέδων δὲ βοηθόον ἅρμʼ ἐπορούσας
  367. καρπαλίμως μάστιγα καὶ ἡνία λάζετο χερσίν,
  368. Αὐτομέδων δʼ ἀπόρουσε· νόησε δὲ φαίδιμος Ἕκτωρ,
  369. αὐτίκα δʼ Αἰνείαν προσεφώνεεν ἐγγὺς ἐόντα·
  370. Αἰνεία Τρώων βουληφόρε χαλκοχιτώνων
  371. ἵππω τώδʼ ἐνόησα ποδώκεος Αἰακίδαο
  372. ἐς πόλεμον προφανέντε σὺν ἡνιόχοισι κακοῖσι·
  373. τώ κεν ἐελποίμην αἱρησέμεν, εἰ σύ γε θυμῷ
  374. σῷ ἐθέλεις, ἐπεὶ οὐκ ἂν ἐφορμηθέντε γε νῶϊ
  375. τλαῖεν ἐναντίβιον στάντες μαχέσασθαι Ἄρηϊ.
  376. ὣς ἔφατʼ, οὐδʼ ἀπίθησεν ἐῢς πάϊς Ἀγχίσαο.
  377. τὼ δʼ ἰθὺς βήτην βοέῃς εἰλυμένω ὤμους
  378. αὔῃσι στερεῇσι· πολὺς δʼ ἐπελήλατο χαλκός.
  379. τοῖσι δʼ ἅμα Χρομίος τε καὶ Ἄρητος θεοειδὴς
  380. ἤϊσαν ἀμφότεροι· μάλα δέ σφισιν ἔλπετο θυμὸς
  381. αὐτώ τε κτενέειν ἐλάαν τʼ ἐριαύχενας ἵππους
  382. νήπιοι, οὐδʼ ἄρʼ ἔμελλον ἀναιμωτί γε νέεσθαι
  383. αὖτις ἀπʼ Αὐτομέδοντος. ὃ δʼ εὐξάμενος Διὶ πατρὶ
  384. ἀλκῆς καὶ σθένεος πλῆτο φρένας ἀμφὶ μελαίνας·
  385. αὐτίκα δʼ Ἀλκιμέδοντα προσηύδα πιστὸν ἑταῖρον·
  386. Ἀλκίμεδον μὴ δή μοι ἀπόπροθεν ἰσχέμεν ἵππους,
  387. ἀλλὰ μάλʼ ἐμπνείοντε μεταφρένῳ· οὐ γὰρ ἔγωγε
  388. Ἕκτορα Πριαμίδην μένεος σχήσεσθαι ὀΐω,
  389. πρίν γʼ ἐπʼ Ἀχιλλῆος καλλίτριχε βήμεναι ἵππω
  390. νῶϊ κατακτείναντα, φοβῆσαί τε στίχας ἀνδρῶν
  391. Ἀργείων, ἤ κʼ αὐτὸς ἐνὶ πρώτοισιν ἁλοίη.
  392. ὣς εἰπὼν Αἴαντε καλέσσατο καὶ Μενέλαον·
  393. Αἴαντʼ Ἀργείων ἡγήτορε καὶ Μενέλαε
  394. ἤτοι μὲν τὸν νεκρὸν ἐπιτράπεθʼ οἵ περ ἄριστοι
  395. ἀμφʼ αὐτῷ βεβάμεν καὶ ἀμύνεσθαι στίχας ἀνδρῶν,
  396. νῶϊν δὲ ζωοῖσιν ἀμύνετε νηλεὲς ἦμαρ·
  397. τῇδε γὰρ ἔβρισαν πόλεμον κάτα δακρυόεντα
  398. Ἕκτωρ Αἰνείας θʼ, οἳ Τρώων εἰσὶν ἄριστοι.
  399. ἀλλʼ ἤτοι μὲν ταῦτα θεῶν ἐν γούνασι κεῖται·
  400. ἥσω γὰρ καὶ ἐγώ, τὰ δέ κεν Διὶ πάντα μελήσει.
  401. ἦ ῥα, καὶ ἀμπεπαλὼν προΐει δολιχόσκιον ἔγχος,
  402. καὶ βάλεν Ἀρήτοιο κατʼ ἀσπίδα πάντοσʼ ἐΐσην·
  403. ἣ δʼ οὐκ ἔγχος ἔρυτο, διὰ πρὸ δὲ εἴσατο χαλκός,
  404. νειαίρῃ δʼ ἐν γαστρὶ διὰ ζωστῆρος ἔλασσεν.
  405. ὡς δʼ ὅτʼ ἂν ὀξὺν ἔχων πέλεκυν αἰζήϊος ἀνὴρ
  406. κόψας ἐξόπιθεν κεράων βοὸς ἀγραύλοιο
  407. ἶνα τάμῃ διὰ πᾶσαν, ὃ δὲ προθορὼν ἐρίπῃσιν,
  408. ὣς ἄρʼ ὅ γε προθορὼν πέσεν ὕπτιος· ἐν δέ οἱ ἔγχος
  409. νηδυίοισι μάλʼ ὀξὺ κραδαινόμενον λύε γυῖα.
  410. Ἕκτωρ δʼ Αὐτομέδοντος ἀκόντισε δουρὶ φαεινῷ·
  411. ἀλλʼ ὃ μὲν ἄντα ἰδὼν ἠλεύατο χάλκεον ἔγχος·
  412. πρόσσω γὰρ κατέκυψε, τὸ δʼ ἐξόπιθεν δόρυ μακρὸν
  413. οὔδει ἐνισκίμφθη, ἐπὶ δʼ οὐρίαχος πελεμίχθη
  414. ἔγχεος· ἔνθα δʼ ἔπειτʼ ἀφίει μένος ὄβριμος Ἄρης.
  415. καί νύ κε δὴ ξιφέεσσʼ αὐτοσχεδὸν ὁρμηθήτην
  416. εἰ μή σφωʼ Αἴαντε διέκριναν μεμαῶτε,
  417. οἵ ῥʼ ἦλθον καθʼ ὅμιλον ἑταίρου κικλήσκοντος·
  418. τοὺς ὑποταρβήσαντες ἐχώρησαν πάλιν αὖτις
  419. Ἕκτωρ Αἰνείας τʼ ἠδὲ Χρομίος θεοειδής,
  420. Ἄρητον δὲ κατʼ αὖθι λίπον δεδαϊγμένον ἦτορ
  421. κείμενον· Αὐτομέδων δὲ θοῷ ἀτάλαντος Ἄρηϊ
  422. τεύχεά τʼ ἐξενάριξε καὶ εὐχόμενος ἔπος ηὔδα·
  423. ἦ δὴ μὰν ὀλίγον γε Μενοιτιάδαο θανόντος
  424. κῆρ ἄχεος μεθέηκα χερείονά περ καταπέφνων.
  425. ὣς εἰπὼν ἐς δίφρον ἑλὼν ἔναρα βροτόεντα
  426. θῆκʼ, ἂν δʼ αὐτὸς ἔβαινε πόδας καὶ χεῖρας ὕπερθεν
  427. αἱματόεις ὥς τίς τε λέων κατὰ ταῦρον ἐδηδώς.
  428. ἂψ δʼ ἐπὶ Πατρόκλῳ τέτατο κρατερὴ ὑσμίνη
  429. ἀργαλέη πολύδακρυς, ἔγειρε δὲ νεῖκος Ἀθήνη
  430. οὐρανόθεν καταβᾶσα· προῆκε γὰρ εὐρύοπα Ζεὺς
  431. ὀρνύμεναι Δαναούς· δὴ γὰρ νόος ἐτράπετʼ αὐτοῦ.
  432. ἠΰτε πορφυρέην ἶριν θνητοῖσι τανύσσῃ
  433. Ζεὺς ἐξ οὐρανόθεν τέρας ἔμμεναι ἢ πολέμοιο
  434. ἢ καὶ χειμῶνος δυσθαλπέος, ὅς ῥά τε ἔργων
  435. ἀνθρώπους ἀνέπαυσεν ἐπὶ χθονί, μῆλα δὲ κήδει,
  436. ὣς ἣ πορφυρέῃ νεφέλῃ πυκάσασα ἓ αὐτὴν
  437. δύσετʼ Ἀχαιῶν ἔθνος, ἔγειρε δὲ φῶτα ἕκαστον.
  438. πρῶτον δʼ Ἀτρέος υἱὸν ἐποτρύνουσα προσηύδα
  439. ἴφθιμον Μενέλαον· ὃ γάρ ῥά οἱ ἐγγύθεν ἦεν·
  440. εἰσαμένη Φοίνικι δέμας καὶ ἀτειρέα φωνήν·
  441. σοὶ μὲν δὴ Μενέλαε κατηφείη καὶ ὄνειδος
  442. ἔσσεται εἴ κʼ Ἀχιλῆος ἀγαυοῦ πιστὸν ἑταῖρον
  443. τείχει ὕπο Τρώων ταχέες κύνες ἑλκήσουσιν.
  444. ἀλλʼ ἔχεο κρατερῶς, ὄτρυνε δὲ λαὸν ἅπαντα.
  445. τὴν δʼ αὖτε προσέειπε βοὴν ἀγαθὸς Μενέλαος·
  446. Φοῖνιξ ἄττα γεραιὲ παλαιγενές, εἰ γὰρ Ἀθήνη
  447. δοίη κάρτος ἐμοί, βελέων δʼ ἀπερύκοι ἐρωήν·
  448. τώ κεν ἔγωγʼ ἐθέλοιμι παρεστάμεναι καὶ ἀμύνειν
  449. Πατρόκλῳ· μάλα γάρ με θανὼν ἐσεμάσσατο θυμόν.
  450. ἀλλʼ Ἕκτωρ πυρὸς αἰνὸν ἔχει μένος, οὐδʼ ἀπολήγει
  451. χαλκῷ δηϊόων· τῷ γὰρ Ζεὺς κῦδος ὀπάζει.
  452. ὣς φάτο, γήθησεν δὲ θεὰ γλαυκῶπις Ἀθήνη,
  453. ὅττί ῥά οἱ πάμπρωτα θεῶν ἠρήσατο πάντων.
  454. ἐν δὲ βίην ὤμοισι καὶ ἐν γούνεσσιν ἔθηκε,
  455. καί οἱ μυίης θάρσος ἐνὶ στήθεσσιν ἐνῆκεν,
  456. ἥ τε καὶ ἐργομένη μάλα περ χροὸς ἀνδρομέοιο
  457. ἰσχανάᾳ δακέειν, λαρόν τέ οἱ αἷμʼ ἀνθρώπου·
  458. τοίου μιν θάρσευς πλῆσε φρένας ἀμφὶ μελαίνας,
  459. βῆ δʼ ἐπὶ Πατρόκλῳ, καὶ ἀκόντισε δουρὶ φαεινῷ.
  460. ἔσκε δʼ ἐνὶ Τρώεσσι Ποδῆς υἱὸς Ἠετίωνος
  461. ἀφνειός τʼ ἀγαθός τε· μάλιστα δέ μιν τίεν Ἕκτωρ
  462. δήμου, ἐπεί οἱ ἑταῖρος ἔην φίλος εἰλαπιναστής·
  463. τόν ῥα κατὰ ζωστῆρα βάλε ξανθὸς Μενέλαος
  464. ἀΐξαντα φόβον δέ, διὰ πρὸ δὲ χαλκὸν ἔλασσε·
  465. δούπησεν δὲ πεσών· ἀτὰρ Ἀτρεΐδης Μενέλαος
  466. νεκρὸν ὑπʼ ἐκ Τρώων ἔρυσεν μετὰ ἔθνος ἑταίρων.
  467. Ἕκτορα δʼ ἐγγύθεν ἱστάμενος ὄτρυνεν Ἀπόλλων
  468. Φαίνοπι Ἀσιάδῃ ἐναλίγκιος, ὅς οἱ ἁπάντων
  469. ξείνων φίλτατος ἔσκεν Ἀβυδόθι οἰκία ναίων·
  470. τῷ μιν ἐεισάμενος προσέφη ἑκάεργος Ἀπόλλων·
  471. Ἕκτορ τίς κέ σʼ ἔτʼ ἄλλος Ἀχαιῶν ταρβήσειεν;
  472. οἷον δὴ Μενέλαον ὑπέτρεσας, ὃς τὸ πάρος γε
  473. μαλθακὸς αἰχμητής· νῦν δʼ οἴχεται οἶος ἀείρας
  474. νεκρὸν ὑπʼ ἐκ Τρώων, σὸν δʼ ἔκτανε πιστὸν ἑταῖρον
  475. ἐσθλὸν ἐνὶ προμάχοισι Ποδῆν υἱὸν Ἠετίωνος.
  476. ὣς φάτο, τὸν δʼ ἄχεος νεφέλη ἐκάλυψε μέλαινα,
  477. βῆ δὲ διὰ προμάχων κεκορυθμένος αἴθοπι χαλκῷ.
  478. καὶ τότʼ ἄρα Κρονίδης ἕλετʼ αἰγίδα θυσσανόεσσαν
  479. μαρμαρέην, Ἴδην δὲ κατὰ νεφέεσσι κάλυψεν,
  480. ἀστράψας δὲ μάλα μεγάλʼ ἔκτυπε, τὴν δὲ τίναξε,
  481. νίκην δὲ Τρώεσσι δίδου, ἐφόβησε δʼ Ἀχαιούς.
  482. πρῶτος Πηνέλεως Βοιώτιος ἦρχε φόβοιο.
  483. βλῆτο γὰρ ὦμον δουρὶ πρόσω τετραμμένος αἰεὶ
  484. ἄκρον ἐπιλίγδην· γράψεν δέ οἱ ὀστέον ἄχρις
  485. αἰχμὴ Πουλυδάμαντος· ὃ γάρ ῥʼ ἔβαλε σχεδὸν ἐλθών.
  486. Λήϊτον αὖθʼ Ἕκτωρ σχεδὸν οὔτασε χεῖρʼ ἐπὶ καρπῷ
  487. υἱὸν Ἀλεκτρυόνος μεγαθύμου, παῦσε δὲ χάρμης·
  488. τρέσσε δὲ παπτήνας, ἐπεὶ οὐκέτι ἔλπετο θυμῷ
  489. ἔγχος ἔχων ἐν χειρὶ μαχήσεσθαι Τρώεσσιν.
  490. Ἕκτορα δʼ Ἰδομενεὺς μετὰ Λήϊτον ὁρμηθέντα
  491. βεβλήκει θώρηκα κατὰ στῆθος παρὰ μαζόν·
  492. ἐν καυλῷ δʼ ἐάγη δολιχὸν δόρυ, τοὶ δὲ βόησαν
  493. Τρῶες· ὃ δʼ Ἰδομενῆος ἀκόντισε Δευκαλίδαο
  494. δίφρῳ ἐφεσταότος· τοῦ μέν ῥʼ ἀπὸ τυτθὸν ἅμαρτεν·
  495. αὐτὰρ ὃ Μηριόναο ὀπάονά θʼ ἡνίοχόν τε
  496. Κοίρανον, ὅς ῥʼ ἐκ Λύκτου ἐϋκτιμένης ἕπετʼ αὐτῷ·
  497. πεζὸς γὰρ τὰ πρῶτα λιπὼν νέας ἀμφιελίσσας
  498. ἤλυθε, καί κε Τρωσὶ μέγα κράτος ἐγγυάλιξεν,
  499. εἰ μὴ Κοίρανος ὦκα ποδώκεας ἤλασεν ἵππους·
  500. καὶ τῷ μὲν φάος ἦλθεν, ἄμυνε δὲ νηλεὲς ἦμαρ,
  501. αὐτὸς δʼ ὤλεσε θυμὸν ὑφʼ Ἕκτορος ἀνδροφόνοιο·
  502. τὸν βάλʼ ὑπὸ γναθμοῖο καὶ οὔατος, ἐκ δʼ ἄρʼ ὀδόντας
  503. ὦσε δόρυ πρυμνόν, διὰ δὲ γλῶσσαν τάμε μέσσην.
  504. ἤριπε δʼ ἐξ ὀχέων, κατὰ δʼ ἡνία χεῦεν ἔραζε.
  505. καὶ τά γε Μηριόνης ἔλαβεν χείρεσσι φίλῃσι
  506. κύψας ἐκ πεδίοιο, καὶ Ἰδομενῆα προσηύδα·
  507. μάστιε νῦν εἷός κε θοὰς ἐπὶ νῆας ἵκηαι·
  508. γιγνώσκεις δὲ καὶ αὐτὸς ὅ τʼ οὐκέτι κάρτος Ἀχαιῶν.
  509. ὣς ἔφατʼ, Ἰδομενεὺς δʼ ἵμασεν καλλίτριχας ἵππους
  510. νῆας ἔπι γλαφυράς· δὴ γὰρ δέος ἔμπεσε θυμῷ.
  511. οὐδʼ ἔλαθʼ Αἴαντα μεγαλήτορα καὶ Μενέλαον
  512. Ζεύς, ὅτε δὴ Τρώεσσι δίδου ἑτεραλκέα νίκην.
  513. τοῖσι δὲ μύθων ἦρχε μέγας Τελαμώνιος Αἴας·
  514. ὢ πόποι ἤδη μέν κε καὶ ὃς μάλα νήπιός ἐστι
  515. γνοίη ὅτι Τρώεσσι πατὴρ Ζεὺς αὐτὸς ἀρήγει.
  516. τῶν μὲν γὰρ πάντων βέλεʼ ἅπτεται ὅς τις ἀφήῃ
  517. ἢ κακὸς ἢ ἀγαθός· Ζεὺς δʼ ἔμπης πάντʼ ἰθύνει·
  518. ἡμῖν δʼ αὔτως πᾶσιν ἐτώσια πίπτει ἔραζε.
  519. ἀλλʼ ἄγετʼ αὐτοί περ φραζώμεθα μῆτιν ἀρίστην,
  520. ἠμὲν ὅπως τὸν νεκρὸν ἐρύσσομεν, ἠδὲ καὶ αὐτοὶ
  521. χάρμα φίλοις ἑτάροισι γενώμεθα νοστήσαντες,
  522. οἵ που δεῦρʼ ὁρόωντες ἀκηχέδατʼ, οὐδʼ ἔτι φασὶν
  523. Ἕκτορος ἀνδροφόνοιο μένος καὶ χεῖρας ἀάπτους
  524. σχήσεσθʼ, ἀλλʼ ἐν νηυσὶ μελαίνῃσιν πεσέεσθαι.
  525. εἴη δʼ ὅς τις ἑταῖρος ἀπαγγείλειε τάχιστα
  526. Πηλεΐδῃ, ἐπεὶ οὔ μιν ὀΐομαι οὐδὲ πεπύσθαι
  527. λυγρῆς ἀγγελίης, ὅτι οἱ φίλος ὤλεθʼ ἑταῖρος.
  528. ἀλλʼ οὔ πῃ δύναμαι ἰδέειν τοιοῦτον Ἀχαιῶν·
  529. ἠέρι γὰρ κατέχονται ὁμῶς αὐτοί τε καὶ ἵπποι.
  530. Ζεῦ πάτερ ἀλλὰ σὺ ῥῦσαι ὑπʼ ἠέρος υἷας Ἀχαιῶν,
  531. ποίησον δʼ αἴθρην, δὸς δʼ ὀφθαλμοῖσιν ἰδέσθαι·
  532. ἐν δὲ φάει καὶ ὄλεσσον, ἐπεί νύ τοι εὔαδεν οὕτως.
  533. ὣς φάτο, τὸν δὲ πατὴρ ὀλοφύρατο δάκρυ χέοντα·
  534. αὐτίκα δʼ ἠέρα μὲν σκέδασεν καὶ ἀπῶσεν ὀμίχλην,
  535. ἠέλιος δʼ ἐπέλαμψε, μάχη δʼ ἐπὶ πᾶσα φαάνθη·
  536. καὶ τότʼ ἄρʼ Αἴας εἶπε βοὴν ἀγαθὸν Μενέλαον·
  537. σκέπτεο νῦν Μενέλαε διοτρεφὲς αἴ κεν ἴδηαι
  538. ζωὸν ἔτʼ Ἀντίλοχον μεγαθύμου Νέστορος υἱόν,
  539. ὄτρυνον δʼ Ἀχιλῆϊ δαΐφρονι θᾶσσον ἰόντα
  540. εἰπεῖν ὅττι ῥά οἱ πολὺ φίλτατος ὤλεθʼ ἑταῖρος.
  541. ὣς ἔφατʼ, οὐδʼ ἀπίθησε βοὴν ἀγαθὸς Μενέλαος,
  542. βῆ δʼ ἰέναι ὥς τίς τε λέων ἀπὸ μεσσαύλοιο,
  543. ὅς τʼ ἐπεὶ ἄρ κε κάμῃσι κύνας τʼ ἄνδρας τʼ ἐρεθίζων,
  544. οἵ τέ μιν οὐκ εἰῶσι βοῶν ἐκ πῖαρ ἑλέσθαι
  545. πάννυχοι ἐγρήσσοντες· ὃ δὲ κρειῶν ἐρατίζων
  546. ἰθύει, ἀλλʼ οὔ τι πρήσσει· θαμέες γὰρ ἄκοντες
  547. ἀντίον ἀΐσσουσι θρασειάων ἀπὸ χειρῶν,
  548. καιόμεναί τε δεταί, τάς τε τρεῖ ἐσσύμενός περ·
  549. ἠῶθεν δʼ ἀπονόσφιν ἔβη τετιηότι θυμῷ·
  550. ὣς ἀπὸ Πατρόκλοιο βοὴν ἀγαθὸς Μενέλαος
  551. ἤϊε πόλλʼ ἀέκων· περὶ γὰρ δίε μή μιν Ἀχαιοὶ
  552. ἀργαλέου πρὸ φόβοιο ἕλωρ δηΐοισι λίποιεν.
  553. πολλὰ δὲ Μηριόνῃ τε καὶ Αἰάντεσσʼ ἐπέτελλεν·
  554. Αἴαντʼ Ἀργείων ἡγήτορε Μηριόνη τε
  555. νῦν τις ἐνηείης Πατροκλῆος δειλοῖο
  556. μνησάσθω· πᾶσιν γὰρ ἐπίστατο μείλιχος εἶναι
  557. ζωὸς ἐών· νῦν αὖ θάνατος καὶ μοῖρα κιχάνει.
  558. ὣς ἄρα φωνήσας ἀπέβη ξανθὸς Μενέλαος,
  559. πάντοσε παπταίνων ὥς τʼ αἰετός, ὅν ῥά τέ φασιν
  560. ὀξύτατον δέρκεσθαι ὑπουρανίων πετεηνῶν,
  561. ὅν τε καὶ ὑψόθʼ ἐόντα πόδας ταχὺς οὐκ ἔλαθε πτὼξ
  562. θάμνῳ ὑπʼ ἀμφικόμῳ κατακείμενος, ἀλλά τʼ ἐπʼ αὐτῷ
  563. ἔσσυτο, καί τέ μιν ὦκα λαβὼν ἐξείλετο θυμόν.
  564. ὣς τότε σοὶ Μενέλαε διοτρεφὲς ὄσσε φαεινὼ
  565. πάντοσε δινείσθην πολέων κατὰ ἔθνος ἑταίρων,
  566. εἴ που Νέστορος υἱὸν ἔτι ζώοντα ἴδοιτο.
  567. τὸν δὲ μάλʼ αἶψʼ ἐνόησε μάχης ἐπʼ ἀριστερὰ πάσης
  568. θαρσύνονθʼ ἑτάρους καὶ ἐποτρύνοντα μάχεσθαι,
  569. ἀγχοῦ δʼ ἱστάμενος προσέφη ξανθὸς Μενέλαος·
  570. Ἀντίλοχʼ εἰ δʼ ἄγε δεῦρο διοτρεφὲς ὄφρα πύθηαι
  571. λυγρῆς ἀγγελίης, ἣ μὴ ὤφελλε γενέσθαι.
  572. ἤδη μὲν σὲ καὶ αὐτὸν ὀΐομαι εἰσορόωντα
  573. γιγνώσκειν ὅτι πῆμα θεὸς Δαναοῖσι κυλίνδει,
  574. νίκη δὲ Τρώων· πέφαται δʼ ὤριστος Ἀχαιῶν
  575. Πάτροκλος, μεγάλη δὲ ποθὴ Δαναοῖσι τέτυκται.
  576. ἀλλὰ σύ γʼ αἶψʼ Ἀχιλῆϊ θέων ἐπὶ νῆας Ἀχαιῶν
  577. εἰπεῖν, αἴ κε τάχιστα νέκυν ἐπὶ νῆα σαώσῃ
  578. γυμνόν· ἀτὰρ τά γε τεύχεʼ ἔχει κορυθαίολος Ἕκτωρ.
  579. ὣς ἔφατʼ, Ἀντίλοχος δὲ κατέστυγε μῦθον ἀκούσας·
  580. δὴν δέ μιν ἀμφασίη ἐπέων λάβε, τὼ δέ οἱ ὄσσε
  581. δακρυόφι πλῆσθεν, θαλερὴ δέ οἱ ἔσχετο φωνή.
  582. ἀλλʼ οὐδʼ ὧς Μενελάου ἐφημοσύνης ἀμέλησε,
  583. βῆ δὲ θέειν, τὰ δὲ τεύχεʼ ἀμύμονι δῶκεν ἑταίρῳ
  584. Λαοδόκῳ, ὅς οἱ σχεδὸν ἔστρεφε μώνυχας ἵππους.
  585. τὸν μὲν δάκρυ χέοντα πόδες φέρον ἐκ πολέμοιο
  586. Πηλεΐδῃ Ἀχιλῆϊ κακὸν ἔπος ἀγγελέοντα.
  587. οὐδʼ ἄρα σοὶ Μενέλαε διοτρεφὲς ἤθελε θυμὸς
  588. τειρομένοις ἑτάροισιν ἀμυνέμεν, ἔνθεν ἀπῆλθεν
  589. Ἀντίλοχος, μεγάλη δὲ ποθὴ Πυλίοισιν ἐτύχθη·
  590. ἀλλʼ ὅ γε τοῖσιν μὲν Θρασυμήδεα δῖον ἀνῆκεν,
  591. αὐτὸς δʼ αὖτʼ ἐπὶ Πατρόκλῳ ἥρωϊ βεβήκει,
  592. στῆ δὲ παρʼ Αἰάντεσσι θέων, εἶθαρ δὲ προσηύδα·
  593. κεῖνον μὲν δὴ νηυσὶν ἐπιπροέηκα θοῇσιν
  594. ἐλθεῖν εἰς Ἀχιλῆα πόδας ταχύν· οὐδέ μιν οἴω
  595. νῦν ἰέναι μάλα περ κεχολωμένον Ἕκτορι δίῳ·
  596. οὐ γάρ πως ἂν γυμνὸς ἐὼν Τρώεσσι μάχοιτο.
  597. ἡμεῖς δʼ αὐτοί περ φραζώμεθα μῆτιν ἀρίστην,
  598. ἠμὲν ὅπως τὸν νεκρὸν ἐρύσσομεν, ἠδὲ καὶ αὐτοὶ
  599. Τρώων ἐξ ἐνοπῆς θάνατον καὶ κῆρα φύγωμεν.
  600. τὸν δʼ ἠμείβετʼ ἔπειτα μέγας Τελαμώνιος Αἴας·
  601. πάντα κατʼ αἶσαν ἔειπες ἀγακλεὲς ὦ Μενέλαε·
  602. ἀλλὰ σὺ μὲν καὶ Μηριόνης ὑποδύντε μάλʼ ὦκα
  603. νεκρὸν ἀείραντες φέρετʼ ἐκ πόνου· αὐτὰρ ὄπισθε
  604. νῶϊ μαχησόμεθα Τρωσίν τε καὶ Ἕκτορι δίῳ
  605. ἶσον θυμὸν ἔχοντες ὁμώνυμοι, οἳ τὸ πάρος περ
  606. μίμνομεν ὀξὺν Ἄρηα παρʼ ἀλλήλοισι μένοντες.
  607. ὣς ἔφαθʼ, οἳ δʼ ἄρα νεκρὸν ἀπὸ χθονὸς ἀγκάζοντο
  608. ὕψι μάλα μεγάλως· ἐπὶ δʼ ἴαχε λαὸς ὄπισθε
  609. Τρωϊκός, ὡς εἴδοντο νέκυν αἴροντας Ἀχαιούς.
  610. ἴθυσαν δὲ κύνεσσιν ἐοικότες, οἵ τʼ ἐπὶ κάπρῳ
  611. βλημένῳ ἀΐξωσι πρὸ κούρων θηρητήρων·
  612. ἕως μὲν γάρ τε θέουσι διαρραῖσαι μεμαῶτες,
  613. ἀλλʼ ὅτε δή ῥʼ ἐν τοῖσιν ἑλίξεται ἀλκὶ πεποιθώς,
  614. ἄψ τʼ ἀνεχώρησαν διά τʼ ἔτρεσαν ἄλλυδις ἄλλος.
  615. ὣς Τρῶες εἷος μὲν ὁμιλαδὸν αἰὲν ἕποντο
  616. νύσσοντες ξίφεσίν τε καὶ ἔγχεσιν ἀμφιγύοισιν·
  617. ἀλλʼ ὅτε δή ῥʼ Αἴαντε μεταστρεφθέντε κατʼ αὐτοὺς
  618. σταίησαν, τῶν δὲ τράπετο χρώς, οὐδέ τις ἔτλη
  619. πρόσσω ἀΐξας περὶ νεκροῦ δηριάασθαι.
  620. ὣς οἵ γʼ ἐμμεμαῶτε νέκυν φέρον ἐκ πολέμοιο
  621. νῆας ἔπι γλαφυράς· ἐπὶ δὲ πτόλεμος τέτατό σφιν
  622. ἄγριος ἠΰτε πῦρ, τό τʼ ἐπεσσύμενον πόλιν ἀνδρῶν
  623. ὄρμενον ἐξαίφνης φλεγέθει, μινύθουσι δὲ οἶκοι
  624. ἐν σέλαϊ μεγάλῳ· τὸ δʼ ἐπιβρέμει ἲς ἀνέμοιο.
  625. ὣς μὲν τοῖς ἵππων τε καὶ ἀνδρῶν αἰχμητάων
  626. ἀζηχὴς ὀρυμαγδὸς ἐπήϊεν ἐρχομένοισιν·
  627. οἳ δʼ ὥς θʼ ἡμίονοι κρατερὸν μένος ἀμφιβαλόντες
  628. ἕλκωσʼ ἐξ ὄρεος κατὰ παιπαλόεσσαν ἀταρπὸν
  629. ἢ δοκὸν ἠὲ δόρυ μέγα νήϊον· ἐν δέ τε θυμὸς
  630. τείρεθʼ ὁμοῦ καμάτῳ τε καὶ ἱδρῷ σπευδόντεσσιν·
  631. ὣς οἵ γʼ ἐμμεμαῶτε νέκυν φέρον. αὐτὰρ ὄπισθεν
  632. Αἴαντʼ ἰσχανέτην, ὥς τε πρὼν ἰσχάνει ὕδωρ
  633. ὑλήεις πεδίοιο διαπρύσιον τετυχηκώς,
  634. ὅς τε καὶ ἰφθίμων ποταμῶν ἀλεγεινὰ ῥέεθρα
  635. ἴσχει, ἄφαρ δέ τε πᾶσι ῥόον πεδίον δὲ τίθησι
  636. πλάζων· οὐδέ τί μιν σθένεϊ ῥηγνῦσι ῥέοντες·
  637. ὣς αἰεὶ Αἴαντε μάχην ἀνέεργον ὀπίσσω
  638. Τρώων· οἳ δʼ ἅμʼ ἕποντο, δύω δʼ ἐν τοῖσι μάλιστα
  639. Αἰνείας τʼ Ἀγχισιάδης καὶ φαίδιμος Ἕκτωρ.
  640. τῶν δʼ ὥς τε ψαρῶν νέφος ἔρχεται ἠὲ κολοιῶν
  641. οὖλον κεκλήγοντες, ὅτε προΐδωσιν ἰόντα
  642. κίρκον, ὅ τε σμικρῇσι φόνον φέρει ὀρνίθεσσιν,
  643. ὣς ἄρʼ ὑπʼ Αἰνείᾳ τε καὶ Ἕκτορι κοῦροι Ἀχαιῶν
  644. οὖλον κεκλήγοντες ἴσαν, λήθοντο δὲ χάρμης.
  645. πολλὰ δὲ τεύχεα καλὰ πέσον περί τʼ ἀμφί τε τάφρον
  646. φευγόντων Δαναῶν· πολέμου δʼ οὐ γίγνετʼ ἐρωή.
  1. ὣς οἳ μὲν μάρναντο δέμας πυρὸς αἰθομένοιο,
  2. Ἀντίλοχος δʼ Ἀχιλῆϊ πόδας ταχὺς ἄγγελος ἦλθε.
  3. τὸν δʼ εὗρε προπάροιθε νεῶν ὀρθοκραιράων
  4. τὰ φρονέοντʼ ἀνὰ θυμὸν ἃ δὴ τετελεσμένα ἦεν·
  5. ὀχθήσας δʼ ἄρα εἶπε πρὸς ὃν μεγαλήτορα θυμόν·
  6. ὤ μοι ἐγώ, τί τʼ ἄρʼ αὖτε κάρη κομόωντες Ἀχαιοὶ
  7. νηυσὶν ἔπι κλονέονται ἀτυζόμενοι πεδίοιο;
  8. μὴ δή μοι τελέσωσι θεοὶ κακὰ κήδεα θυμῷ,
  9. ὥς ποτέ μοι μήτηρ διεπέφραδε καί μοι ἔειπε
  10. Μυρμιδόνων τὸν ἄριστον ἔτι ζώοντος ἐμεῖο
  11. χερσὶν ὕπο Τρώων λείψειν φάος ἠελίοιο.
  12. ἦ μάλα δὴ τέθνηκε Μενοιτίου ἄλκιμος υἱὸς
  13. σχέτλιος· ἦ τʼ ἐκέλευον ἀπωσάμενον δήϊον πῦρ
  14. ἂψ ἐπὶ νῆας ἴμεν, μηδʼ Ἕκτορι ἶφι μάχεσθαι.
  15. εἷος ὃ ταῦθʼ ὥρμαινε κατὰ φρένα καὶ κατὰ θυμόν,
  16. τόφρά οἱ ἐγγύθεν ἦλθεν ἀγαυοῦ Νέστορος υἱὸς
  17. δάκρυα θερμὰ χέων, φάτο δʼ ἀγγελίην ἀλεγεινήν·
  18. ὤ μοι Πηλέος υἱὲ δαΐφρονος ἦ μάλα λυγρῆς
  19. πεύσεαι ἀγγελίης, ἣ μὴ ὤφελλε γενέσθαι.
  20. κεῖται Πάτροκλος, νέκυος δὲ δὴ ἀμφιμάχονται
  21. γυμνοῦ· ἀτὰρ τά γε τεύχεʼ ἔχει κορυθαίολος Ἕκτωρ.
  22. ὣς φάτο, τὸν δʼ ἄχεος νεφέλη ἐκάλυψε μέλαινα·
  23. ἀμφοτέρῃσι δὲ χερσὶν ἑλὼν κόνιν αἰθαλόεσσαν
  24. χεύατο κὰκ κεφαλῆς, χαρίεν δʼ ᾔσχυνε πρόσωπον·
  25. νεκταρέῳ δὲ χιτῶνι μέλαινʼ ἀμφίζανε τέφρη.
  26. αὐτὸς δʼ ἐν κονίῃσι μέγας μεγαλωστὶ τανυσθεὶς
  27. κεῖτο, φίλῃσι δὲ χερσὶ κόμην ᾔσχυνε δαΐζων.
  28. δμῳαὶ δʼ ἃς Ἀχιλεὺς ληΐσσατο Πάτροκλός τε
  29. θυμὸν ἀκηχέμεναι μεγάλʼ ἴαχον, ἐκ δὲ θύραζε
  30. ἔδραμον ἀμφʼ Ἀχιλῆα δαΐφρονα, χερσὶ δὲ πᾶσαι
  31. στήθεα πεπλήγοντο, λύθεν δʼ ὑπὸ γυῖα ἑκάστης.
  32. Ἀντίλοχος δʼ ἑτέρωθεν ὀδύρετο δάκρυα λείβων
  33. χεῖρας ἔχων Ἀχιλῆος· ὃ δʼ ἔστενε κυδάλιμον κῆρ·
  34. δείδιε γὰρ μὴ λαιμὸν ἀπαμήσειε σιδήρῳ.
  35. σμερδαλέον δʼ ᾤμωξεν· ἄκουσε δὲ πότνια μήτηρ
  36. ἡμένη ἐν βένθεσσιν ἁλὸς παρὰ πατρὶ γέροντι,
  37. κώκυσέν τʼ ἄρʼ ἔπειτα· θεαὶ δέ μιν ἀμφαγέροντο
  38. πᾶσαι ὅσαι κατὰ βένθος ἁλὸς Νηρηΐδες ἦσαν.
  39. ἔνθʼ ἄρʼ ἔην Γλαύκη τε Θάλειά τε Κυμοδόκη τε
  40. Νησαίη Σπειώ τε Θόη θʼ Ἁλίη τε βοῶπις
  41. Κυμοθόη τε καὶ Ἀκταίη καὶ Λιμνώρεια
  42. καὶ Μελίτη καὶ Ἴαιρα καὶ Ἀμφιθόη καὶ Ἀγαυὴ
  43. Δωτώ τε Πρωτώ τε Φέρουσά τε Δυναμένη τε
  44. Δεξαμένη τε καὶ Ἀμφινόμη καὶ Καλλιάνειρα
  45. Δωρὶς καὶ Πανόπη καὶ ἀγακλειτὴ Γαλάτεια
  46. Νημερτής τε καὶ Ἀψευδὴς καὶ Καλλιάνασσα·
  47. ἔνθα δʼ ἔην Κλυμένη Ἰάνειρά τε καὶ Ἰάνασσα
  48. Μαῖρα καὶ Ὠρείθυια ἐϋπλόκαμός τʼ Ἀμάθεια
  49. ἄλλαι θʼ αἳ κατὰ βένθος ἁλὸς Νηρηΐδες ἦσαν.
  50. τῶν δὲ καὶ ἀργύφεον πλῆτο σπέος· αἳ δʼ ἅμα πᾶσαι
  51. στήθεα πεπλήγοντο, Θέτις δʼ ἐξῆρχε γόοιο·
  52. κλῦτε κασίγνηται Νηρηΐδες, ὄφρʼ ἐῢ πᾶσαι
  53. εἴδετʼ ἀκούουσαι ὅσʼ ἐμῷ ἔνι κήδεα θυμῷ.
  54. ὤ μοι ἐγὼ δειλή, ὤ μοι δυσαριστοτόκεια,
  55. ἥ τʼ ἐπεὶ ἂρ τέκον υἱὸν ἀμύμονά τε κρατερόν τε
  56. ἔξοχον ἡρώων· ὃ δʼ ἀνέδραμεν ἔρνεϊ ἶσος·
  57. τὸν μὲν ἐγὼ θρέψασα φυτὸν ὣς γουνῷ ἀλωῆς
  58. νηυσὶν ἐπιπροέηκα κορωνίσιν Ἴλιον εἴσω
  59. Τρωσὶ μαχησόμενον· τὸν δʼ οὐχ ὑποδέξομαι αὖτις
  60. οἴκαδε νοστήσαντα δόμον Πηλήϊον εἴσω.
  61. ὄφρα δέ μοι ζώει καὶ ὁρᾷ φάος ἠελίοιο
  62. ἄχνυται, οὐδέ τί οἱ δύναμαι χραισμῆσαι ἰοῦσα.
  63. ἀλλʼ εἶμʼ, ὄφρα ἴδωμι φίλον τέκος, ἠδʼ ἐπακούσω
  64. ὅττί μιν ἵκετο πένθος ἀπὸ πτολέμοιο μένοντα.
  65. ὣς ἄρα φωνήσασα λίπε σπέος· αἳ δὲ σὺν αὐτῇ
  66. δακρυόεσσαι ἴσαν, περὶ δέ σφισι κῦμα θαλάσσης
  67. ῥήγνυτο· ταὶ δʼ ὅτε δὴ Τροίην ἐρίβωλον ἵκοντο
  68. ἀκτὴν εἰσανέβαινον ἐπισχερώ, ἔνθα θαμειαὶ
  69. Μυρμιδόνων εἴρυντο νέες ταχὺν ἀμφʼ Ἀχιλῆα.
  70. τῷ δὲ βαρὺ στενάχοντι παρίστατο πότνια μήτηρ,
  71. ὀξὺ δὲ κωκύσασα κάρη λάβε παιδὸς ἑοῖο,
  72. καί ῥʼ ὀλοφυρομένη ἔπεα πτερόεντα προσηύδα·
  73. τέκνον τί κλαίεις; τί δέ σε φρένας ἵκετο πένθος;
  74. ἐξαύδα, μὴ κεῦθε· τὰ μὲν δή τοι τετέλεσται
  75. ἐκ Διός, ὡς ἄρα δὴ πρίν γʼ εὔχεο χεῖρας ἀνασχὼν
  76. πάντας ἐπὶ πρύμνῃσιν ἀλήμεναι υἷας Ἀχαιῶν
  77. σεῦ ἐπιδευομένους, παθέειν τʼ ἀεκήλια ἔργα.
  78. τὴν δὲ βαρὺ στενάχων προσέφη πόδας ὠκὺς Ἀχιλλεύς·
  79. μῆτερ ἐμή, τὰ μὲν ἄρ μοι Ὀλύμπιος ἐξετέλεσσεν·
  80. ἀλλὰ τί μοι τῶν ἦδος ἐπεὶ φίλος ὤλεθʼ ἑταῖρος
  81. Πάτροκλος, τὸν ἐγὼ περὶ πάντων τῖον ἑταίρων
  82. ἶσον ἐμῇ κεφαλῇ; τὸν ἀπώλεσα, τεύχεα δʼ Ἕκτωρ
  83. δῃώσας ἀπέδυσε πελώρια θαῦμα ἰδέσθαι
  84. καλά· τὰ μὲν Πηλῆϊ θεοὶ δόσαν ἀγλαὰ δῶρα
  85. ἤματι τῷ ὅτε σε βροτοῦ ἀνέρος ἔμβαλον εὐνῇ.
  86. αἴθʼ ὄφελες σὺ μὲν αὖθι μετʼ ἀθανάτῃς ἁλίῃσι
  87. ναίειν, Πηλεὺς δὲ θνητὴν ἀγαγέσθαι ἄκοιτιν.
  88. νῦν δʼ ἵνα καὶ σοὶ πένθος ἐνὶ φρεσὶ μυρίον εἴη
  89. παιδὸς ἀποφθιμένοιο, τὸν οὐχ ὑποδέξεαι αὖτις
  90. οἴκαδε νοστήσαντʼ, ἐπεὶ οὐδʼ ἐμὲ θυμὸς ἄνωγε
  91. ζώειν οὐδʼ ἄνδρεσσι μετέμμεναι, αἴ κε μὴ Ἕκτωρ
  92. πρῶτος ἐμῷ ὑπὸ δουρὶ τυπεὶς ἀπὸ θυμὸν ὀλέσσῃ,
  93. Πατρόκλοιο δʼ ἕλωρα Μενοιτιάδεω ἀποτίσῃ.
  94. τὸν δʼ αὖτε προσέειπε Θέτις κατὰ δάκρυ χέουσα·
  95. ὠκύμορος δή μοι τέκος ἔσσεαι, οἷʼ ἀγορεύεις·
  96. αὐτίκα γάρ τοι ἔπειτα μεθʼ Ἕκτορα πότμος ἑτοῖμος.
  97. τὴν δὲ μέγʼ ὀχθήσας προσέφη πόδας ὠκὺς Ἀχιλλεύς·
  98. αὐτίκα τεθναίην, ἐπεὶ οὐκ ἄρʼ ἔμελλον ἑταίρῳ
  99. κτεινομένῳ ἐπαμῦναι· ὃ μὲν μάλα τηλόθι πάτρης
  100. ἔφθιτʼ, ἐμεῖο δὲ δῆσεν ἀρῆς ἀλκτῆρα γενέσθαι.
  101. νῦν δʼ ἐπεὶ οὐ νέομαί γε φίλην ἐς πατρίδα γαῖαν,
  102. οὐδέ τι Πατρόκλῳ γενόμην φάος οὐδʼ ἑτάροισι
  103. τοῖς ἄλλοις, οἳ δὴ πολέες δάμεν Ἕκτορι δίῳ,
  104. ἀλλʼ ἧμαι παρὰ νηυσὶν ἐτώσιον ἄχθος ἀρούρης,
  105. τοῖος ἐὼν οἷος οὔ τις Ἀχαιῶν χαλκοχιτώνων
  106. ἐν πολέμῳ· ἀγορῇ δέ τʼ ἀμείνονές εἰσι καὶ ἄλλοι.
  107. ὡς ἔρις ἔκ τε θεῶν ἔκ τʼ ἀνθρώπων ἀπόλοιτο
  108. καὶ χόλος, ὅς τʼ ἐφέηκε πολύφρονά περ χαλεπῆναι,
  109. ὅς τε πολὺ γλυκίων μέλιτος καταλειβομένοιο
  110. ἀνδρῶν ἐν στήθεσσιν ἀέξεται ἠΰτε καπνός·
  111. ὡς ἐμὲ νῦν ἐχόλωσεν ἄναξ ἀνδρῶν Ἀγαμέμνων.
  112. ἀλλὰ τὰ μὲν προτετύχθαι ἐάσομεν ἀχνύμενοί περ,
  113. θυμὸν ἐνὶ στήθεσσι φίλον δαμάσαντες ἀνάγκῃ·
  114. νῦν δʼ εἶμʼ ὄφρα φίλης κεφαλῆς ὀλετῆρα κιχείω
  115. Ἕκτορα· κῆρα δʼ ἐγὼ τότε δέξομαι ὁππότε κεν δὴ
  116. Ζεὺς ἐθέλῃ τελέσαι ἠδʼ ἀθάνατοι θεοὶ ἄλλοι.
  117. οὐδὲ γὰρ οὐδὲ βίη Ἡρακλῆος φύγε κῆρα,
  118. ὅς περ φίλτατος ἔσκε Διὶ Κρονίωνι ἄνακτι·
  119. ἀλλά ἑ μοῖρα δάμασσε καὶ ἀργαλέος χόλος Ἥρης.
  120. ὣς καὶ ἐγών, εἰ δή μοι ὁμοίη μοῖρα τέτυκται,
  121. κείσομʼ ἐπεί κε θάνω· νῦν δὲ κλέος ἐσθλὸν ἀροίμην,
  122. καί τινα Τρωϊάδων καὶ Δαρδανίδων βαθυκόλπων
  123. ἀμφοτέρῃσιν χερσὶ παρειάων ἁπαλάων
  124. δάκρυʼ ὀμορξαμένην ἁδινὸν στοναχῆσαι ἐφείην,
  125. γνοῖεν δʼ ὡς δὴ δηρὸν ἐγὼ πολέμοιο πέπαυμαι·
  126. μὴ δέ μʼ ἔρυκε μάχης φιλέουσά περ· οὐδέ με πείσεις.
  127. τὸν δʼ ἠμείβετʼ ἔπειτα θεὰ Θέτις ἀργυρόπεζα·
  128. ναὶ δὴ ταῦτά γε τέκνον ἐτήτυμον οὐ κακόν ἐστι
  129. τειρομένοις ἑτάροισιν ἀμυνέμεν αἰπὺν ὄλεθρον.
  130. ἀλλά τοι ἔντεα καλὰ μετὰ Τρώεσσιν ἔχονται
  131. χάλκεα μαρμαίροντα· τὰ μὲν κορυθαίολος Ἕκτωρ
  132. αὐτὸς ἔχων ὤμοισιν ἀγάλλεται· οὐδέ ἕ φημι
  133. δηρὸν ἐπαγλαϊεῖσθαι, ἐπεὶ φόνος ἐγγύθεν αὐτῷ.
  134. ἀλλὰ σὺ μὲν μή πω καταδύσεο μῶλον Ἄρηος
  135. πρίν γʼ ἐμὲ δεῦρʼ ἐλθοῦσαν ἐν ὀφθαλμοῖσιν ἴδηαι·
  136. ἠῶθεν γὰρ νεῦμαι ἅμʼ ἠελίῳ ἀνιόντι
  137. τεύχεα καλὰ φέρουσα παρʼ Ἡφαίστοιο ἄνακτος.
  138. ὣς ἄρα φωνήσασα πάλιν τράπεθʼ υἷος ἑοῖο,
  139. καὶ στρεφθεῖσʼ ἁλίῃσι κασιγνήτῃσι μετηύδα·
  140. ὑμεῖς μὲν νῦν δῦτε θαλάσσης εὐρέα κόλπον
  141. ὀψόμεναί τε γέρονθʼ ἅλιον καὶ δώματα πατρός,
  142. καί οἱ πάντʼ ἀγορεύσατʼ· ἐγὼ δʼ ἐς μακρὸν Ὄλυμπον
  143. εἶμι παρʼ Ἥφαιστον κλυτοτέχνην, αἴ κʼ ἐθέλῃσιν
  144. υἱεῖ ἐμῷ δόμεναι κλυτὰ τεύχεα παμφανόωντα.
  145. ὣς ἔφαθʼ, αἳ δʼ ὑπὸ κῦμα θαλάσσης αὐτίκʼ ἔδυσαν·
  146. ἣ δʼ αὖτʼ Οὔλυμπον δὲ θεὰ Θέτις ἀργυρόπεζα
  147. ἤϊεν ὄφρα φίλῳ παιδὶ κλυτὰ τεύχεʼ ἐνείκαι.
  148. τὴν μὲν ἄρʼ Οὔλυμπον δὲ πόδες φέρον· αὐτὰρ Ἀχαιοὶ
  149. θεσπεσίῳ ἀλαλητῷ ὑφʼ Ἕκτορος ἀνδροφόνοιο
  150. φεύγοντες νῆάς τε καὶ Ἑλλήσποντον ἵκοντο.
  151. οὐδέ κε Πάτροκλόν περ ἐϋκνήμιδες Ἀχαιοὶ
  152. ἐκ βελέων ἐρύσαντο νέκυν θεράποντʼ Ἀχιλῆος·
  153. αὖτις γὰρ δὴ τόν γε κίχον λαός τε καὶ ἵπποι
  154. Ἕκτωρ τε Πριάμοιο πάϊς φλογὶ εἴκελος ἀλκήν.
  155. τρὶς μέν μιν μετόπισθε ποδῶν λάβε φαίδιμος Ἕκτωρ
  156. ἑλκέμεναι μεμαώς, μέγα δὲ Τρώεσσιν ὁμόκλα·
  157. τρὶς δὲ δύʼ Αἴαντες θοῦριν ἐπιειμένοι ἀλκὴν
  158. νεκροῦ ἀπεστυφέλιξαν· ὃ δʼ ἔμπεδον ἀλκὶ πεποιθὼς
  159. ἄλλοτʼ ἐπαΐξασκε κατὰ μόθον, ἄλλοτε δʼ αὖτε
  160. στάσκε μέγα ἰάχων· ὀπίσω δʼ οὐ χάζετο πάμπαν.
  161. ὡς δʼ ἀπὸ σώματος οὔ τι λέοντʼ αἴθωνα δύνανται
  162. ποιμένες ἄγραυλοι μέγα πεινάοντα δίεσθαι,
  163. ὥς ῥα τὸν οὐκ ἐδύναντο δύω Αἴαντε κορυστὰ
  164. Ἕκτορα Πριαμίδην ἀπὸ νεκροῦ δειδίξασθαι.
  165. καί νύ κεν εἴρυσσέν τε καὶ ἄσπετον ἤρατο κῦδος,
  166. εἰ μὴ Πηλεΐωνι ποδήνεμος ὠκέα Ἶρις
  167. ἄγγελος ἦλθε θέουσʼ ἀπʼ Ὀλύμπου θωρήσσεσθαι
  168. κρύβδα Διὸς ἄλλων τε θεῶν· πρὸ γὰρ ἧκέ μιν Ἥρη.
  169. ἀγχοῦ δʼ ἱσταμένη ἔπεα πτερόεντα προσηύδα·
  170. ὄρσεο Πηλεΐδη, πάντων ἐκπαγλότατʼ ἀνδρῶν·
  171. Πατρόκλῳ ἐπάμυνον, οὗ εἵνεκα φύλοπις αἰνὴ
  172. ἕστηκε πρὸ νεῶν· οἳ δʼ ἀλλήλους ὀλέκουσιν
  173. οἳ μὲν ἀμυνόμενοι νέκυος πέρι τεθνηῶτος,
  174. οἳ δὲ ἐρύσσασθαι ποτὶ Ἴλιον ἠνεμόεσσαν
  175. Τρῶες ἐπιθύουσι· μάλιστα δὲ φαίδιμος Ἕκτωρ
  176. ἑλκέμεναι μέμονεν· κεφαλὴν δέ ἑ θυμὸς ἄνωγε
  177. πῆξαι ἀνὰ σκολόπεσσι ταμόνθʼ ἁπαλῆς ἀπὸ δειρῆς.
  178. ἀλλʼ ἄνα μηδʼ ἔτι κεῖσο· σέβας δέ σε θυμὸν ἱκέσθω
  179. Πάτροκλον Τρῳῇσι κυσὶν μέλπηθρα γενέσθαι·
  180. σοὶ λώβη, αἴ κέν τι νέκυς ᾐσχυμμένος ἔλθῃ.
  181. τὴν δʼ ἠμείβετʼ ἔπειτα ποδάρκης δῖος Ἀχιλλεύς·
  182. Ἶρι θεὰ τίς γάρ σε θεῶν ἐμοὶ ἄγγελον ἧκε;
  183. τὸν δʼ αὖτε προσέειπε ποδήνεμος ὠκέα Ἶρις·
  184. Ἥρη με προέηκε Διὸς κυδρὴ παράκοιτις·
  185. οὐδʼ οἶδε Κρονίδης ὑψίζυγος οὐδέ τις ἄλλος
  186. ἀθανάτων, οἳ Ὄλυμπον ἀγάννιφον ἀμφινέμονται.
  187. τὴν δʼ ἀπαμειβόμενος προσέφη πόδας ὠκὺς Ἀχιλλεύς·
  188. πῶς τὰρ ἴω μετὰ μῶλον; ἔχουσι δὲ τεύχεʼ ἐκεῖνοι·
  189. μήτηρ δʼ οὔ με φίλη πρίν γʼ εἴα θωρήσσεσθαι
  190. πρίν γʼ αὐτὴν ἐλθοῦσαν ἐν ὀφθαλμοῖσιν ἴδωμαι·
  191. στεῦτο γὰρ Ἡφαίστοιο πάρʼ οἰσέμεν ἔντεα καλά.
  192. ἄλλου δʼ οὔ τευ οἶδα τεῦ ἂν κλυτὰ τεύχεα δύω,
  193. εἰ μὴ Αἴαντός γε σάκος Τελαμωνιάδαο.
  194. ἀλλὰ καὶ αὐτὸς ὅ γʼ ἔλπομʼ ἐνὶ πρώτοισιν ὁμιλεῖ
  195. ἔγχεϊ δηϊόων περὶ Πατρόκλοιο θανόντος.
  196. τὸν δʼ αὖτε προσέειπε ποδήνεμος ὠκέα Ἶρις·
  197. εὖ νυ καὶ ἡμεῖς ἴδμεν ὅ τοι κλυτὰ τεύχεʼ ἔχονται·
  198. ἀλλʼ αὔτως ἐπὶ τάφρον ἰὼν Τρώεσσι φάνηθι,
  199. αἴ κέ σʼ ὑποδείσαντες ἀπόσχωνται πολέμοιο
  200. Τρῶες, ἀναπνεύσωσι δʼ ἀρήϊοι υἷες Ἀχαιῶν
  201. τειρόμενοι· ὀλίγη δέ τʼ ἀνάπνευσις πολέμοιο.
  202. ἣ μὲν ἄρʼ ὣς εἰποῦσʼ ἀπέβη πόδας ὠκέα Ἶρις,
  203. αὐτὰρ Ἀχιλλεὺς ὦρτο Διῒ φίλος· ἀμφὶ δʼ Ἀθήνη
  204. ὤμοις ἰφθίμοισι βάλʼ αἰγίδα θυσσανόεσσαν,
  205. ἀμφὶ δέ οἱ κεφαλῇ νέφος ἔστεφε δῖα θεάων
  206. χρύσεον, ἐκ δʼ αὐτοῦ δαῖε φλόγα παμφανόωσαν.
  207. ὡς δʼ ὅτε καπνὸς ἰὼν ἐξ ἄστεος αἰθέρʼ ἵκηται
  208. τηλόθεν ἐκ νήσου, τὴν δήϊοι ἀμφιμάχωνται,
  209. οἵ τε πανημέριοι στυγερῷ κρίνονται Ἄρηϊ
  210. ἄστεος ἐκ σφετέρου· ἅμα δʼ ἠελίῳ καταδύντι
  211. πυρσοί τε φλεγέθουσιν ἐπήτριμοι, ὑψόσε δʼ αὐγὴ
  212. γίγνεται ἀΐσσουσα περικτιόνεσσιν ἰδέσθαι,
  213. αἴ κέν πως σὺν νηυσὶν ἄρεω ἀλκτῆρες ἵκωνται·
  214. ὣς ἀπʼ Ἀχιλλῆος κεφαλῆς σέλας αἰθέρʼ ἵκανε·
  215. στῆ δʼ ἐπὶ τάφρον ἰὼν ἀπὸ τείχεος, οὐδʼ ἐς Ἀχαιοὺς
  216. μίσγετο· μητρὸς γὰρ πυκινὴν ὠπίζετʼ ἐφετμήν.
  217. ἔνθα στὰς ἤϋσʼ, ἀπάτερθε δὲ Παλλὰς Ἀθήνη
  218. φθέγξατʼ· ἀτὰρ Τρώεσσιν ἐν ἄσπετον ὦρσε κυδοιμόν.
  219. ὡς δʼ ὅτʼ ἀριζήλη φωνή, ὅτε τʼ ἴαχε σάλπιγξ
  220. ἄστυ περιπλομένων δηΐων ὕπο θυμοραϊστέων,
  221. ὣς τότʼ ἀριζήλη φωνὴ γένετʼ Αἰακίδαο.
  222. οἳ δʼ ὡς οὖν ἄϊον ὄπα χάλκεον Αἰακίδαο,
  223. πᾶσιν ὀρίνθη θυμός· ἀτὰρ καλλίτριχες ἵπποι
  224. ἂψ ὄχεα τρόπεον· ὄσσοντο γὰρ ἄλγεα θυμῷ.
  225. ἡνίοχοι δʼ ἔκπληγεν, ἐπεὶ ἴδον ἀκάματον πῦρ
  226. δεινὸν ὑπὲρ κεφαλῆς μεγαθύμου Πηλεΐωνος
  227. δαιόμενον· τὸ δὲ δαῖε θεὰ γλαυκῶπις Ἀθήνη.
  228. τρὶς μὲν ὑπὲρ τάφρου μεγάλʼ ἴαχε δῖος Ἀχιλλεύς,
  229. τρὶς δὲ κυκήθησαν Τρῶες κλειτοί τʼ ἐπίκουροι.
  230. ἔνθα δὲ καὶ τότʼ ὄλοντο δυώδεκα φῶτες ἄριστοι
  231. ἀμφὶ σφοῖς ὀχέεσσι καὶ ἔγχεσιν. αὐτὰρ Ἀχαιοὶ
  232. ἀσπασίως Πάτροκλον ὑπʼ ἐκ βελέων ἐρύσαντες
  233. κάτθεσαν ἐν λεχέεσσι· φίλοι δʼ ἀμφέσταν ἑταῖροι
  234. μυρόμενοι· μετὰ δέ σφι ποδώκης εἵπετʼ Ἀχιλλεὺς
  235. δάκρυα θερμὰ χέων, ἐπεὶ εἴσιδε πιστὸν ἑταῖρον
  236. κείμενον ἐν φέρτρῳ δεδαϊγμένον ὀξέϊ χαλκῷ,
  237. τόν ῥʼ ἤτοι μὲν ἔπεμπε σὺν ἵπποισιν καὶ ὄχεσφιν
  238. ἐς πόλεμον, οὐδʼ αὖτις ἐδέξατο νοστήσαντα.
  239. Ἠέλιον δʼ ἀκάμαντα βοῶπις πότνια Ἥρη
  240. πέμψεν ἐπʼ Ὠκεανοῖο ῥοὰς ἀέκοντα νέεσθαι·
  241. ἠέλιος μὲν ἔδυ, παύσαντο δὲ δῖοι Ἀχαιοὶ
  242. φυλόπιδος κρατερῆς καὶ ὁμοιΐου πολέμοιο.
  243. Τρῶες δʼ αὖθʼ ἑτέρωθεν ἀπὸ κρατερῆς ὑσμίνης
  244. χωρήσαντες ἔλυσαν ὑφʼ ἅρμασιν ὠκέας ἵππους,
  245. ἐς δʼ ἀγορὴν ἀγέροντο πάρος δόρποιο μέδεσθαι.
  246. ὀρθῶν δʼ ἑσταότων ἀγορὴ γένετʼ, οὐδέ τις ἔτλη
  247. ἕζεσθαι· πάντας γὰρ ἔχε τρόμος, οὕνεκʼ Ἀχιλλεὺς
  248. ἐξεφάνη, δηρὸν δὲ μάχης ἐπέπαυτʼ ἀλεγεινῆς.
  249. τοῖσι δὲ Πουλυδάμας πεπνυμένος ἦρχʼ ἀγορεύειν
  250. Πανθοΐδης· ὃ γὰρ οἶος ὅρα πρόσσω καὶ ὀπίσσω·
  251. Ἕκτορι δʼ ἦεν ἑταῖρος, ἰῇ δʼ ἐν νυκτὶ γένοντο,
  252. ἀλλʼ ὃ μὲν ἂρ μύθοισιν, ὃ δʼ ἔγχεϊ πολλὸν ἐνίκα·
  253. ὅ σφιν ἐϋφρονέων ἀγορήσατο καὶ μετέειπεν·
  254. ἀμφὶ μάλα φράζεσθε φίλοι· κέλομαι γὰρ ἔγωγε
  255. ἄστυδε νῦν ἰέναι, μὴ μίμνειν ἠῶ δῖαν
  256. ἐν πεδίῳ παρὰ νηυσίν· ἑκὰς δʼ ἀπὸ τείχεός εἰμεν.
  257. ὄφρα μὲν οὗτος ἀνὴρ Ἀγαμέμνονι μήνιε δίῳ
  258. τόφρα δὲ ῥηΐτεροι πολεμίζειν ἦσαν Ἀχαιοί·
  259. χαίρεσκον γὰρ ἔγωγε θοῇς ἐπὶ νηυσὶν ἰαύων
  260. ἐλπόμενος νῆας αἱρησέμεν ἀμφιελίσσας.
  261. νῦν δʼ αἰνῶς δείδοικα ποδώκεα Πηλεΐωνα·
  262. οἷος κείνου θυμὸς ὑπέρβιος, οὐκ ἐθελήσει
  263. μίμνειν ἐν πεδίῳ, ὅθι περ Τρῶες καὶ Ἀχαιοὶ
  264. ἐν μέσῳ ἀμφότεροι μένος Ἄρηος δατέονται,
  265. ἀλλὰ περὶ πτόλιός τε μαχήσεται ἠδὲ γυναικῶν.
  266. ἀλλʼ ἴομεν προτὶ ἄστυ, πίθεσθέ μοι· ὧδε γὰρ ἔσται·
  267. νῦν μὲν νὺξ ἀπέπαυσε ποδώκεα Πηλεΐωνα
  268. ἀμβροσίη· εἰ δʼ ἄμμε κιχήσεται ἐνθάδʼ ἐόντας
  269. αὔριον ὁρμηθεὶς σὺν τεύχεσιν, εὖ νύ τις αὐτὸν
  270. γνώσεται· ἀσπασίως γὰρ ἀφίξεται Ἴλιον ἱρὴν
  271. ὅς κε φύγῃ, πολλοὺς δὲ κύνες καὶ γῦπες ἔδονται
  272. Τρώων· αἲ γὰρ δή μοι ἀπʼ οὔατος ὧδε γένοιτο.
  273. εἰ δʼ ἂν ἐμοῖς ἐπέεσσι πιθώμεθα κηδόμενοί περ,
  274. νύκτα μὲν εἰν ἀγορῇ σθένος ἕξομεν, ἄστυ δὲ πύργοι
  275. ὑψηλαί τε πύλαι σανίδες τʼ ἐπὶ τῇς ἀραρυῖαι
  276. μακραὶ ἐΰξεστοι ἐζευγμέναι εἰρύσσονται·
  277. πρῶϊ δʼ ὑπηοῖοι σὺν τεύχεσι θωρηχθέντες
  278. στησόμεθʼ ἂμ πύργους· τῷ δʼ ἄλγιον, αἴ κʼ ἐθέλῃσιν
  279. ἐλθὼν ἐκ νηῶν περὶ τείχεος ἄμμι μάχεσθαι.
  280. ἂψ πάλιν εἶσʼ ἐπὶ νῆας, ἐπεί κʼ ἐριαύχενας ἵππους
  281. παντοίου δρόμου ἄσῃ ὑπὸ πτόλιν ἠλασκάζων·
  282. εἴσω δʼ οὔ μιν θυμὸς ἐφορμηθῆναι ἐάσει,
  283. οὐδέ ποτʼ ἐκπέρσει· πρίν μιν κύνες ἀργοὶ ἔδονται.
  284. τὸν δʼ ἄρʼ ὑπόδρα ἰδὼν προσέφη κορυθαίολος Ἕκτωρ·
  285. Πουλυδάμα σὺ μὲν οὐκέτʼ ἐμοὶ φίλα ταῦτʼ ἀγορεύεις,
  286. ὃς κέλεαι κατὰ ἄστυ ἀλήμεναι αὖτις ἰόντας.
  287. ἦ οὔ πω κεκόρησθε ἐελμένοι ἔνδοθι πύργων;
  288. πρὶν μὲν γὰρ Πριάμοιο πόλιν μέροπες ἄνθρωποι
  289. πάντες μυθέσκοντο πολύχρυσον πολύχαλκον·
  290. νῦν δὲ δὴ ἐξαπόλωλε δόμων κειμήλια καλά,
  291. πολλὰ δὲ δὴ Φρυγίην καὶ Μῃονίην ἐρατεινὴν
  292. κτήματα περνάμενʼ ἵκει, ἐπεὶ μέγας ὠδύσατο Ζεύς.
  293. νῦν δʼ ὅτε πέρ μοι ἔδωκε Κρόνου πάϊς ἀγκυλομήτεω
  294. κῦδος ἀρέσθʼ ἐπὶ νηυσί, θαλάσσῃ τʼ ἔλσαι Ἀχαιούς,
  295. νήπιε μηκέτι ταῦτα νοήματα φαῖνʼ ἐνὶ δήμῳ·
  296. οὐ γάρ τις Τρώων ἐπιπείσεται· οὐ γὰρ ἐάσω.
  297. ἀλλʼ ἄγεθʼ ὡς ἂν ἐγὼ εἴπω, πειθώμεθα πάντες.
  298. νῦν μὲν δόρπον ἕλεσθε κατὰ στρατὸν ἐν τελέεσσι,
  299. καὶ φυλακῆς μνήσασθε, καὶ ἐγρήγορθε ἕκαστος·
  300. Τρώων δʼ ὃς κτεάτεσσιν ὑπερφιάλως ἀνιάζει,
  301. συλλέξας λαοῖσι δότω καταδημοβορῆσαι·
  302. τῶν τινὰ βέλτερόν ἐστιν ἐπαυρέμεν ἤ περ Ἀχαιούς.
  303. πρῶϊ δʼ ὑπηοῖοι σὺν τεύχεσι θωρηχθέντες
  304. νηυσὶν ἔπι γλαφυρῇσιν ἐγείρομεν ὀξὺν Ἄρηα.
  305. εἰ δʼ ἐτεὸν παρὰ ναῦφιν ἀνέστη δῖος Ἀχιλλεύς,
  306. ἄλγιον αἴ κʼ ἐθέλῃσι τῷ ἔσσεται· οὔ μιν ἔγωγε
  307. φεύξομαι ἐκ πολέμοιο δυσηχέος, ἀλλὰ μάλʼ ἄντην
  308. στήσομαι, ἤ κε φέρῃσι μέγα κράτος, ἦ κε φεροίμην.
  309. ξυνὸς Ἐνυάλιος, καί τε κτανέοντα κατέκτα.
  310. ὣς Ἕκτωρ ἀγόρευʼ, ἐπὶ δὲ Τρῶες κελάδησαν
  311. νήπιοι· ἐκ γάρ σφεων φρένας εἵλετο Παλλὰς Ἀθήνη.
  312. Ἕκτορι μὲν γὰρ ἐπῄνησαν κακὰ μητιόωντι,
  313. Πουλυδάμαντι δʼ ἄρʼ οὔ τις ὃς ἐσθλὴν φράζετο βουλήν.
  314. δόρπον ἔπειθʼ εἵλοντο κατὰ στρατόν· αὐτὰρ Ἀχαιοὶ
  315. παννύχιοι Πάτροκλον ἀνεστενάχοντο γοῶντες.
  316. τοῖσι δὲ Πηλεΐδης ἁδινοῦ ἐξῆρχε γόοιο
  317. χεῖρας ἐπʼ ἀνδροφόνους θέμενος στήθεσσιν ἑταίρου
  318. πυκνὰ μάλα στενάχων ὥς τε λὶς ἠϋγένειος,
  319. ᾧ ῥά θʼ ὑπὸ σκύμνους ἐλαφηβόλος ἁρπάσῃ ἀνὴρ
  320. ὕλης ἐκ πυκινῆς· ὃ δέ τʼ ἄχνυται ὕστερος ἐλθών,
  321. πολλὰ δέ τʼ ἄγκεʼ ἐπῆλθε μετʼ ἀνέρος ἴχνιʼ ἐρευνῶν
  322. εἴ ποθεν ἐξεύροι· μάλα γὰρ δριμὺς χόλος αἱρεῖ·
  323. ὣς ὃ βαρὺ στενάχων μετεφώνεε Μυρμιδόνεσσιν·
  324. ὢ πόποι ἦ ῥʼ ἅλιον ἔπος ἔκβαλον ἤματι κείνῳ
  325. θαρσύνων ἥρωα Μενοίτιον ἐν μεγάροισι·
  326. φῆν δέ οἱ εἰς Ὀπόεντα περικλυτὸν υἱὸν ἀπάξειν
  327. Ἴλιον ἐκπέρσαντα, λαχόντα τε ληΐδος αἶσαν.
  328. ἀλλʼ οὐ Ζεὺς ἄνδρεσσι νοήματα πάντα τελευτᾷ·
  329. ἄμφω γὰρ πέπρωται ὁμοίην γαῖαν ἐρεῦσαι
  330. αὐτοῦ ἐνὶ Τροίῃ, ἐπεὶ οὐδʼ ἐμὲ νοστήσαντα
  331. δέξεται ἐν μεγάροισι γέρων ἱππηλάτα Πηλεὺς
  332. οὐδὲ Θέτις μήτηρ, ἀλλʼ αὐτοῦ γαῖα καθέξει.
  333. νῦν δʼ ἐπεὶ οὖν Πάτροκλε σεῦ ὕστερος εἶμʼ ὑπὸ γαῖαν,
  334. οὔ σε πρὶν κτεριῶ πρίν γʼ Ἕκτορος ἐνθάδʼ ἐνεῖκαι
  335. τεύχεα καὶ κεφαλὴν μεγαθύμου σοῖο φονῆος·
  336. δώδεκα δὲ προπάροιθε πυρῆς ἀποδειροτομήσω
  337. Τρώων ἀγλαὰ τέκνα σέθεν κταμένοιο χολωθείς.
  338. τόφρα δέ μοι παρὰ νηυσὶ κορωνίσι κείσεαι αὔτως,
  339. ἀμφὶ δὲ σὲ Τρῳαὶ καὶ Δαρδανίδες βαθύκολποι
  340. κλαύσονται νύκτάς τε καὶ ἤματα δάκρυ χέουσαι,
  341. τὰς αὐτοὶ καμόμεσθα βίηφί τε δουρί τε μακρῷ
  342. πιείρας πέρθοντε πόλεις μερόπων ἀνθρώπων.
  343. ὣς εἰπὼν ἑτάροισιν ἐκέκλετο δῖος Ἀχιλλεὺς
  344. ἀμφὶ πυρὶ στῆσαι τρίποδα μέγαν, ὄφρα τάχιστα
  345. Πάτροκλον λούσειαν ἄπο βρότον αἱματόεντα.
  346. οἳ δὲ λοετροχόον τρίποδʼ ἵστασαν ἐν πυρὶ κηλέῳ,
  347. ἐν δʼ ἄρʼ ὕδωρ ἔχεαν, ὑπὸ δὲ ξύλα δαῖον ἑλόντες.
  348. γάστρην μὲν τρίποδος πῦρ ἄμφεπε, θέρμετο δʼ ὕδωρ·
  349. αὐτὰρ ἐπεὶ δὴ ζέσσεν ὕδωρ ἐνὶ ἤνοπι χαλκῷ,
  350. καὶ τότε δὴ λοῦσάν τε καὶ ἤλειψαν λίπʼ ἐλαίῳ,
  351. ἐν δʼ ὠτειλὰς πλῆσαν ἀλείφατος ἐννεώροιο·
  352. ἐν λεχέεσσι δὲ θέντες ἑανῷ λιτὶ κάλυψαν
  353. ἐς πόδας ἐκ κεφαλῆς, καθύπερθε δὲ φάρεϊ λευκῷ.
  354. παννύχιοι μὲν ἔπειτα πόδας ταχὺν ἀμφʼ Ἀχιλῆα
  355. Μυρμιδόνες Πάτροκλον ἀνεστενάχοντο γοῶντες·
  356. Ζεὺς δʼ Ἥρην προσέειπε κασιγνήτην ἄλοχόν τε·
  357. ἔπρηξας καὶ ἔπειτα βοῶπις πότνια Ἥρη
  358. ἀνστήσασʼ Ἀχιλῆα πόδας ταχύν· ἦ ῥά νυ σεῖο
  359. ἐξ αὐτῆς ἐγένοντο κάρη κομόωντες Ἀχαιοί.
  360. τὸν δʼ ἠμείβετʼ ἔπειτα βοῶπις πότνια Ἥρη·
  361. αἰνότατε Κρονίδη ποῖον τὸν μῦθον ἔειπες.
  362. καὶ μὲν δή πού τις μέλλει βροτὸς ἀνδρὶ τελέσσαι,
  363. ὅς περ θνητός τʼ ἐστὶ καὶ οὐ τόσα μήδεα οἶδε·
  364. πῶς δὴ ἔγωγʼ, ἥ φημι θεάων ἔμμεν ἀρίστη,
  365. ἀμφότερον γενεῇ τε καὶ οὕνεκα σὴ παράκοιτις
  366. κέκλημαι, σὺ δὲ πᾶσι μετʼ ἀθανάτοισιν ἀνάσσεις,
  367. οὐκ ὄφελον Τρώεσσι κοτεσσαμένη κακὰ ῥάψαι;
  368. ὣς οἳ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον·
  369. Ἡφαίστου δʼ ἵκανε δόμον Θέτις ἀργυρόπεζα
  370. ἄφθιτον ἀστερόεντα μεταπρεπέʼ ἀθανάτοισι
  371. χάλκεον, ὅν ῥʼ αὐτὸς ποιήσατο κυλλοποδίων.
  372. τὸν δʼ εὗρʼ ἱδρώοντα ἑλισσόμενον περὶ φύσας
  373. σπεύδοντα· τρίποδας γὰρ ἐείκοσι πάντας ἔτευχεν
  374. ἑστάμεναι περὶ τοῖχον ἐϋσταθέος μεγάροιο,
  375. χρύσεα δέ σφʼ ὑπὸ κύκλα ἑκάστῳ πυθμένι θῆκεν,
  376. ὄφρά οἱ αὐτόματοι θεῖον δυσαίατʼ ἀγῶνα
  377. ἠδʼ αὖτις πρὸς δῶμα νεοίατο θαῦμα ἰδέσθαι.
  378. οἳ δʼ ἤτοι τόσσον μὲν ἔχον τέλος, οὔατα δʼ οὔ πω
  379. δαιδάλεα προσέκειτο· τά ῥʼ ἤρτυε, κόπτε δὲ δεσμούς.
  380. ὄφρʼ ὅ γε ταῦτʼ ἐπονεῖτο ἰδυίῃσι πραπίδεσσι,
  381. τόφρά οἱ ἐγγύθεν ἦλθε θεὰ Θέτις ἀργυρόπεζα.
  382. τὴν δὲ ἴδε προμολοῦσα Χάρις λιπαροκρήδεμνος
  383. καλή, τὴν ὤπυιε περικλυτὸς ἀμφιγυήεις·
  384. ἔν τʼ ἄρα οἱ φῦ χειρὶ ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζε·
  385. τίπτε Θέτι τανύπεπλε ἱκάνεις ἡμέτερον δῶ
  386. αἰδοίη τε φίλη τε; πάρος γε μὲν οὔ τι θαμίζεις.
  387. ἀλλʼ ἕπεο προτέρω, ἵνα τοι πὰρ ξείνια θείω.
  388. ὣς ἄρα φωνήσασα πρόσω ἄγε δῖα θεάων.
  389. τὴν μὲν ἔπειτα καθεῖσεν ἐπὶ θρόνου ἀργυροήλου
  390. καλοῦ δαιδαλέου· ὑπὸ δὲ θρῆνυς ποσὶν ἦεν·
  391. κέκλετο δʼ Ἥφαιστον κλυτοτέχνην εἶπέ τε μῦθον·
  392. Ἥφαιστε πρόμολʼ ὧδε· Θέτις νύ τι σεῖο χατίζει.
  393. τὴν δʼ ἠμείβετʼ ἔπειτα περικλυτὸς ἀμφιγυήεις·
  394. ἦ ῥά νύ μοι δεινή τε καὶ αἰδοίη θεὸς ἔνδον,
  395. ἥ μʼ ἐσάωσʼ ὅτε μʼ ἄλγος ἀφίκετο τῆλε πεσόντα
  396. μητρὸς ἐμῆς ἰότητι κυνώπιδος, ἥ μʼ ἐθέλησε
  397. κρύψαι χωλὸν ἐόντα· τότʼ ἂν πάθον ἄλγεα θυμῷ,
  398. εἰ μή μʼ Εὐρυνόμη τε Θέτις θʼ ὑπεδέξατο κόλπῳ
  399. Εὐρυνόμη θυγάτηρ ἀψορρόου Ὠκεανοῖο.
  400. τῇσι παρʼ εἰνάετες χάλκευον δαίδαλα πολλά,
  401. πόρπας τε γναμπτάς θʼ ἕλικας κάλυκάς τε καὶ ὅρμους
  402. ἐν σπῆϊ γλαφυρῷ· περὶ δὲ ῥόος Ὠκεανοῖο
  403. ἀφρῷ μορμύρων ῥέεν ἄσπετος· οὐδέ τις ἄλλος
  404. ᾔδεεν οὔτε θεῶν οὔτε θνητῶν ἀνθρώπων,
  405. ἀλλὰ Θέτις τε καὶ Εὐρυνόμη ἴσαν, αἵ μʼ ἐσάωσαν.
  406. ἣ νῦν ἡμέτερον δόμον ἵκει· τώ με μάλα χρεὼ
  407. πάντα Θέτι καλλιπλοκάμῳ ζῳάγρια τίνειν.
  408. ἀλλὰ σὺ μὲν νῦν οἱ παράθες ξεινήϊα καλά,
  409. ὄφρʼ ἂν ἐγὼ φύσας ἀποθείομαι ὅπλά τε πάντα.
  410. ἦ, καὶ ἀπʼ ἀκμοθέτοιο πέλωρ αἴητον ἀνέστη
  411. χωλεύων· ὑπὸ δὲ κνῆμαι ῥώοντο ἀραιαί.
  412. φύσας μέν ῥʼ ἀπάνευθε τίθει πυρός, ὅπλά τε πάντα
  413. λάρνακʼ ἐς ἀργυρέην συλλέξατο, τοῖς ἐπονεῖτο·
  414. σπόγγῳ δʼ ἀμφὶ πρόσωπα καὶ ἄμφω χεῖρʼ ἀπομόργνυ
  415. αὐχένα τε στιβαρὸν καὶ στήθεα λαχνήεντα,
  416. δῦ δὲ χιτῶνʼ, ἕλε δὲ σκῆπτρον παχύ, βῆ δὲ θύραζε
  417. χωλεύων· ὑπὸ δʼ ἀμφίπολοι ῥώοντο ἄνακτι
  418. χρύσειαι ζωῇσι νεήνισιν εἰοικυῖαι.
  419. τῇς ἐν μὲν νόος ἐστὶ μετὰ φρεσίν, ἐν δὲ καὶ αὐδὴ
  420. καὶ σθένος, ἀθανάτων δὲ θεῶν ἄπο ἔργα ἴσασιν.
  421. αἳ μὲν ὕπαιθα ἄνακτος ἐποίπνυον· αὐτὰρ ὃ ἔρρων
  422. πλησίον, ἔνθα Θέτις περ, ἐπὶ θρόνου ἷζε φαεινοῦ,
  423. ἔν τʼ ἄρα οἱ φῦ χειρὶ ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζε·
  424. τίπτε Θέτι τανύπεπλε ἱκάνεις ἡμέτερον δῶ
  425. αἰδοίη τε φίλη τε; πάρος γε μὲν οὔ τι θαμίζεις.
  426. αὔδα ὅ τι φρονέεις· τελέσαι δέ με θυμὸς ἄνωγεν,
  427. εἰ δύναμαι τελέσαι γε καὶ εἰ τετελεσμένον ἐστίν.
  428. τὸν δʼ ἠμείβετʼ ἔπειτα Θέτις κατὰ δάκρυ χέουσα·
  429. Ἥφαιστʼ, ἦ ἄρα δή τις, ὅσαι θεαί εἰσʼ ἐν Ὀλύμπῳ,
  430. τοσσάδʼ ἐνὶ φρεσὶν ᾗσιν ἀνέσχετο κήδεα λυγρὰ
  431. ὅσσʼ ἐμοὶ ἐκ πασέων Κρονίδης Ζεὺς ἄλγεʼ ἔδωκεν;
  432. ἐκ μέν μʼ ἀλλάων ἁλιάων ἀνδρὶ δάμασσεν
  433. Αἰακίδῃ Πηλῆϊ, καὶ ἔτλην ἀνέρος εὐνὴν
  434. πολλὰ μάλʼ οὐκ ἐθέλουσα. ὃ μὲν δὴ γήραϊ λυγρῷ
  435. κεῖται ἐνὶ μεγάροις ἀρημένος, ἄλλα δέ μοι νῦν,
  436. υἱὸν ἐπεί μοι δῶκε γενέσθαί τε τραφέμεν τε
  437. ἔξοχον ἡρώων· ὃ δʼ ἀνέδραμεν ἔρνεϊ ἶσος·
  438. τὸν μὲν ἐγὼ θρέψασα φυτὸν ὣς γουνῷ ἀλωῆς
  439. νηυσὶν ἐπιπροέηκα κορωνίσιν Ἴλιον εἴσω
  440. Τρωσὶ μαχησόμενον· τὸν δʼ οὐχ ὑποδέξομαι αὖτις
  441. οἴκαδε νοστήσαντα δόμον Πηλήϊον εἴσω.
  442. ὄφρα δέ μοι ζώει καὶ ὁρᾷ φάος ἠελίοιο
  443. ἄχνυται, οὐδέ τί οἱ δύναμαι χραισμῆσαι ἰοῦσα.
  444. κούρην ἣν ἄρα οἱ γέρας ἔξελον υἷες Ἀχαιῶν,
  445. τὴν ἂψ ἐκ χειρῶν ἕλετο κρείων Ἀγαμέμνων.
  446. ἤτοι ὃ τῆς ἀχέων φρένας ἔφθιεν· αὐτὰρ Ἀχαιοὺς
  447. Τρῶες ἐπὶ πρύμνῃσιν ἐείλεον, οὐδὲ θύραζε
  448. εἴων ἐξιέναι· τὸν δὲ λίσσοντο γέροντες
  449. Ἀργείων, καὶ πολλὰ περικλυτὰ δῶρʼ ὀνόμαζον.
  450. ἔνθʼ αὐτὸς μὲν ἔπειτʼ ἠναίνετο λοιγὸν ἀμῦναι,
  451. αὐτὰρ ὃ Πάτροκλον περὶ μὲν τὰ ἃ τεύχεα ἕσσε,
  452. πέμπε δέ μιν πόλεμον δέ, πολὺν δʼ ἅμα λαὸν ὄπασσε.
  453. πᾶν δʼ ἦμαρ μάρναντο περὶ Σκαιῇσι πύλῃσι·
  454. καί νύ κεν αὐτῆμαρ πόλιν ἔπραθον, εἰ μὴ Ἀπόλλων
  455. πολλὰ κακὰ ῥέξαντα Μενοιτίου ἄλκιμον υἱὸν
  456. ἔκτανʼ ἐνὶ προμάχοισι καὶ Ἕκτορι κῦδος ἔδωκε.
  457. τοὔνεκα νῦν τὰ σὰ γούναθʼ ἱκάνομαι, αἴ κʼ ἐθέλῃσθα
  458. υἱεῖ ἐμῷ ὠκυμόρῳ δόμεν ἀσπίδα καὶ τρυφάλειαν
  459. καὶ καλὰς κνημῖδας ἐπισφυρίοις ἀραρυίας
  460. καὶ θώρηχʼ· ὃ γὰρ ἦν οἱ ἀπώλεσε πιστὸς ἑταῖρος
  461. Τρωσὶ δαμείς· ὃ δὲ κεῖται ἐπὶ χθονὶ θυμὸν ἀχεύων.
  462. τὴν δʼ ἠμείβετʼ ἔπειτα περικλυτὸς ἀμφιγυήεις·
  463. θάρσει· μή τοι ταῦτα μετὰ φρεσὶ σῇσι μελόντων.
  464. αἲ γάρ μιν θανάτοιο δυσηχέος ὧδε δυναίμην
  465. νόσφιν ἀποκρύψαι, ὅτε μιν μόρος αἰνὸς ἱκάνοι,
  466. ὥς οἱ τεύχεα καλὰ παρέσσεται, οἷά τις αὖτε
  467. ἀνθρώπων πολέων θαυμάσσεται, ὅς κεν ἴδηται.
  468. ὣς εἰπὼν τὴν μὲν λίπεν αὐτοῦ, βῆ δʼ ἐπὶ φύσας·
  469. τὰς δʼ ἐς πῦρ ἔτρεψε κέλευσέ τε ἐργάζεσθαι.
  470. φῦσαι δʼ ἐν χοάνοισιν ἐείκοσι πᾶσαι ἐφύσων
  471. παντοίην εὔπρηστον ἀϋτμὴν ἐξανιεῖσαι,
  472. ἄλλοτε μὲν σπεύδοντι παρέμμεναι, ἄλλοτε δʼ αὖτε,
  473. ὅππως Ἥφαιστός τʼ ἐθέλοι καὶ ἔργον ἄνοιτο.
  474. χαλκὸν δʼ ἐν πυρὶ βάλλεν ἀτειρέα κασσίτερόν τε
  475. καὶ χρυσὸν τιμῆντα καὶ ἄργυρον· αὐτὰρ ἔπειτα
  476. θῆκεν ἐν ἀκμοθέτῳ μέγαν ἄκμονα, γέντο δὲ χειρὶ
  477. ῥαιστῆρα κρατερήν, ἑτέρηφι δὲ γέντο πυράγρην.
  478. ποίει δὲ πρώτιστα σάκος μέγα τε στιβαρόν τε
  479. πάντοσε δαιδάλλων, περὶ δʼ ἄντυγα βάλλε φαεινὴν
  480. τρίπλακα μαρμαρέην, ἐκ δʼ ἀργύρεον τελαμῶνα.
  481. πέντε δʼ ἄρʼ αὐτοῦ ἔσαν σάκεος πτύχες· αὐτὰρ ἐν αὐτῷ
  482. ποίει δαίδαλα πολλὰ ἰδυίῃσι πραπίδεσσιν.
  483. ἐν μὲν γαῖαν ἔτευξʼ, ἐν δʼ οὐρανόν, ἐν δὲ θάλασσαν,
  484. ἠέλιόν τʼ ἀκάμαντα σελήνην τε πλήθουσαν,
  485. ἐν δὲ τὰ τείρεα πάντα, τά τʼ οὐρανὸς ἐστεφάνωται,
  486. Πληϊάδας θʼ Ὑάδας τε τό τε σθένος Ὠρίωνος
  487. Ἄρκτόν θʼ, ἣν καὶ Ἄμαξαν ἐπίκλησιν καλέουσιν,
  488. ἥ τʼ αὐτοῦ στρέφεται καί τʼ Ὠρίωνα δοκεύει,
  489. οἴη δʼ ἄμμορός ἐστι λοετρῶν Ὠκεανοῖο.
  490. ἐν δὲ δύω ποίησε πόλεις μερόπων ἀνθρώπων
  491. καλάς. ἐν τῇ μέν ῥα γάμοι τʼ ἔσαν εἰλαπίναι τε,
  492. νύμφας δʼ ἐκ θαλάμων δαΐδων ὕπο λαμπομενάων
  493. ἠγίνεον ἀνὰ ἄστυ, πολὺς δʼ ὑμέναιος ὀρώρει·
  494. κοῦροι δʼ ὀρχηστῆρες ἐδίνεον, ἐν δʼ ἄρα τοῖσιν
  495. αὐλοὶ φόρμιγγές τε βοὴν ἔχον· αἳ δὲ γυναῖκες
  496. ἱστάμεναι θαύμαζον ἐπὶ προθύροισιν ἑκάστη.
  497. λαοὶ δʼ εἰν ἀγορῇ ἔσαν ἀθρόοι· ἔνθα δὲ νεῖκος
  498. ὠρώρει, δύο δʼ ἄνδρες ἐνείκεον εἵνεκα ποινῆς
  499. ἀνδρὸς ἀποφθιμένου· ὃ μὲν εὔχετο πάντʼ ἀποδοῦναι
  500. δήμῳ πιφαύσκων, ὃ δʼ ἀναίνετο μηδὲν ἑλέσθαι·
  501. ἄμφω δʼ ἱέσθην ἐπὶ ἴστορι πεῖραρ ἑλέσθαι.
  502. λαοὶ δʼ ἀμφοτέροισιν ἐπήπυον ἀμφὶς ἀρωγοί·
  503. κήρυκες δʼ ἄρα λαὸν ἐρήτυον· οἳ δὲ γέροντες
  504. εἵατʼ ἐπὶ ξεστοῖσι λίθοις ἱερῷ ἐνὶ κύκλῳ,
  505. σκῆπτρα δὲ κηρύκων ἐν χέρσʼ ἔχον ἠεροφώνων·
  506. τοῖσιν ἔπειτʼ ἤϊσσον, ἀμοιβηδὶς δὲ δίκαζον.