Iliad

Homer

Homer. Homeri Opera, Volumes 1-2. Monro, D. B. (David Binning), editor; Allen, Thomas W. (Thomas William), editor. Oxford: Clarendon Press, 1908-1920.

  1. κεῖτο δʼ ἄρʼ ἐν μέσσοισι δύω χρυσοῖο τάλαντα,
  2. τῷ δόμεν ὃς μετὰ τοῖσι δίκην ἰθύντατα εἴποι.
  3. τὴν δʼ ἑτέρην πόλιν ἀμφὶ δύω στρατοὶ ἥατο λαῶν
  4. τεύχεσι λαμπόμενοι· δίχα δέ σφισιν ἥνδανε βουλή,
  5. ἠὲ διαπραθέειν ἢ ἄνδιχα πάντα δάσασθαι
  6. κτῆσιν ὅσην πτολίεθρον ἐπήρατον ἐντὸς ἔεργεν·
  7. οἳ δʼ οὔ πω πείθοντο, λόχῳ δʼ ὑπεθωρήσσοντο.
  8. τεῖχος μέν ῥʼ ἄλοχοί τε φίλαι καὶ νήπια τέκνα
  9. ῥύατʼ ἐφεσταότες, μετὰ δʼ ἀνέρες οὓς ἔχε γῆρας·
  10. οἳ δʼ ἴσαν· ἦρχε δʼ ἄρά σφιν Ἄρης καὶ Παλλὰς Ἀθήνη
  11. ἄμφω χρυσείω, χρύσεια δὲ εἵματα ἕσθην,
  12. καλὼ καὶ μεγάλω σὺν τεύχεσιν, ὥς τε θεώ περ
  13. ἀμφὶς ἀριζήλω· λαοὶ δʼ ὑπολίζονες ἦσαν.
  14. οἳ δʼ ὅτε δή ῥʼ ἵκανον ὅθι σφίσιν εἶκε λοχῆσαι
  15. ἐν ποταμῷ, ὅθι τʼ ἀρδμὸς ἔην πάντεσσι βοτοῖσιν,
  16. ἔνθʼ ἄρα τοί γʼ ἵζοντʼ εἰλυμένοι αἴθοπι χαλκῷ.
  17. τοῖσι δʼ ἔπειτʼ ἀπάνευθε δύω σκοποὶ εἵατο λαῶν
  18. δέγμενοι ὁππότε μῆλα ἰδοίατο καὶ ἕλικας βοῦς.
  19. οἳ δὲ τάχα προγένοντο, δύω δʼ ἅμʼ ἕποντο νομῆες
  20. τερπόμενοι σύριγξι· δόλον δʼ οὔ τι προνόησαν.
  21. οἳ μὲν τὰ προϊδόντες ἐπέδραμον, ὦκα δʼ ἔπειτα
  22. τάμνοντʼ ἀμφὶ βοῶν ἀγέλας καὶ πώεα καλὰ
  23. ἀργεννέων οἰῶν, κτεῖνον δʼ ἐπὶ μηλοβοτῆρας.
  24. οἳ δʼ ὡς οὖν ἐπύθοντο πολὺν κέλαδον παρὰ βουσὶν
  25. εἰράων προπάροιθε καθήμενοι, αὐτίκʼ ἐφʼ ἵππων
  26. βάντες ἀερσιπόδων μετεκίαθον, αἶψα δʼ ἵκοντο.
  27. στησάμενοι δʼ ἐμάχοντο μάχην ποταμοῖο παρʼ ὄχθας,
  28. βάλλον δʼ ἀλλήλους χαλκήρεσιν ἐγχείῃσιν.
  29. ἐν δʼ Ἔρις ἐν δὲ Κυδοιμὸς ὁμίλεον, ἐν δʼ ὀλοὴ Κήρ,
  30. ἄλλον ζωὸν ἔχουσα νεούτατον, ἄλλον ἄουτον,
  31. ἄλλον τεθνηῶτα κατὰ μόθον ἕλκε ποδοῖιν·
  32. εἷμα δʼ ἔχʼ ἀμφʼ ὤμοισι δαφοινεὸν αἵματι φωτῶν.
  33. ὡμίλευν δʼ ὥς τε ζωοὶ βροτοὶ ἠδʼ ἐμάχοντο,
  34. νεκρούς τʼ ἀλλήλων ἔρυον κατατεθνηῶτας.
  35. ἐν δʼ ἐτίθει νειὸν μαλακὴν πίειραν ἄρουραν
  36. εὐρεῖαν τρίπολον· πολλοὶ δʼ ἀροτῆρες ἐν αὐτῇ
  37. ζεύγεα δινεύοντες ἐλάστρεον ἔνθα καὶ ἔνθα.
  38. οἳ δʼ ὁπότε στρέψαντες ἱκοίατο τέλσον ἀρούρης,
  39. τοῖσι δʼ ἔπειτʼ ἐν χερσὶ δέπας μελιηδέος οἴνου
  40. δόσκεν ἀνὴρ ἐπιών· τοὶ δὲ στρέψασκον ἀνʼ ὄγμους,
  41. ἱέμενοι νειοῖο βαθείης τέλσον ἱκέσθαι.
  42. ἣ δὲ μελαίνετʼ ὄπισθεν, ἀρηρομένῃ δὲ ἐῴκει,
  43. χρυσείη περ ἐοῦσα· τὸ δὴ περὶ θαῦμα τέτυκτο.
  44. ἐν δʼ ἐτίθει τέμενος βασιλήϊον· ἔνθα δʼ ἔριθοι
  45. ἤμων ὀξείας δρεπάνας ἐν χερσὶν ἔχοντες.
  46. δράγματα δʼ ἄλλα μετʼ ὄγμον ἐπήτριμα πῖπτον ἔραζε,
  47. ἄλλα δʼ ἀμαλλοδετῆρες ἐν ἐλλεδανοῖσι δέοντο.
  48. τρεῖς δʼ ἄρʼ ἀμαλλοδετῆρες ἐφέστασαν· αὐτὰρ ὄπισθε
  49. παῖδες δραγμεύοντες ἐν ἀγκαλίδεσσι φέροντες
  50. ἀσπερχὲς πάρεχον· βασιλεὺς δʼ ἐν τοῖσι σιωπῇ
  51. σκῆπτρον ἔχων ἑστήκει ἐπʼ ὄγμου γηθόσυνος κῆρ.
  52. κήρυκες δʼ ἀπάνευθεν ὑπὸ δρυῒ δαῖτα πένοντο,
  53. βοῦν δʼ ἱερεύσαντες μέγαν ἄμφεπον· αἳ δὲ γυναῖκες
  54. δεῖπνον ἐρίθοισιν λεύκʼ ἄλφιτα πολλὰ πάλυνον.
  55. ἐν δʼ ἐτίθει σταφυλῇσι μέγα βρίθουσαν ἀλωὴν
  56. καλὴν χρυσείην· μέλανες δʼ ἀνὰ βότρυες ἦσαν,
  57. ἑστήκει δὲ κάμαξι διαμπερὲς ἀργυρέῃσιν.
  58. ἀμφὶ δὲ κυανέην κάπετον, περὶ δʼ ἕρκος ἔλασσε
  59. κασσιτέρου· μία δʼ οἴη ἀταρπιτὸς ἦεν ἐπʼ αὐτήν,
  60. τῇ νίσοντο φορῆες ὅτε τρυγόῳεν ἀλωήν.
  61. παρθενικαὶ δὲ καὶ ἠΐθεοι ἀταλὰ φρονέοντες
  62. πλεκτοῖς ἐν ταλάροισι φέρον μελιηδέα καρπόν.
  63. τοῖσιν δʼ ἐν μέσσοισι πάϊς φόρμιγγι λιγείῃ
  64. ἱμερόεν κιθάριζε, λίνον δʼ ὑπὸ καλὸν ἄειδε
  65. λεπταλέῃ φωνῇ· τοὶ δὲ ῥήσσοντες ἁμαρτῇ
  66. μολπῇ τʼ ἰυγμῷ τε ποσὶ σκαίροντες ἕποντο.
  67. ἐν δʼ ἀγέλην ποίησε βοῶν ὀρθοκραιράων·
  68. αἳ δὲ βόες χρυσοῖο τετεύχατο κασσιτέρου τε,
  69. μυκηθμῷ δʼ ἀπὸ κόπρου ἐπεσσεύοντο νομὸν δὲ
  70. πὰρ ποταμὸν κελάδοντα, παρὰ ῥοδανὸν δονακῆα.
  71. χρύσειοι δὲ νομῆες ἅμʼ ἐστιχόωντο βόεσσι
  72. τέσσαρες, ἐννέα δέ σφι κύνες πόδας ἀργοὶ ἕποντο.
  73. σμερδαλέω δὲ λέοντε δύʼ ἐν πρώτῃσι βόεσσι
  74. ταῦρον ἐρύγμηλον ἐχέτην· ὃ δὲ μακρὰ μεμυκὼς
  75. ἕλκετο· τὸν δὲ κύνες μετεκίαθον ἠδʼ αἰζηοί.
  76. τὼ μὲν ἀναρρήξαντε βοὸς μεγάλοιο βοείην
  77. ἔγκατα καὶ μέλαν αἷμα λαφύσσετον· οἳ δὲ νομῆες
  78. αὔτως ἐνδίεσαν ταχέας κύνας ὀτρύνοντες.
  79. οἳ δʼ ἤτοι δακέειν μὲν ἀπετρωπῶντο λεόντων,
  80. ἱστάμενοι δὲ μάλʼ ἐγγὺς ὑλάκτεον ἔκ τʼ ἀλέοντο.
  81. ἐν δὲ νομὸν ποίησε περικλυτὸς ἀμφιγυήεις
  82. ἐν καλῇ βήσσῃ μέγαν οἰῶν ἀργεννάων,
  83. σταθμούς τε κλισίας τε κατηρεφέας ἰδὲ σηκούς.
  84. ἐν δὲ χορὸν ποίκιλλε περικλυτὸς ἀμφιγυήεις,
  85. τῷ ἴκελον οἷόν ποτʼ ἐνὶ Κνωσῷ εὐρείῃ
  86. Δαίδαλος ἤσκησεν καλλιπλοκάμῳ Ἀριάδνῃ.
  87. ἔνθα μὲν ἠΐθεοι καὶ παρθένοι ἀλφεσίβοιαι
  88. ὀρχεῦντʼ ἀλλήλων ἐπὶ καρπῷ χεῖρας ἔχοντες.
  89. τῶν δʼ αἳ μὲν λεπτὰς ὀθόνας ἔχον, οἳ δὲ χιτῶνας
  90. εἵατʼ ἐϋννήτους, ἦκα στίλβοντας ἐλαίῳ·
  91. καί ῥʼ αἳ μὲν καλὰς στεφάνας ἔχον, οἳ δὲ μαχαίρας
  92. εἶχον χρυσείας ἐξ ἀργυρέων τελαμώνων.
  93. οἳ δʼ ὁτὲ μὲν θρέξασκον ἐπισταμένοισι πόδεσσι
  94. ῥεῖα μάλʼ, ὡς ὅτε τις τροχὸν ἄρμενον ἐν παλάμῃσιν
  95. ἑζόμενος κεραμεὺς πειρήσεται, αἴ κε θέῃσιν·
  96. ἄλλοτε δʼ αὖ θρέξασκον ἐπὶ στίχας ἀλλήλοισι.
  97. πολλὸς δʼ ἱμερόεντα χορὸν περιίσταθʼ ὅμιλος
  98. τερπόμενοι· μετὰ δέ σφιν ἐμέλπετο θεῖος ἀοιδὸς
  99. φορμίζων· δοιὼ δὲ κυβιστητῆρε κατ' αὐτοὺς
  100. μολπῆς ἐξάρχοντες ἐδίνευον κατὰ μέσσους.
  101. ἐν δʼ ἐτίθει ποταμοῖο μέγα σθένος Ὠκεανοῖο
  102. ἄντυγα πὰρ πυμάτην σάκεος πύκα ποιητοῖο.
  103. αὐτὰρ ἐπεὶ δὴ τεῦξε σάκος μέγα τε στιβαρόν τε,
  104. τεῦξʼ ἄρα οἱ θώρηκα φαεινότερον πυρὸς αὐγῆς,
  105. τεῦξε δέ οἱ κόρυθα βριαρὴν κροτάφοις ἀραρυῖαν
  106. καλὴν δαιδαλέην, ἐπὶ δὲ χρύσεον λόφον ἧκε,
  107. τεῦξε δέ οἱ κνημῖδας ἑανοῦ κασσιτέροιο.
  108. αὐτὰρ ἐπεὶ πάνθʼ ὅπλα κάμε κλυτὸς ἀμφιγυήεις,
  109. μητρὸς Ἀχιλλῆος θῆκε προπάροιθεν ἀείρας.
  110. ἣ δʼ ἴρηξ ὣς ἆλτο κατʼ Οὐλύμπου νιφόεντος
  111. τεύχεα μαρμαίροντα παρʼ Ἡφαίστοιο φέρουσα.
  1. Ἠὼς μὲν κροκόπεπλος ἀπʼ Ὠκεανοῖο ῥοάων
  2. ὄρνυθʼ, ἵνʼ ἀθανάτοισι φόως φέροι ἠδὲ βροτοῖσιν·
  3. ἣ δʼ ἐς νῆας ἵκανε θεοῦ πάρα δῶρα φέρουσα.
  4. εὗρε δὲ Πατρόκλῳ περικείμενον ὃν φίλον υἱὸν
  5. κλαίοντα λιγέως· πολέες δʼ ἀμφʼ αὐτὸν ἑταῖροι
  6. μύρονθʼ· ἣ δʼ ἐν τοῖσι παρίστατο δῖα θεάων,
  7. ἔν τʼ ἄρα οἱ φῦ χειρὶ ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζε·
  8. τέκνον ἐμὸν τοῦτον μὲν ἐάσομεν ἀχνύμενοί περ
  9. κεῖσθαι, ἐπεὶ δὴ πρῶτα θεῶν ἰότητι δαμάσθη·
  10. τύνη δʼ Ἡφαίστοιο πάρα κλυτὰ τεύχεα δέξο
  11. καλὰ μάλʼ, οἷʼ οὔ πώ τις ἀνὴρ ὤμοισι φόρησεν.
  12. ὡς ἄρα φωνήσασα θεὰ κατὰ τεύχεʼ ἔθηκε
  13. πρόσθεν Ἀχιλλῆος· τὰ δʼ ἀνέβραχε δαίδαλα πάντα.
  14. Μυρμιδόνας δʼ ἄρα πάντας ἕλε τρόμος, οὐδέ τις ἔτλη
  15. ἄντην εἰσιδέειν, ἀλλʼ ἔτρεσαν. αὐτὰρ Ἀχιλλεὺς
  16. ὡς εἶδʼ, ὥς μιν μᾶλλον ἔδυ χόλος, ἐν δέ οἱ ὄσσε
  17. δεινὸν ὑπὸ βλεφάρων ὡς εἰ σέλας ἐξεφάανθεν·
  18. τέρπετο δʼ ἐν χείρεσσιν ἔχων θεοῦ ἀγλαὰ δῶρα.
  19. αὐτὰρ ἐπεὶ φρεσὶν ᾗσι τετάρπετο δαίδαλα λεύσσων
  20. αὐτίκα μητέρα ἣν ἔπεα πτερόεντα προσηύδα·
  21. μῆτερ ἐμὴ τὰ μὲν ὅπλα θεὸς πόρεν οἷʼ ἐπιεικὲς
  22. ἔργʼ ἔμεν ἀθανάτων, μὴ δὲ βροτὸν ἄνδρα τελέσσαι.
  23. νῦν δʼ ἤτοι μὲν ἐγὼ θωρήξομαι· ἀλλὰ μάλʼ αἰνῶς
  24. δείδω μή μοι τόφρα Μενοιτίου ἄλκιμον υἱὸν
  25. μυῖαι καδδῦσαι κατὰ χαλκοτύπους ὠτειλὰς
  26. εὐλὰς ἐγγείνωνται, ἀεικίσσωσι δὲ νεκρόν,
  27. ἐκ δʼ αἰὼν πέφαται, κατὰ δὲ χρόα πάντα σαπήῃ.
  28. τὸν δʼ ἠμείβετʼ ἔπειτα θεὰ Θέτις ἀργυρόπεζα·
  29. τέκνον μή τοι ταῦτα μετὰ φρεσὶ σῇσι μελόντων.
  30. τῷ μὲν ἐγὼ πειρήσω ἀλαλκεῖν ἄγρια φῦλα
  31. μυίας, αἵ ῥά τε φῶτας ἀρηϊφάτους κατέδουσιν·
  32. ἤν περ γὰρ κεῖταί γε τελεσφόρον εἰς ἐνιαυτόν,
  33. αἰεὶ τῷ γʼ ἔσται χρὼς ἔμπεδος, ἢ καὶ ἀρείων.
  34. ἀλλὰ σύ γʼ εἰς ἀγορὴν καλέσας ἥρωας Ἀχαιοὺς
  35. μῆνιν ἀποειπὼν Ἀγαμέμνονι ποιμένι λαῶν
  36. αἶψα μάλʼ ἐς πόλεμον θωρήσσεο, δύσεο δʼ ἀλκήν.
  37. ὣς ἄρα φωνήσασα μένος πολυθαρσὲς ἐνῆκε,
  38. Πατρόκλῳ δʼ αὖτʼ ἀμβροσίην καὶ νέκταρ ἐρυθρὸν
  39. στάξε κατὰ ῥινῶν, ἵνα οἱ χρὼς ἔμπεδος εἴη.
  40. αὐτὰρ ὃ βῆ παρὰ θῖνα θαλάσσης δῖος Ἀχιλλεὺς
  41. σμερδαλέα ἰάχων, ὦρσεν δʼ ἥρωας Ἀχαιούς.
  42. καί ῥʼ οἵ περ τὸ πάρος γε νεῶν ἐν ἀγῶνι μένεσκον
  43. οἵ τε κυβερνῆται καὶ ἔχον οἰήϊα νηῶν
  44. καὶ ταμίαι παρὰ νηυσὶν ἔσαν σίτοιο δοτῆρες,
  45. καὶ μὴν οἳ τότε γʼ εἰς ἀγορὴν ἴσαν, οὕνεκʼ Ἀχιλλεὺς
  46. ἐξεφάνη, δηρὸν δὲ μάχης ἐπέπαυτʼ ἀλεγεινῆς.
  47. τὼ δὲ δύω σκάζοντε βάτην Ἄρεος θεράποντε
  48. Τυδεΐδης τε μενεπτόλεμος καὶ δῖος Ὀδυσσεὺς
  49. ἔγχει ἐρειδομένω· ἔτι γὰρ ἔχον ἕλκεα λυγρά·
  50. κὰδ δὲ μετὰ πρώτῃ ἀγορῇ ἵζοντο κιόντες.
  51. αὐτὰρ ὃ δεύτατος ἦλθεν ἄναξ ἀνδρῶν Ἀγαμέμνων
  52. ἕλκος ἔχων· καὶ γὰρ τὸν ἐνὶ κρατερῇ ὑσμίνῃ
  53. οὖτα Κόων Ἀντηνορίδης χαλκήρεϊ δουρί.
  54. αὐτὰρ ἐπεὶ δὴ πάντες ἀολλίσθησαν Ἀχαιοί,
  55. τοῖσι δʼ ἀνιστάμενος μετέφη πόδας ὠκὺς Ἀχιλλεύς·
  56. Ἀτρεΐδη ἦ ἄρ τι τόδʼ ἀμφοτέροισιν ἄρειον
  57. ἔπλετο σοὶ καὶ ἐμοί, ὅ τε νῶΐ περ ἀχνυμένω κῆρ
  58. θυμοβόρῳ ἔριδι μενεήναμεν εἵνεκα κούρης;
  59. τὴν ὄφελʼ ἐν νήεσσι κατακτάμεν Ἄρτεμις ἰῷ
  60. ἤματι τῷ ὅτʼ ἐγὼν ἑλόμην Λυρνησσὸν ὀλέσσας·
  61. τώ κʼ οὐ τόσσοι Ἀχαιοὶ ὀδὰξ ἕλον ἄσπετον οὖδας
  62. δυσμενέων ὑπὸ χερσὶν ἐμεῦ ἀπομηνίσαντος.
  63. Ἕκτορι μὲν καὶ Τρωσὶ τὸ κέρδιον· αὐτὰρ Ἀχαιοὺς
  64. δηρὸν ἐμῆς καὶ σῆς ἔριδος μνήσεσθαι ὀΐω.
  65. ἀλλὰ τὰ μὲν προτετύχθαι ἐάσομεν ἀχνύμενοί περ
  66. θυμὸν ἐνὶ στήθεσσι φίλον δαμάσαντες ἀνάγκῃ·
  67. νῦν δʼ ἤτοι μὲν ἐγὼ παύω χόλον, οὐδέ τί με χρὴ
  68. ἀσκελέως αἰεὶ μενεαινέμεν· ἀλλʼ ἄγε θᾶσσον
  69. ὄτρυνον πόλεμον δὲ κάρη κομόωντας Ἀχαιούς,
  70. ὄφρʼ ἔτι καὶ Τρώων πειρήσομαι ἀντίον ἐλθὼν
  71. αἴ κʼ ἐθέλωσʼ ἐπὶ νηυσὶν ἰαύειν· ἀλλά τινʼ οἴω
  72. ἀσπασίως αὐτῶν γόνυ κάμψειν, ὅς κε φύγῃσι
  73. δηΐου ἐκ πολέμοιο ὑπʼ ἔγχεος ἡμετέροιο.
  74. ὣς ἔφαθʼ, οἳ δʼ ἐχάρησαν ἐϋκνήμιδες Ἀχαιοὶ
  75. μῆνιν ἀπειπόντος μεγαθύμου Πηλεΐωνος.
  76. τοῖσι δὲ καὶ μετέειπεν ἄναξ ἀνδρῶν Ἀγαμέμνων
  77. αὐτόθεν ἐξ ἕδρης, οὐδʼ ἐν μέσσοισιν ἀναστάς·
  78. ὦ φίλοι ἥρωες Δαναοὶ θεράποντες Ἄρηος
  79. ἑσταότος μὲν καλὸν ἀκούειν, οὐδὲ ἔοικεν
  80. ὑββάλλειν· χαλεπὸν γὰρ ἐπισταμένῳ περ ἐόντι.
  81. ἀνδρῶν δʼ ἐν πολλῷ ὁμάδῳ πῶς κέν τις ἀκούσαι
  82. ἢ εἴποι; βλάβεται δὲ λιγύς περ ἐὼν ἀγορητής.
  83. Πηλεΐδῃ μὲν ἐγὼν ἐνδείξομαι· αὐτὰρ οἱ ἄλλοι
  84. σύνθεσθʼ Ἀργεῖοι, μῦθόν τʼ εὖ γνῶτε ἕκαστος.
  85. πολλάκι δή μοι τοῦτον Ἀχαιοὶ μῦθον ἔειπον
  86. καί τέ με νεικείεσκον· ἐγὼ δʼ οὐκ αἴτιός εἰμι,
  87. ἀλλὰ Ζεὺς καὶ Μοῖρα καὶ ἠεροφοῖτις Ἐρινύς,
  88. οἵ τέ μοι εἰν ἀγορῇ φρεσὶν ἔμβαλον ἄγριον ἄτην,
  89. ἤματι τῷ ὅτʼ Ἀχιλλῆος γέρας αὐτὸς ἀπηύρων.
  90. ἀλλὰ τί κεν ῥέξαιμι; θεὸς διὰ πάντα τελευτᾷ.
  91. πρέσβα Διὸς θυγάτηρ Ἄτη, ἣ πάντας ἀᾶται,
  92. οὐλομένη· τῇ μέν θʼ ἁπαλοὶ πόδες· οὐ γὰρ ἐπʼ οὔδει
  93. πίλναται, ἀλλʼ ἄρα ἥ γε κατʼ ἀνδρῶν κράατα βαίνει
  94. βλάπτουσʼ ἀνθρώπους· κατὰ δʼ οὖν ἕτερόν γε πέδησε.
  95. καὶ γὰρ δή νύ ποτε Ζεὺς ἄσατο, τόν περ ἄριστον
  96. ἀνδρῶν ἠδὲ θεῶν φασʼ ἔμμεναι· ἀλλʼ ἄρα καὶ τὸν
  97. Ἥρη θῆλυς ἐοῦσα δολοφροσύνῃς ἀπάτησεν,
  98. ἤματι τῷ ὅτʼ ἔμελλε βίην Ἡρακληείην
  99. Ἀλκμήνη τέξεσθαι ἐϋστεφάνῳ ἐνὶ Θήβῃ.
  100. ἤτοι ὅ γʼ εὐχόμενος μετέφη πάντεσσι θεοῖσι·
  101. κέκλυτέ μευ πάντές τε θεοὶ πᾶσαί τε θέαιναι,
  102. ὄφρʼ εἴπω τά με θυμὸς ἐνὶ στήθεσσιν ἀνώγει.
  103. σήμερον ἄνδρα φόως δὲ μογοστόκος Εἰλείθυια
  104. ἐκφανεῖ, ὃς πάντεσσι περικτιόνεσσιν ἀνάξει,
  105. τῶν ἀνδρῶν γενεῆς οἵ θʼ αἵματος ἐξ ἐμεῦ εἰσί.
  106. τὸν δὲ δολοφρονέουσα προσηύδα πότνια Ἥρη·
  107. ψευστήσεις, οὐδʼ αὖτε τέλος μύθῳ ἐπιθήσεις.
  108. εἰ δʼ ἄγε νῦν μοι ὄμοσσον Ὀλύμπιε καρτερὸν ὅρκον,
  109. ἦ μὲν τὸν πάντεσσι περικτιόνεσσιν ἀνάξειν
  110. ὅς κεν ἐπʼ ἤματι τῷδε πέσῃ μετὰ ποσσὶ γυναικὸς
  111. τῶν ἀνδρῶν οἳ σῆς ἐξ αἵματός εἰσι γενέθλης.
  112. ὣς ἔφατο· Ζεὺς δʼ οὔ τι δολοφροσύνην ἐνόησεν,
  113. ἀλλʼ ὄμοσεν μέγαν ὅρκον, ἔπειτα δὲ πολλὸν ἀάσθη.
  114. Ἥρη δʼ ἀΐξασα λίπεν ῥίον Οὐλύμποιο,
  115. καρπαλίμως δʼ ἵκετʼ Ἄργος Ἀχαιικόν, ἔνθʼ ἄρα ᾔδη
  116. ἰφθίμην ἄλοχον Σθενέλου Περσηϊάδαο.
  117. ἣ δʼ ἐκύει φίλον υἱόν, ὃ δʼ ἕβδομος ἑστήκει μείς·
  118. ἐκ δʼ ἄγαγε πρὸ φόως δὲ καὶ ἠλιτόμηνον ἐόντα,
  119. Ἀλκμήνης δʼ ἀπέπαυσε τόκον, σχέθε δʼ Εἰλειθυίας.
  120. αὐτὴ δʼ ἀγγελέουσα Δία Κρονίωνα προσηύδα·
  121. Ζεῦ πάτερ ἀργικέραυνε ἔπος τί τοι ἐν φρεσὶ θήσω·
  122. ἤδη ἀνὴρ γέγονʼ ἐσθλὸς ὃς Ἀργείοισιν ἀνάξει
  123. Εὐρυσθεὺς Σθενέλοιο πάϊς Περσηϊάδαο
  124. σὸν γένος· οὔ οἱ ἀεικὲς ἀνασσέμεν Ἀργείοισιν.
  125. ὣς φάτο, τὸν δʼ ἄχος ὀξὺ κατὰ φρένα τύψε βαθεῖαν·
  126. αὐτίκα δʼ εἷλʼ Ἄτην κεφαλῆς λιπαροπλοκάμοιο
  127. χωόμενος φρεσὶν ᾗσι, καὶ ὤμοσε καρτερὸν ὅρκον
  128. μή ποτʼ ἐς Οὔλυμπόν τε καὶ οὐρανὸν ἀστερόεντα
  129. αὖτις ἐλεύσεσθαι Ἄτην, ἣ πάντας ἀᾶται.
  130. ὣς εἰπὼν ἔρριψεν ἀπʼ οὐρανοῦ ἀστερόεντος
  131. χειρὶ περιστρέψας· τάχα δʼ ἵκετο ἔργʼ ἀνθρώπων.
  132. τὴν αἰεὶ στενάχεσχʼ ὅθʼ ἑὸν φίλον υἱὸν ὁρῷτο
  133. ἔργον ἀεικὲς ἔχοντα ὑπʼ Εὐρυσθῆος ἀέθλων.
  134. ὣς καὶ ἐγών, ὅτε δʼ αὖτε μέγας κορυθαίολος Ἕκτωρ
  135. Ἀργείους ὀλέκεσκεν ἐπὶ πρυμνῇσι νέεσσιν,
  136. οὐ δυνάμην λελαθέσθʼ Ἄτης ᾗ πρῶτον ἀάσθην.
  137. ἀλλʼ ἐπεὶ ἀασάμην καί μευ φρένας ἐξέλετο Ζεύς,
  138. ἂψ ἐθέλω ἀρέσαι, δόμεναί τʼ ἀπερείσιʼ ἄποινα·
  139. ἀλλʼ ὄρσευ πόλεμον δὲ καὶ ἄλλους ὄρνυθι λαούς.
  140. δῶρα δʼ ἐγὼν ὅδε πάντα παρασχέμεν ὅσσά τοι ἐλθὼν
  141. χθιζὸς ἐνὶ κλισίῃσιν ὑπέσχετο δῖος Ὀδυσσεύς.
  142. εἰ δʼ ἐθέλεις, ἐπίμεινον ἐπειγόμενός περ Ἄρηος,
  143. δῶρα δέ τοι θεράποντες ἐμῆς παρὰ νηὸς ἑλόντες
  144. οἴσουσʼ, ὄφρα ἴδηαι ὅ τοι μενοεικέα δώσω.
  145. τὸν δʼ ἀπαμειβόμενος προσέφη πόδας ὠκὺς Ἀχιλλεύς·
  146. Ἀτρεΐδη κύδιστε ἄναξ ἀνδρῶν Ἀγάμεμνον
  147. δῶρα μὲν αἴ κʼ ἐθέλῃσθα παρασχέμεν, ὡς ἐπιεικές,
  148. ἤ τʼ ἐχέμεν παρὰ σοί· νῦν δὲ μνησώμεθα χάρμης
  149. αἶψα μάλʼ· οὐ γὰρ χρὴ κλοτοπεύειν ἐνθάδʼ ἐόντας
  150. οὐδὲ διατρίβειν· ἔτι γὰρ μέγα ἔργον ἄρεκτον·
  151. ὥς κέ τις αὖτʼ Ἀχιλῆα μετὰ πρώτοισιν ἴδηται
  152. ἔγχεϊ χαλκείῳ Τρώων ὀλέκοντα φάλαγγας.
  153. ὧδέ τις ὑμείων μεμνημένος ἀνδρὶ μαχέσθω.
  154. τὸν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς·
  155. μὴ δʼ οὕτως, ἀγαθός περ ἐών, θεοείκελʼ Ἀχιλλεῦ
  156. νήστιας ὄτρυνε προτὶ Ἴλιον υἷας Ἀχαιῶν
  157. Τρωσὶ μαχησομένους, ἐπεὶ οὐκ ὀλίγον χρόνον ἔσται
  158. φύλοπις, εὖτʼ ἂν πρῶτον ὁμιλήσωσι φάλαγγες
  159. ἀνδρῶν, ἐν δὲ θεὸς πνεύσῃ μένος ἀμφοτέροισιν.
  160. ἀλλὰ πάσασθαι ἄνωχθι θοῇς ἐπὶ νηυσὶν Ἀχαιοὺς
  161. σίτου καὶ οἴνοιο· τὸ γὰρ μένος ἐστὶ καὶ ἀλκή.
  162. οὐ γὰρ ἀνὴρ πρόπαν ἦμαρ ἐς ἠέλιον καταδύντα
  163. ἄκμηνος σίτοιο δυνήσεται ἄντα μάχεσθαι·
  164. εἴ περ γὰρ θυμῷ γε μενοινάᾳ πολεμίζειν,
  165. ἀλλά τε λάθρῃ γυῖα βαρύνεται, ἠδὲ κιχάνει
  166. δίψά τε καὶ λιμός, βλάβεται δέ τε γούνατʼ ἰόντι.
  167. ὃς δέ κʼ ἀνὴρ οἴνοιο κορεσσάμενος καὶ ἐδωδῆς
  168. ἀνδράσι δυσμενέεσσι πανημέριος πολεμίζῃ,
  169. θαρσαλέον νύ οἱ ἦτορ ἐνὶ φρεσίν, οὐδέ τι γυῖα
  170. πρὶν κάμνει πρὶν πάντας ἐρωῆσαι πολέμοιο.
  171. ἀλλʼ ἄγε λαὸν μὲν σκέδασον καὶ δεῖπνον ἄνωχθι
  172. ὅπλεσθαι· τὰ δὲ δῶρα ἄναξ ἀνδρῶν Ἀγαμέμνων
  173. οἰσέτω ἐς μέσσην ἀγορήν, ἵνα πάντες Ἀχαιοὶ
  174. ὀφθαλμοῖσιν ἴδωσι, σὺ δὲ φρεσὶ σῇσιν ἰανθῇς.
  175. ὀμνυέτω δέ τοι ὅρκον ἐν Ἀργείοισιν ἀναστὰς
  176. μή ποτε τῆς εὐνῆς ἐπιβήμεναι ἠδὲ μιγῆναι·
  177. ἣ θέμις ἐστὶν ἄναξ ἤ τʼ ἀνδρῶν ἤ τε γυναικῶν·
  178. καὶ δὲ σοὶ αὐτῷ θυμὸς ἐνὶ φρεσὶν ἵλαος ἔστω.
  179. αὐτὰρ ἔπειτά σε δαιτὶ ἐνὶ κλισίῃς ἀρεσάσθω
  180. πιείρῃ, ἵνα μή τι δίκης ἐπιδευὲς ἔχῃσθα.
  181. Ἀτρεΐδη σὺ δʼ ἔπειτα δικαιότερος καὶ ἐπʼ ἄλλῳ
  182. ἔσσεαι. οὐ μὲν γάρ τι νεμεσσητὸν βασιλῆα
  183. ἄνδρʼ ἀπαρέσσασθαι ὅτε τις πρότερος χαλεπήνῃ.
  184. τὸν δʼ αὖτε προσέειπεν ἄναξ ἀνδρῶν Ἀγαμέμνων·
  185. χαίρω σεῦ Λαερτιάδη τὸν μῦθον ἀκούσας·
  186. ἐν μοίρῃ γὰρ πάντα διίκεο καὶ κατέλεξας.
  187. ταῦτα δʼ ἐγὼν ἐθέλω ὀμόσαι, κέλεται δέ με θυμός,
  188. οὐδʼ ἐπιορκήσω πρὸς δαίμονος. αὐτὰρ Ἀχιλλεὺς
  189. μιμνέτω αὐτόθι τεῖος ἐπειγόμενός περ Ἄρηος·
  190. μίμνετε δʼ ἄλλοι πάντες ἀολλέες, ὄφρά κε δῶρα
  191. ἐκ κλισίης ἔλθῃσι καὶ ὅρκια πιστὰ τάμωμεν.
  192. σοὶ δʼ αὐτῷ τόδʼ ἐγὼν ἐπιτέλλομαι ἠδὲ κελεύω·
  193. κρινάμενος κούρητας ἀριστῆας Παναχαιῶν
  194. δῶρα ἐμῆς παρὰ νηὸς ἐνεικέμεν, ὅσσʼ Ἀχιλῆϊ
  195. χθιζὸν ὑπέστημεν δώσειν, ἀγέμεν τε γυναῖκας.
  196. Ταλθύβιος δέ μοι ὦκα κατὰ στρατὸν εὐρὺν Ἀχαιῶν
  197. κάπρον ἑτοιμασάτω ταμέειν Διί τʼ Ἠελίῳ τε.
  198. τὸν δʼ ἀπαμειβόμενος προσέφη πόδας ὠκὺς Ἀχιλλεύς·
  199. Ἀτρεΐδη κύδιστε ἄναξ ἀνδρῶν Ἀγάμεμνον
  200. ἄλλοτέ περ καὶ μᾶλλον ὀφέλλετε ταῦτα πένεσθαι,
  201. ὁππότε τις μεταπαυσωλὴ πολέμοιο γένηται
  202. καὶ μένος οὐ τόσον ᾖσιν ἐνὶ στήθεσσιν ἐμοῖσι.
  203. νῦν δʼ οἳ μὲν κέαται δεδαϊγμένοι, οὓς ἐδάμασσεν
  204. Ἕκτωρ Πριαμίδης, ὅτε οἱ Ζεὺς κῦδος ἔδωκεν,
  205. ὑμεῖς δʼ ἐς βρωτὺν ὀτρύνετον· ἦ τʼ ἂν ἔγωγε
  206. νῦν μὲν ἀνώγοιμι πτολεμίζειν υἷας Ἀχαιῶν
  207. νήστιας ἀκμήνους, ἅμα δʼ ἠελίῳ καταδύντι
  208. τεύξεσθαι μέγα δόρπον, ἐπὴν τεισαίμεθα λώβην.
  209. πρὶν δʼ οὔ πως ἂν ἔμοιγε φίλον κατὰ λαιμὸν ἰείη
  210. οὐ πόσις οὐδὲ βρῶσις ἑταίρου τεθνηῶτος
  211. ὅς μοι ἐνὶ κλισίῃ δεδαϊγμένος ὀξέϊ χαλκῷ
  212. κεῖται ἀνὰ πρόθυρον τετραμμένος, ἀμφὶ δʼ ἑταῖροι
  213. μύρονται· τό μοι οὔ τι μετὰ φρεσὶ ταῦτα μέμηλεν,
  214. ἀλλὰ φόνος τε καὶ αἷμα καὶ ἀργαλέος στόνος ἀνδρῶν.
  215. τὸν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς·
  216. ὦ Ἀχιλεῦ Πηλῆος υἱὲ μέγα φέρτατʼ Ἀχαιῶν,
  217. κρείσσων εἰς ἐμέθεν καὶ φέρτερος οὐκ ὀλίγον περ
  218. ἔγχει, ἐγὼ δέ κε σεῖο νοήματί γε προβαλοίμην
  219. πολλόν, ἐπεὶ πρότερος γενόμην καὶ πλείονα οἶδα.
  220. τώ τοι ἐπιτλήτω κραδίη μύθοισιν ἐμοῖσιν.
  221. αἶψά τε φυλόπιδος πέλεται κόρος ἀνθρώποισιν,
  222. ἧς τε πλείστην μὲν καλάμην χθονὶ χαλκὸς ἔχευεν,
  223. ἄμητος δʼ ὀλίγιστος, ἐπὴν κλίνῃσι τάλαντα
  224. Ζεύς, ὅς τʼ ἀνθρώπων ταμίης πολέμοιο τέτυκται.
  225. γαστέρι δʼ οὔ πως ἔστι νέκυν πενθῆσαι Ἀχαιούς·
  226. λίην γὰρ πολλοὶ καὶ ἐπήτριμοι ἤματα πάντα
  227. πίπτουσιν· πότε κέν τις ἀναπνεύσειε πόνοιο;
  228. ἀλλὰ χρὴ τὸν μὲν καταθάπτειν ὅς κε θάνῃσι
  229. νηλέα θυμὸν ἔχοντας ἐπʼ ἤματι δακρύσαντας·
  230. ὅσσοι δʼ ἂν πολέμοιο περὶ στυγεροῖο λίπωνται
  231. μεμνῆσθαι πόσιος καὶ ἐδητύος, ὄφρʼ ἔτι μᾶλλον
  232. ἀνδράσι δυσμενέεσσι μαχώμεθα νωλεμὲς αἰεὶ
  233. ἑσσάμενοι χροῒ χαλκὸν ἀτειρέα. μηδέ τις ἄλλην
  234. λαῶν ὀτρυντὺν ποτιδέγμενος ἰσχαναάσθω·
  235. ἥδε γὰρ ὀτρυντὺς κακὸν ἔσσεται ὅς κε λίπηται
  236. νηυσὶν ἐπʼ Ἀργείων· ἀλλʼ ἀθρόοι ὁρμηθέντες
  237. Τρωσὶν ἐφʼ ἱπποδάμοισιν ἐγείρομεν ὀξὺν Ἄρηα.
  238. ἦ, καὶ Νέστορος υἷας ὀπάσσατο κυδαλίμοιο
  239. Φυλεΐδην τε Μέγητα Θόαντά τε Μηριόνην τε
  240. καὶ Κρειοντιάδην Λυκομήδεα καὶ Μελάνιππον·
  241. βὰν δʼ ἴμεν ἐς κλισίην Ἀγαμέμνονος Ἀτρεΐδαο.
  242. αὐτίκʼ ἔπειθʼ ἅμα μῦθος ἔην, τετέλεστο δὲ ἔργον·
  243. ἑπτὰ μὲν ἐκ κλισίης τρίποδας φέρον, οὕς οἱ ὑπέστη,
  244. αἴθωνας δὲ λέβητας ἐείκοσι, δώδεκα δʼ ἵππους·
  245. ἐκ δʼ ἄγον αἶψα γυναῖκας ἀμύμονα ἔργα ἰδυίας
  246. ἕπτʼ, ἀτὰρ ὀγδοάτην Βρισηΐδα καλλιπάρῃον.
  247. χρυσοῦ δὲ στήσας Ὀδυσεὺς δέκα πάντα τάλαντα
  248. ἦρχʼ, ἅμα δʼ ἄλλοι δῶρα φέρον κούρητες Ἀχαιῶν.
  249. καὶ τὰ μὲν ἐν μέσσῃ ἀγορῇ θέσαν, ἂν δʼ Ἀγαμέμνων
  250. ἵστατο· Ταλθύβιος δὲ θεῷ ἐναλίγκιος αὐδὴν
  251. κάπρον ἔχων ἐν χερσὶ παρίστατο ποιμένι λαῶν.
  252. Ἀτρεΐδης δὲ ἐρυσσάμενος χείρεσσι μάχαιραν,
  253. ἥ οἱ πὰρ ξίφεος μέγα κουλεὸν αἰὲν ἄωρτο,
  254. κάπρου ἀπὸ τρίχας ἀρξάμενος Διὶ χεῖρας ἀνασχὼν
  255. εὔχετο· τοὶ δʼ ἄρα πάντες ἐπʼ αὐτόφιν εἵατο σιγῇ
  256. Ἀργεῖοι κατὰ μοῖραν ἀκούοντες βασιλῆος.
  257. εὐξάμενος δʼ ἄρα εἶπεν ἰδὼν εἰς οὐρανὸν εὐρύν·
  258. ἴστω νῦν Ζεὺς πρῶτα θεῶν ὕπατος καὶ ἄριστος
  259. Γῆ τε καὶ Ἠέλιος καὶ Ἐρινύες, αἵ θʼ ὑπὸ γαῖαν
  260. ἀνθρώπους τίνυνται, ὅτις κʼ ἐπίορκον ὀμόσσῃ,
  261. μὴ μὲν ἐγὼ κούρῃ Βρισηΐδι χεῖρʼ ἐπένεικα,
  262. οὔτʼ εὐνῆς πρόφασιν κεχρημένος οὔτέ τευ ἄλλου.
  263. ἀλλʼ ἔμενʼ ἀπροτίμαστος ἐνὶ κλισίῃσιν ἐμῇσιν.
  264. εἰ δέ τι τῶνδʼ ἐπίορκον ἐμοὶ θεοὶ ἄλγεα δοῖεν
  265. πολλὰ μάλʼ, ὅσσα διδοῦσιν ὅτίς σφʼ ἀλίτηται ὀμόσσας.
  266. ἦ, καὶ ἀπὸ στόμαχον κάπρου τάμε νηλέϊ χαλκῷ.
  267. τὸν μὲν Ταλθύβιος πολιῆς ἁλὸς ἐς μέγα λαῖτμα
  268. ῥῖψʼ ἐπιδινήσας βόσιν ἰχθύσιν· αὐτὰρ Ἀχιλλεὺς
  269. ἀνστὰς Ἀργείοισι φιλοπτολέμοισι μετηύδα·
  270. Ζεῦ πάτερ ἦ μεγάλας ἄτας ἄνδρεσσι διδοῖσθα·
  271. οὐκ ἂν δή ποτε θυμὸν ἐνὶ στήθεσσιν ἐμοῖσιν
  272. Ἀτρεΐδης ὤρινε διαμπερές, οὐδέ κε κούρην
  273. ἦγεν ἐμεῦ ἀέκοντος ἀμήχανος· ἀλλά ποθι Ζεὺς
  274. ἤθελʼ Ἀχαιοῖσιν θάνατον πολέεσσι γενέσθαι.
  275. νῦν δʼ ἔρχεσθʼ ἐπὶ δεῖπνον, ἵνα ξυνάγωμεν Ἄρηα.
  276. ὣς ἄρʼ ἐφώνησεν, λῦσεν δʼ ἀγορὴν αἰψηρήν.
  277. οἳ μὲν ἄρʼ ἐσκίδναντο ἑὴν ἐπὶ νῆα ἕκαστος,
  278. δῶρα δὲ Μυρμιδόνες μεγαλήτορες ἀμφεπένοντο,
  279. βὰν δʼ ἐπὶ νῆα φέροντες Ἀχιλλῆος θείοιο.
  280. καὶ τὰ μὲν ἐν κλισίῃσι θέσαν, κάθισαν δὲ γυναῖκας,
  281. ἵππους δʼ εἰς ἀγέλην ἔλασαν θεράποντες ἀγαυοί.
  282. Βρισηῒς δʼ ἄρʼ ἔπειτʼ ἰκέλη χρυσέῃ Ἀφροδίτῃ
  283. ὡς ἴδε Πάτροκλον δεδαϊγμένον ὀξέϊ χαλκῷ,
  284. ἀμφʼ αὐτῷ χυμένη λίγʼ ἐκώκυε, χερσὶ δʼ ἄμυσσε
  285. στήθεά τʼ ἠδʼ ἁπαλὴν δειρὴν ἰδὲ καλὰ πρόσωπα.
  286. εἶπε δʼ ἄρα κλαίουσα γυνὴ ἐϊκυῖα θεῇσι·
  287. Πάτροκλέ μοι δειλῇ πλεῖστον κεχαρισμένε θυμῷ
  288. ζωὸν μέν σε ἔλειπον ἐγὼ κλισίηθεν ἰοῦσα,
  289. νῦν δέ σε τεθνηῶτα κιχάνομαι ὄρχαμε λαῶν
  290. ἂψ ἀνιοῦσʼ· ὥς μοι δέχεται κακὸν ἐκ κακοῦ αἰεί.
  291. ἄνδρα μὲν ᾧ ἔδοσάν με πατὴρ καὶ πότνια μήτηρ
  292. εἶδον πρὸ πτόλιος δεδαϊγμένον ὀξέϊ χαλκῷ,
  293. τρεῖς τε κασιγνήτους, τούς μοι μία γείνατο μήτηρ,
  294. κηδείους, οἳ πάντες ὀλέθριον ἦμαρ ἐπέσπον.
  295. οὐδὲ μὲν οὐδέ μʼ ἔασκες, ὅτʼ ἄνδρʼ ἐμὸν ὠκὺς Ἀχιλλεὺς
  296. ἔκτεινεν, πέρσεν δὲ πόλιν θείοιο Μύνητος,
  297. κλαίειν, ἀλλά μʼ ἔφασκες Ἀχιλλῆος θείοιο
  298. κουριδίην ἄλοχον θήσειν, ἄξειν τʼ ἐνὶ νηυσὶν
  299. ἐς Φθίην, δαίσειν δὲ γάμον μετὰ Μυρμιδόνεσσι.
  300. τώ σʼ ἄμοτον κλαίω τεθνηότα μείλιχον αἰεί.
  301. ὣς ἔφατο κλαίουσʼ, ἐπὶ δὲ στενάχοντο γυναῖκες
  302. Πάτροκλον πρόφασιν, σφῶν δʼ αὐτῶν κήδεʼ ἑκάστη.
  303. αὐτὸν δʼ ἀμφὶ γέροντες Ἀχαιῶν ἠγερέθοντο
  304. λισσόμενοι δειπνῆσαι· ὃ δʼ ἠρνεῖτο στεναχίζων·
  305. λίσσομαι, εἴ τις ἔμοιγε φίλων ἐπιπείθεθʼ ἑταίρων,
  306. μή με πρὶν σίτοιο κελεύετε μηδὲ ποτῆτος
  307. ἄσασθαι φίλον ἦτορ, ἐπεί μʼ ἄχος αἰνὸν ἱκάνει·
  308. δύντα δʼ ἐς ἠέλιον μενέω καὶ τλήσομαι ἔμπης.
  309. ὣς εἰπὼν ἄλλους μὲν ἀπεσκέδασεν βασιλῆας,
  310. δοιὼ δʼ Ἀτρεΐδα μενέτην καὶ δῖος Ὀδυσσεὺς
  311. Νέστωρ Ἰδομενεύς τε γέρων θʼ ἱππηλάτα Φοῖνιξ
  312. τέρποντες πυκινῶς ἀκαχήμενον· οὐδέ τι θυμῷ
  313. τέρπετο, πρὶν πολέμου στόμα δύμεναι αἱματόεντος.
  314. μνησάμενος δʼ ἁδινῶς ἀνενείκατο φώνησέν τε·
  315. ἦ ῥά νύ μοί ποτε καὶ σὺ δυσάμμορε φίλταθʼ ἑταίρων
  316. αὐτὸς ἐνὶ κλισίῃ λαρὸν παρὰ δεῖπνον ἔθηκας
  317. αἶψα καὶ ὀτραλέως, ὁπότε σπερχοίατʼ Ἀχαιοὶ
  318. Τρωσὶν ἐφʼ ἱπποδάμοισι φέρειν πολύδακρυν Ἄρηα.
  319. νῦν δὲ σὺ μὲν κεῖσαι δεδαϊγμένος, αὐτὰρ ἐμὸν κῆρ
  320. ἄκμηνον πόσιος καὶ ἐδητύος ἔνδον ἐόντων
  321. σῇ ποθῇ· οὐ μὲν γάρ τι κακώτερον ἄλλο πάθοιμι,
  322. οὐδʼ εἴ κεν τοῦ πατρὸς ἀποφθιμένοιο πυθοίμην,
  323. ὅς που νῦν Φθίηφι τέρεν κατὰ δάκρυον εἴβει
  324. χήτεϊ τοιοῦδʼ υἷος· ὃ δʼ ἀλλοδαπῷ ἐνὶ δήμῳ
  325. εἵνεκα ῥιγεδανῆς Ἑλένης Τρωσὶν πολεμίζω·
  326. ἠὲ τὸν ὃς Σκύρῳ μοι ἔνι τρέφεται φίλος υἱός,
  327. εἴ που ἔτι ζώει γε Νεοπτόλεμος θεοειδής.
  328. πρὶν μὲν γάρ μοι θυμὸς ἐνὶ στήθεσσιν ἐώλπει
  329. οἶον ἐμὲ φθίσεσθαι ἀπʼ Ἄργεος ἱπποβότοιο
  330. αὐτοῦ ἐνὶ Τροίῃ, σὲ δέ τε Φθίην δὲ νέεσθαι,
  331. ὡς ἄν μοι τὸν παῖδα θοῇ ἐνὶ νηῒ μελαίνῃ
  332. Σκυρόθεν ἐξαγάγοις καί οἱ δείξειας ἕκαστα
  333. κτῆσιν ἐμὴν δμῶάς τε καὶ ὑψερεφὲς μέγα δῶμα.
  334. ἤδη γὰρ Πηλῆά γʼ ὀΐομαι ἢ κατὰ πάμπαν
  335. τεθνάμεν, ἤ που τυτθὸν ἔτι ζώοντʼ ἀκάχησθαι
  336. γήραΐ τε στυγερῷ καὶ ἐμὴν ποτιδέγμενον αἰεὶ
  337. λυγρὴν ἀγγελίην, ὅτʼ ἀποφθιμένοιο πύθηται.
  338. ὣς ἔφατο κλαίων, ἐπὶ δὲ στενάχοντο γέροντες,
  339. μνησάμενοι τὰ ἕκαστος ἐνὶ μεγάροισιν ἔλειπον·
  340. μυρομένους δʼ ἄρα τούς γε ἰδὼν ἐλέησε Κρονίων,
  341. αἶψα δʼ Ἀθηναίην ἔπεα πτερόεντα προσηύδα·
  342. τέκνον ἐμόν, δὴ πάμπαν ἀποίχεαι ἀνδρὸς ἑῆος.
  343. ἦ νύ τοι οὐκέτι πάγχυ μετὰ φρεσὶ μέμβλετʼ Ἀχιλλεύς;
  344. κεῖνος ὅ γε προπάροιθε νεῶν ὀρθοκραιράων
  345. ἧσται ὀδυρόμενος ἕταρον φίλον· οἳ δὲ δὴ ἄλλοι
  346. οἴχονται μετὰ δεῖπνον, ὃ δʼ ἄκμηνος καὶ ἄπαστος.
  347. ἀλλʼ ἴθι οἱ νέκτάρ τε καὶ ἀμβροσίην ἐρατεινὴν
  348. στάξον ἐνὶ στήθεσσʼ, ἵνα μή μιν λιμὸς ἵκηται.
  349. ὣς εἰπὼν ὄτρυνε πάρος μεμαυῖαν Ἀθήνην·
  350. ἣ δʼ ἅρπῃ ἐϊκυῖα τανυπτέρυγι λιγυφώνῳ
  351. οὐρανοῦ ἐκκατεπᾶλτο διʼ αἰθέρος. αὐτὰρ Ἀχαιοὶ
  352. αὐτίκα θωρήσσοντο κατὰ στρατόν· ἣ δʼ Ἀχιλῆϊ
  353. νέκταρ ἐνὶ στήθεσσι καὶ ἀμβροσίην ἐρατεινὴν
  354. στάξʼ, ἵνα μή μιν λιμὸς ἀτερπὴς γούναθʼ ἵκοιτο·
  355. αὐτὴ δὲ πρὸς πατρὸς ἐρισθενέος πυκινὸν δῶ
  356. ᾤχετο, τοὶ δʼ ἀπάνευθε νεῶν ἐχέοντο θοάων.
  357. ὡς δʼ ὅτε ταρφειαὶ νιφάδες Διὸς ἐκποτέονται
  358. ψυχραὶ ὑπὸ ῥιπῆς αἰθρηγενέος Βορέαο,
  359. ὣς τότε ταρφειαὶ κόρυθες λαμπρὸν γανόωσαι
  360. νηῶν ἐκφορέοντο καὶ ἀσπίδες ὀμφαλόεσσαι
  361. θώρηκές τε κραταιγύαλοι καὶ μείλινα δοῦρα.
  362. αἴγλη δʼ οὐρανὸν ἷκε, γέλασσε δὲ πᾶσα περὶ χθὼν
  363. χαλκοῦ ὑπὸ στεροπῆς· ὑπὸ δὲ κτύπος ὄρνυτο ποσσὶν
  364. ἀνδρῶν· ἐν δὲ μέσοισι κορύσσετο δῖος Ἀχιλλεύς.
  365. τοῦ καὶ ὀδόντων μὲν καναχὴ πέλε, τὼ δέ οἱ ὄσσε
  366. λαμπέσθην ὡς εἴ τε πυρὸς σέλας, ἐν δέ οἱ ἦτορ
  367. δῦνʼ ἄχος ἄτλητον· ὃ δʼ ἄρα Τρωσὶν μενεαίνων
  368. δύσετο δῶρα θεοῦ, τά οἱ Ἥφαιστος κάμε τεύχων.
  369. κνημῖδας μὲν πρῶτα περὶ κνήμῃσιν ἔθηκε
  370. καλὰς ἀργυρέοισιν ἐπισφυρίοις ἀραρυίας·
  371. δεύτερον αὖ θώρηκα περὶ στήθεσσιν ἔδυνεν.
  372. ἀμφὶ δʼ ἄρʼ ὤμοισιν βάλετο ξίφος ἀργυρόηλον
  373. χάλκεον· αὐτὰρ ἔπειτα σάκος μέγα τε στιβαρόν τε
  374. εἵλετο, τοῦ δʼ ἀπάνευθε σέλας γένετʼ ἠΰτε μήνης.
  375. ὡς δʼ ὅτʼ ἂν ἐκ πόντοιο σέλας ναύτῃσι φανήῃ
  376. καιομένοιο πυρός, τό τε καίεται ὑψόθʼ ὄρεσφι
  377. σταθμῷ ἐν οἰοπόλῳ· τοὺς δʼ οὐκ ἐθέλοντας ἄελλαι
  378. πόντον ἐπʼ ἰχθυόεντα φίλων ἀπάνευθε φέρουσιν·
  379. ὣς ἀπʼ Ἀχιλλῆος σάκεος σέλας αἰθέρʼ ἵκανε
  380. καλοῦ δαιδαλέου· περὶ δὲ τρυφάλειαν ἀείρας
  381. κρατὶ θέτο βριαρήν· ἣ δʼ ἀστὴρ ὣς ἀπέλαμπεν
  382. ἵππουρις τρυφάλεια, περισσείοντο δʼ ἔθειραι
  383. χρύσεαι, ἃς Ἥφαιστος ἵει λόφον ἀμφὶ θαμειάς.
  384. πειρήθη δʼ ἕο αὐτοῦ ἐν ἔντεσι δῖος Ἀχιλλεύς,
  385. εἰ οἷ ἐφαρμόσσειε καὶ ἐντρέχοι ἀγλαὰ γυῖα·
  386. τῷ δʼ εὖτε πτερὰ γίγνετʼ, ἄειρε δὲ ποιμένα λαῶν.
  387. ἐκ δʼ ἄρα σύριγγος πατρώϊον ἐσπάσατʼ ἔγχος
  388. βριθὺ μέγα στιβαρόν· τὸ μὲν οὐ δύνατʼ ἄλλος Ἀχαιῶν
  389. πάλλειν, ἀλλά μιν οἶος ἐπίστατο πῆλαι Ἀχιλλεύς·
  390. Πηλιάδα μελίην, τὴν πατρὶ φίλῳ πόρε Χείρων
  391. Πηλίου ἐκ κορυφῆς φόνον ἔμμεναι ἡρώεσσιν·
  392. ἵππους δʼ Αὐτομέδων τε καὶ Ἄλκιμος ἀμφιέποντες
  393. ζεύγνυον· ἀμφὶ δὲ καλὰ λέπαδνʼ ἕσαν, ἐν δὲ χαλινοὺς
  394. γαμφηλῇς ἔβαλον, κατὰ δʼ ἡνία τεῖναν ὀπίσσω
  395. κολλητὸν ποτὶ δίφρον. ὃ δὲ μάστιγα φαεινὴν
  396. χειρὶ λαβὼν ἀραρυῖαν ἐφʼ ἵπποιιν ἀνόρουσεν
  397. Αὐτομέδων· ὄπιθεν δὲ κορυσσάμενος βῆ Ἀχιλλεὺς
  398. τεύχεσι παμφαίνων ὥς τʼ ἠλέκτωρ Ὑπερίων,
  399. σμερδαλέον δʼ ἵπποισιν ἐκέκλετο πατρὸς ἑοῖο·
  400. Ξάνθέ τε καὶ Βαλίε τηλεκλυτὰ τέκνα Ποδάργης
  401. ἄλλως δὴ φράζεσθε σαωσέμεν ἡνιοχῆα
  402. ἂψ Δαναῶν ἐς ὅμιλον ἐπεί χʼ ἕωμεν πολέμοιο,
  403. μηδʼ ὡς Πάτροκλον λίπετʼ αὐτόθι τεθνηῶτα.
  404. τὸν δʼ ἄρʼ ὑπὸ ζυγόφι προσέφη πόδας αἰόλος ἵππος
  405. Ξάνθος, ἄφαρ δʼ ἤμυσε καρήατι· πᾶσα δὲ χαίτη
  406. ζεύγλης ἐξεριποῦσα παρὰ ζυγὸν οὖδας ἵκανεν·
  407. αὐδήεντα δʼ ἔθηκε θεὰ λευκώλενος Ἥρη·
  408. καὶ λίην σʼ ἔτι νῦν γε σαώσομεν ὄβριμʼ Ἀχιλλεῦ·
  409. ἀλλά τοι ἐγγύθεν ἦμαρ ὀλέθριον· οὐδέ τοι ἡμεῖς
  410. αἴτιοι, ἀλλὰ θεός τε μέγας καὶ Μοῖρα κραταιή.
  411. οὐδὲ γὰρ ἡμετέρῃ βραδυτῆτί τε νωχελίῃ τε
  412. Τρῶες ἀπʼ ὤμοιιν Πατρόκλου τεύχεʼ ἕλοντο·
  413. ἀλλὰ θεῶν ὤριστος, ὃν ἠΰκομος τέκε Λητώ,
  414. ἔκτανʼ ἐνὶ προμάχοισι καὶ Ἕκτορι κῦδος ἔδωκε.
  415. νῶϊ δὲ καί κεν ἅμα πνοιῇ Ζεφύροιο θέοιμεν,
  416. ἥν περ ἐλαφροτάτην φάσʼ ἔμμεναι· ἀλλὰ σοὶ αὐτῷ
  417. μόρσιμόν ἐστι θεῷ τε καὶ ἀνέρι ἶφι δαμῆναι.
  418. ὣς ἄρα φωνήσαντος Ἐρινύες ἔσχεθον αὐδήν.
  419. τὸν δὲ μέγʼ ὀχθήσας προσέφη πόδας ὠκὺς Ἀχιλλεύς·
  420. Ξάνθε τί μοι θάνατον μαντεύεαι; οὐδέ τί σε χρή.
  421. εὖ νυ τὸ οἶδα καὶ αὐτὸς ὅ μοι μόρος ἐνθάδʼ ὀλέσθαι
  422. νόσφι φίλου πατρὸς καὶ μητέρος· ἀλλὰ καὶ ἔμπης
  423. οὐ λήξω πρὶν Τρῶας ἅδην ἐλάσαι πολέμοιο.
  424. ἦ ῥα, καὶ ἐν πρώτοις ἰάχων ἔχε μώνυχας ἵππους.
  1. ὣς οἳ μὲν παρὰ νηυσὶ κορωνίσι θωρήσσοντο
  2. ἀμφὶ σὲ Πηλέος υἱὲ μάχης ἀκόρητον Ἀχαιοί,
  3. Τρῶες δʼ αὖθʼ ἑτέρωθεν ἐπὶ θρωσμῷ πεδίοιο·
  4. Ζεὺς δὲ Θέμιστα κέλευσε θεοὺς ἀγορὴν δὲ καλέσσαι
  5. κρατὸς ἀπʼ Οὐλύμποιο πολυπτύχου· ἣ δʼ ἄρα πάντῃ
  6. φοιτήσασα κέλευσε Διὸς πρὸς δῶμα νέεσθαι.
  7. οὔτέ τις οὖν ποταμῶν ἀπέην νόσφʼ Ὠκεανοῖο,
  8. οὔτʼ ἄρα νυμφάων αἵ τʼ ἄλσεα καλὰ νέμονται
  9. καὶ πηγὰς ποταμῶν καὶ πίσεα ποιήεντα.
  10. ἐλθόντες δʼ ἐς δῶμα Διὸς νεφεληγερέταο
  11. ξεστῇς αἰθούσῃσιν ἐνίζανον, ἃς Διὶ πατρὶ
  12. Ἥφαιστος ποίησεν ἰδυίῃσι πραπίδεσσιν.
  13. ὣς οἳ μὲν Διὸς ἔνδον ἀγηγέρατʼ· οὐδʼ ἐνοσίχθων
  14. νηκούστησε θεᾶς, ἀλλʼ ἐξ ἁλὸς ἦλθε μετʼ αὐτούς,
  15. ἷζε δʼ ἄρʼ ἐν μέσσοισι, Διὸς δʼ ἐξείρετο βουλήν·
  16. τίπτʼ αὖτʼ ἀργικέραυνε θεοὺς ἀγορὴν δὲ κάλεσσας;
  17. ἦ τι περὶ Τρώων καὶ Ἀχαιῶν μερμηρίζεις;
  18. τῶν γὰρ νῦν ἄγχιστα μάχη πόλεμός τε δέδηε.
  19. τὸν δʼ ἀπαμειβόμενος προσέφη νεφεληγερέτα Ζεύς·
  20. ἔγνως ἐννοσίγαιε ἐμὴν ἐν στήθεσι βουλὴν
  21. ὧν ἕνεκα ξυνάγειρα· μέλουσί μοι ὀλλύμενοί περ.
  22. ἀλλʼ ἤτοι μὲν ἐγὼ μενέω πτυχὶ Οὐλύμποιο
  23. ἥμενος, ἔνθʼ ὁρόων φρένα τέρψομαι· οἳ δὲ δὴ ἄλλοι
  24. ἔρχεσθʼ ὄφρʼ ἂν ἵκησθε μετὰ Τρῶας καὶ Ἀχαιούς,
  25. ἀμφοτέροισι δʼ ἀρήγεθʼ ὅπῃ νόος ἐστὶν ἑκάστου.
  26. εἰ γὰρ Ἀχιλλεὺς οἶος ἐπὶ Τρώεσσι μαχεῖται
  27. οὐδὲ μίνυνθʼ ἕξουσι ποδώκεα Πηλεΐωνα.
  28. καὶ δέ τί μιν καὶ πρόσθεν ὑποτρομέεσκον ὁρῶντες·
  29. νῦν δʼ ὅτε δὴ καὶ θυμὸν ἑταίρου χώεται αἰνῶς
  30. δείδω μὴ καὶ τεῖχος ὑπέρμορον ἐξαλαπάξῃ.
  31. ὣς ἔφατο Κρονίδης, πόλεμον δʼ ἀλίαστον ἔγειρε.
  32. βὰν δʼ ἴμεναι πόλεμον δὲ θεοὶ δίχα θυμὸν ἔχοντες·
  33. Ἥρη μὲν μετʼ ἀγῶνα νεῶν καὶ Παλλὰς Ἀθήνη
  34. ἠδὲ Ποσειδάων γαιήοχος ἠδʼ ἐριούνης
  35. Ἑρμείας, ὃς ἐπὶ φρεσὶ πευκαλίμῃσι κέκασται·
  36. Ἥφαιστος δʼ ἅμα τοῖσι κίε σθένεϊ βλεμεαίνων
  37. χωλεύων, ὑπὸ δὲ κνῆμαι ῥώοντο ἀραιαί.
  38. ἐς δὲ Τρῶας Ἄρης κορυθαίολος, αὐτὰρ ἅμʼ αὐτῷ
  39. Φοῖβος ἀκερσεκόμης ἠδʼ Ἄρτεμις ἰοχέαιρα
  40. Λητώ τε Ξάνθός τε φιλομειδής τʼ Ἀφροδίτη.
  41. εἷος μέν ῥʼ ἀπάνευθε θεοὶ θνητῶν ἔσαν ἀνδρῶν,
  42. τεῖος Ἀχαιοὶ μὲν μέγα κύδανον, οὕνεκʼ Ἀχιλλεὺς
  43. ἐξεφάνη, δηρὸν δὲ μάχης ἐπέπαυτʼ ἀλεγεινῆς·
  44. Τρῶας δὲ τρόμος αἰνὸς ὑπήλυθε γυῖα ἕκαστον
  45. δειδιότας, ὅθʼ ὁρῶντο ποδώκεα Πηλεΐωνα
  46. τεύχεσι λαμπόμενον βροτολοιγῷ ἶσον Ἄρηϊ.
  47. αὐτὰρ ἐπεὶ μεθʼ ὅμιλον Ὀλύμπιοι ἤλυθον ἀνδρῶν,
  48. ὦρτο δʼ Ἔρις κρατερὴ λαοσσόος, αὖε δʼ Ἀθήνη
  49. στᾶσʼ ὁτὲ μὲν παρὰ τάφρον ὀρυκτὴν τείχεος ἐκτός,
  50. ἄλλοτʼ ἐπʼ ἀκτάων ἐριδούπων μακρὸν ἀΰτει.
  51. αὖε δʼ Ἄρης ἑτέρωθεν ἐρεμνῇ λαίλαπι ἶσος
  52. ὀξὺ κατʼ ἀκροτάτης πόλιος Τρώεσσι κελεύων,
  53. ἄλλοτε πὰρ Σιμόεντι θέων ἐπὶ Καλλικολώνῃ.
  54. ὣς τοὺς ἀμφοτέρους μάκαρες θεοὶ ὀτρύνοντες
  55. σύμβαλον, ἐν δʼ αὐτοῖς ἔριδα ῥήγνυντο βαρεῖαν·
  56. δεινὸν δὲ βρόντησε πατὴρ ἀνδρῶν τε θεῶν τε
  57. ὑψόθεν· αὐτὰρ νέρθε Ποσειδάων ἐτίναξε
  58. γαῖαν ἀπειρεσίην ὀρέων τʼ αἰπεινὰ κάρηνα.
  59. πάντες δʼ ἐσσείοντο πόδες πολυπίδακος Ἴδης
  60. καὶ κορυφαί, Τρώων τε πόλις καὶ νῆες Ἀχαιῶν.
  61. ἔδεισεν δʼ ὑπένερθεν ἄναξ ἐνέρων Ἀϊδωνεύς,
  62. δείσας δʼ ἐκ θρόνου ἆλτο καὶ ἴαχε, μή οἱ ὕπερθε
  63. γαῖαν ἀναρρήξειε Ποσειδάων ἐνοσίχθων,
  64. οἰκία δὲ θνητοῖσι καὶ ἀθανάτοισι φανείη
  65. σμερδαλέʼ εὐρώεντα, τά τε στυγέουσι θεοί περ·
  66. τόσσος ἄρα κτύπος ὦρτο θεῶν ἔριδι ξυνιόντων.
  67. ἤτοι μὲν γὰρ ἔναντα Ποσειδάωνος ἄνακτος
  68. ἵστατʼ Ἀπόλλων Φοῖβος ἔχων ἰὰ πτερόεντα,
  69. ἄντα δʼ Ἐνυαλίοιο θεὰ γλαυκῶπις Ἀθήνη·
  70. Ἥρῃ δʼ ἀντέστη χρυσηλάκατος κελαδεινὴ
  71. Ἄρτεμις ἰοχέαιρα κασιγνήτη ἑκάτοιο·
  72. Λητοῖ δʼ ἀντέστη σῶκος ἐριούνιος Ἑρμῆς,
  73. ἄντα δʼ ἄρʼ Ἡφαίστοιο μέγας ποταμὸς βαθυδίνης,
  74. ὃν Ξάνθον καλέουσι θεοί, ἄνδρες δὲ Σκάμανδρον.
  75. ὣς οἳ μὲν θεοὶ ἄντα θεῶν ἴσαν· αὐτὰρ Ἀχιλλεὺς
  76. Ἕκτορος ἄντα μάλιστα λιλαίετο δῦναι ὅμιλον
  77. Πριαμίδεω· τοῦ γάρ ῥα μάλιστά ἑ θυμὸς ἀνώγει
  78. αἵματος ἆσαι Ἄρηα ταλαύρινον πολεμιστήν.
  79. Αἰνείαν δʼ ἰθὺς λαοσσόος ὦρσεν Ἀπόλλων
  80. ἀντία Πηλεΐωνος, ἐνῆκε δέ οἱ μένος ἠΰ·
  81. υἱέϊ δὲ Πριάμοιο Λυκάονι εἴσατο φωνήν·
  82. τῷ μιν ἐεισάμενος προσέφη Διὸς υἱὸς Ἀπόλλων·
  83. Αἰνεία Τρώων βουληφόρε ποῦ τοι ἀπειλαὶ
  84. ἃς Τρώων βασιλεῦσιν ὑπίσχεο οἰνοποτάζων
  85. Πηλεΐδεω Ἀχιλῆος ἐναντίβιον πολεμίξειν;
  86. τὸν δʼ αὖτʼ Αἰνείας ἀπαμειβόμενος προσέειπε·
  87. Πριαμίδη τί με ταῦτα καὶ οὐκ ἐθέλοντα κελεύεις
  88. ἀντία Πηλεΐωνος ὑπερθύμοιο μάχεσθαι;
  89. οὐ μὲν γὰρ νῦν πρῶτα ποδώκεος ἄντʼ Ἀχιλῆος
  90. στήσομαι, ἀλλʼ ἤδη με καὶ ἄλλοτε δουρὶ φόβησεν
  91. ἐξ Ἴδης, ὅτε βουσὶν ἐπήλυθεν ἡμετέρῃσι,
  92. πέρσε δὲ Λυρνησσὸν καὶ Πήδασον· αὐτὰρ ἐμὲ Ζεὺς
  93. εἰρύσαθʼ, ὅς μοι ἐπῶρσε μένος λαιψηρά τε γοῦνα.
  94. ἦ κʼ ἐδάμην ὑπὸ χερσὶν Ἀχιλλῆος καὶ Ἀθήνης,
  95. ἥ οἱ πρόσθεν ἰοῦσα τίθει φάος ἠδʼ ἐκέλευεν
  96. ἔγχεϊ χαλκείῳ Λέλεγας καὶ Τρῶας ἐναίρειν.
  97. τὼ οὐκ ἔστʼ Ἀχιλῆος ἐναντίον ἄνδρα μάχεσθαι·
  98. αἰεὶ γὰρ πάρα εἷς γε θεῶν ὃς λοιγὸν ἀμύνει.
  99. καὶ δʼ ἄλλως τοῦ γʼ ἰθὺ βέλος πέτετʼ, οὐδʼ ἀπολήγει
  100. πρὶν χροὸς ἀνδρομέοιο διελθέμεν. εἰ δὲ θεός περ
  101. ἶσον τείνειεν πολέμου τέλος, οὔ κε μάλα ῥέα
  102. νικήσειʼ, οὐδʼ εἰ παγχάλκεος εὔχεται εἶναι.
  103. τὸν δʼ αὖτε προσέειπεν ἄναξ Διὸς υἱὸς Ἀπόλλων·
  104. ἥρως ἀλλʼ ἄγε καὶ σὺ θεοῖς αἰειγενέτῃσιν
  105. εὔχεο· καὶ δὲ σέ φασι Διὸς κούρης Ἀφροδίτης
  106. ἐκγεγάμεν, κεῖνος δὲ χερείονος ἐκ θεοῦ ἐστίν·
  107. ἣ μὲν γὰρ Διός ἐσθʼ, ἣ δʼ ἐξ ἁλίοιο γέροντος.
  108. ἀλλʼ ἰθὺς φέρε χαλκὸν ἀτειρέα, μηδέ σε πάμπαν
  109. λευγαλέοις ἐπέεσσιν ἀποτρεπέτω καὶ ἀρειῇ.
  110. ὣς εἰπὼν ἔμπνευσε μένος μέγα ποιμένι λαῶν,
  111. βῆ δὲ διὰ προμάχων κεκορυθμένος αἴθοπι χαλκῷ.
  112. οὐδʼ ἔλαθʼ Ἀγχίσαο πάϊς λευκώλενον Ἥρην
  113. ἀντία Πηλεΐωνος ἰὼν ἀνὰ οὐλαμὸν ἀνδρῶν·
  114. ἣ δʼ ἄμυδις στήσασα θεοὺς μετὰ μῦθον ἔειπε·
  115. φράζεσθον δὴ σφῶϊ Ποσείδαον καὶ Ἀθήνη
  116. ἐν φρεσὶν ὑμετέρῃσιν, ὅπως ἔσται τάδε ἔργα.
  117. Αἰνείας ὅδʼ ἔβη κεκορυθμένος αἴθοπι χαλκῷ
  118. ἀντία Πηλεΐωνος, ἀνῆκε δὲ Φοῖβος Ἀπόλλων.
  119. ἀλλʼ ἄγεθʼ, ἡμεῖς πέρ μιν ἀποτρωπῶμεν ὀπίσσω
  120. αὐτόθεν, ἤ τις ἔπειτα καὶ ἡμείων Ἀχιλῆϊ
  121. παρσταίη, δοίη δὲ κράτος μέγα, μηδέ τι θυμῷ
  122. δευέσθω, ἵνα εἰδῇ ὅ μιν φιλέουσιν ἄριστοι
  123. ἀθανάτων, οἳ δʼ αὖτʼ ἀνεμώλιοι οἳ τὸ πάρος περ
  124. Τρωσὶν ἀμύνουσιν πόλεμον καὶ δηϊοτῆτα.
  125. πάντες δʼ Οὐλύμποιο κατήλθομεν ἀντιόωντες
  126. τῆσδε μάχης, ἵνα μή τι μετὰ Τρώεσσι πάθῃσι
  127. σήμερον· ὕστερον αὖτε τὰ πείσεται ἅσσά οἱ αἶσα
  128. γιγνομένῳ ἐπένησε λίνῳ ὅτε μιν τέκε μήτηρ.
  129. εἰ δʼ Ἀχιλεὺς οὐ ταῦτα θεῶν ἐκ πεύσεται ὀμφῆς
  130. δείσετʼ ἔπειθʼ, ὅτε κέν τις ἐναντίβιον θεὸς ἔλθῃ
  131. ἐν πολέμῳ· χαλεποὶ δὲ θεοὶ φαίνεσθαι ἐναργεῖς.
  132. τὴν δʼ ἠμείβετʼ ἔπειτα Ποσειδάων ἐνοσίχθων·
  133. Ἥρη μὴ χαλέπαινε παρʼ ἐκ νόον· οὐδέ τί σε χρή.
  134. οὐκ ἂν ἔγωγʼ ἐθέλοιμι θεοὺς ἔριδι ξυνελάσσαι
  135. ἡμέας τοὺς ἄλλους, ἐπεὶ ἦ πολὺ φέρτεροί εἰμεν·
  136. ἀλλʼ ἡμεῖς μὲν ἔπειτα καθεζώμεσθα κιόντες
  137. ἐκ πάτου ἐς σκοπιήν, πόλεμος δʼ ἄνδρεσσι μελήσει.
  138. εἰ δέ κʼ Ἄρης ἄρχωσι μάχης ἢ Φοῖβος Ἀπόλλων,
  139. ἢ Ἀχιλῆʼ ἴσχωσι καὶ οὐκ εἰῶσι μάχεσθαι,
  140. αὐτίκʼ ἔπειτα καὶ ἄμμι παρʼ αὐτόθι νεῖκος ὀρεῖται
  141. φυλόπιδος· μάλα δʼ ὦκα διακρινθέντας ὀΐω
  142. ἂψ ἴμεν Οὔλυμπον δὲ θεῶν μεθʼ ὁμήγυριν ἄλλων
  143. ἡμετέρῃς ὑπὸ χερσὶν ἀναγκαίηφι δαμέντας.
  144. ὣς ἄρα φωνήσας ἡγήσατο κυανοχαίτης
  145. τεῖχος ἐς ἀμφίχυτον Ἡρακλῆος θείοιο
  146. ὑψηλόν, τό ῥά οἱ Τρῶες καὶ Παλλὰς Ἀθήνη
  147. ποίεον, ὄφρα τὸ κῆτος ὑπεκπροφυγὼν ἀλέαιτο,
  148. ὁππότε μιν σεύαιτο ἀπʼ ἠϊόνος πεδίον δέ.
  149. ἔνθα Ποσειδάων κατʼ ἄρʼ ἕζετο καὶ θεοὶ ἄλλοι,
  150. ἀμφὶ δʼ ἄρʼ ἄρρηκτον νεφέλην ὤμοισιν ἕσαντο·
  151. οἳ δʼ ἑτέρωσε καθῖζον ἐπʼ ὀφρύσι Καλλικολώνης
  152. ἀμφὶ σὲ ἤϊε Φοῖβε καὶ Ἄρηα πτολίπορθον.
  153. ὣς οἳ μέν ῥʼ ἑκάτερθε καθήατο μητιόωντες
  154. βουλάς· ἀρχέμεναι δὲ δυσηλεγέος πολέμοιο
  155. ὄκνεον ἀμφότεροι, Ζεὺς δʼ ἥμενος ὕψι κέλευε.
  156. τῶν δʼ ἅπαν ἐπλήσθη πεδίον καὶ λάμπετο χαλκῷ
  157. ἀνδρῶν ἠδʼ ἵππων· κάρκαιρε δὲ γαῖα πόδεσσιν
  158. ὀρνυμένων ἄμυδις. δύο δʼ ἀνέρες ἔξοχʼ ἄριστοι
  159. ἐς μέσον ἀμφοτέρων συνίτην μεμαῶτε μάχεσθαι
  160. Αἰνείας τʼ Ἀγχισιάδης καὶ δῖος Ἀχιλλεύς.
  161. Αἰνείας δὲ πρῶτος ἀπειλήσας ἐβεβήκει
  162. νευστάζων κόρυθι βριαρῇ· ἀτὰρ ἀσπίδα θοῦριν
  163. πρόσθεν ἔχε στέρνοιο, τίνασσε δὲ χάλκεον ἔγχος.
  164. Πηλεΐδης δʼ ἑτέρωθεν ἐναντίον ὦρτο λέων ὣς
  165. σίντης, ὅν τε καὶ ἄνδρες ἀποκτάμεναι μεμάασιν
  166. ἀγρόμενοι πᾶς δῆμος· ὃ δὲ πρῶτον μὲν ἀτίζων
  167. ἔρχεται, ἀλλʼ ὅτε κέν τις ἀρηϊθόων αἰζηῶν
  168. δουρὶ βάλῃ ἐάλη τε χανών, περί τʼ ἀφρὸς ὀδόντας
  169. γίγνεται, ἐν δέ τέ οἱ κραδίῃ στένει ἄλκιμον ἦτορ,
  170. οὐρῇ δὲ πλευράς τε καὶ ἰσχία ἀμφοτέρωθεν
  171. μαστίεται, ἑὲ δʼ αὐτὸν ἐποτρύνει μαχέσασθαι,
  172. γλαυκιόων δʼ ἰθὺς φέρεται μένει, ἤν τινα πέφνῃ
  173. ἀνδρῶν, ἢ αὐτὸς φθίεται πρώτῳ ἐν ὁμίλῳ·
  174. ὣς Ἀχιλῆʼ ὄτρυνε μένος καὶ θυμὸς ἀγήνωρ
  175. ἀντίον ἐλθέμεναι μεγαλήτορος Αἰνείαο.
  176. οἳ δʼ ὅτε δὴ σχεδὸν ἦσαν ἐπʼ ἀλλήλοισιν ἰόντες,
  177. τὸν πρότερος προσέειπε ποδάρκης δῖος Ἀχιλλεύς·
  178. Αἰνεία τί σὺ τόσσον ὁμίλου πολλὸν ἐπελθὼν
  179. ἔστης; ἦ σέ γε θυμὸς ἐμοὶ μαχέσασθαι ἀνώγει
  180. ἐλπόμενον Τρώεσσιν ἀνάξειν ἱπποδάμοισι
  181. τιμῆς τῆς Πριάμου; ἀτὰρ εἴ κεν ἔμʼ ἐξεναρίξῃς,
  182. οὔ τοι τοὔνεκά γε Πρίαμος γέρας ἐν χερὶ θήσει·
  183. εἰσὶν γάρ οἱ παῖδες, ὃ δʼ ἔμπεδος οὐδʼ ἀεσίφρων.
  184. ἦ νύ τί τοι Τρῶες τέμενος τάμον ἔξοχον ἄλλων
  185. καλὸν φυταλιῆς καὶ ἀρούρης, ὄφρα νέμηαι
  186. αἴ κεν ἐμὲ κτείνῃς; χαλεπῶς δέ σʼ ἔολπα τὸ ῥέξειν.
  187. ἤδη μὲν σέ γέ φημι καὶ ἄλλοτε δουρὶ φοβῆσαι.
  188. ἦ οὐ μέμνῃ ὅτε πέρ σε βοῶν ἄπο μοῦνον ἐόντα
  189. σεῦα κατʼ Ἰδαίων ὀρέων ταχέεσσι πόδεσσι
  190. καρπαλίμως; τότε δʼ οὔ τι μετατροπαλίζεο φεύγων.
  191. ἔνθεν δʼ ἐς Λυρνησσὸν ὑπέκφυγες· αὐτὰρ ἐγὼ τὴν
  192. πέρσα μεθορμηθεὶς σὺν Ἀθήνῃ καὶ Διὶ πατρί,
  193. ληϊάδας δὲ γυναῖκας ἐλεύθερον ἦμαρ ἀπούρας
  194. ἦγον· ἀτὰρ σὲ Ζεὺς ἐρρύσατο καὶ θεοὶ ἄλλοι.
  195. ἀλλʼ οὐ νῦν ἐρύεσθαι ὀΐομαι, ὡς ἐνὶ θυμῷ
  196. βάλλεαι· ἀλλά σʼ ἔγωγʼ ἀναχωρήσαντα κελεύω
  197. ἐς πληθὺν ἰέναι, μηδʼ ἀντίος ἵστασʼ ἐμεῖο,
  198. πρίν τι κακὸν παθέειν· ῥεχθὲν δέ τε νήπιος ἔγνω.
  199. τὸν δʼ αὖτʼ Αἰνείας ἀπαμείβετο φώνησέν τε·
  200. Πηλεΐδη μὴ δὴ ἐπέεσσί με νηπύτιον ὣς
  201. ἔλπεο δειδίξεσθαι, ἐπεὶ σάφα οἶδα καὶ αὐτὸς
  202. ἠμὲν κερτομίας ἠδʼ αἴσυλα μυθήσασθαι.
  203. ἴδμεν δʼ ἀλλήλων γενεήν, ἴδμεν δὲ τοκῆας
  204. πρόκλυτʼ ἀκούοντες ἔπεα θνητῶν ἀνθρώπων·
  205. ὄψει δʼ οὔτʼ ἄρ πω σὺ ἐμοὺς ἴδες οὔτʼ ἄρʼ ἐγὼ σούς.
  206. φασὶ σὲ μὲν Πηλῆος ἀμύμονος ἔκγονον εἶναι,
  207. μητρὸς δʼ ἐκ Θέτιδος καλλιπλοκάμου ἁλοσύδνης·
  208. αὐτὰρ ἐγὼν υἱὸς μεγαλήτορος Ἀγχίσαο
  209. εὔχομαι ἐκγεγάμεν, μήτηρ δέ μοί ἐστʼ Ἀφροδίτη·
  210. τῶν δὴ νῦν ἕτεροί γε φίλον παῖδα κλαύσονται
  211. σήμερον· οὐ γάρ φημʼ ἐπέεσσί γε νηπυτίοισιν
  212. ὧδε διακρινθέντε μάχης ἐξαπονέεσθαι.
  213. εἰ δʼ ἐθέλεις καὶ ταῦτα δαήμεναι, ὄφρʼ ἐῢ εἰδῇς
  214. ἡμετέρην γενεήν, πολλοὶ δέ μιν ἄνδρες ἴσασι·
  215. Δάρδανον αὖ πρῶτον τέκετο νεφεληγερέτα Ζεύς,
  216. κτίσσε δὲ Δαρδανίην, ἐπεὶ οὔ πω Ἴλιος ἱρὴ
  217. ἐν πεδίῳ πεπόλιστο πόλις μερόπων ἀνθρώπων,
  218. ἀλλʼ ἔθʼ ὑπωρείας ᾤκεον πολυπίδακος Ἴδης.
  219. Δάρδανος αὖ τέκεθʼ υἱὸν Ἐριχθόνιον βασιλῆα,
  220. ὃς δὴ ἀφνειότατος γένετο θνητῶν ἀνθρώπων·
  221. τοῦ τρισχίλιαι ἵπποι ἕλος κάτα βουκολέοντο
  222. θήλειαι, πώλοισιν ἀγαλλόμεναι ἀταλῇσι.
  223. τάων καὶ Βορέης ἠράσσατο βοσκομενάων,
  224. ἵππῳ δʼ εἰσάμενος παρελέξατο κυανοχαίτῃ·
  225. αἳ δʼ ὑποκυσάμεναι ἔτεκον δυοκαίδεκα πώλους.
  226. αἳ δʼ ὅτε μὲν σκιρτῷεν ἐπὶ ζείδωρον ἄρουραν,
  227. ἄκρον ἐπʼ ἀνθερίκων καρπὸν θέον οὐδὲ κατέκλων·
  228. ἀλλʼ ὅτε δὴ σκιρτῷεν ἐπʼ εὐρέα νῶτα θαλάσσης,
  229. ἄκρον ἐπὶ ῥηγμῖνος ἁλὸς πολιοῖο θέεσκον.
  230. Τρῶα δʼ Ἐριχθόνιος τέκετο Τρώεσσιν ἄνακτα·
  231. Τρωὸς δʼ αὖ τρεῖς παῖδες ἀμύμονες ἐξεγένοντο
  232. Ἶλός τʼ Ἀσσάρακός τε καὶ ἀντίθεος Γανυμήδης,
  233. ὃς δὴ κάλλιστος γένετο θνητῶν ἀνθρώπων·
  234. τὸν καὶ ἀνηρείψαντο θεοὶ Διὶ οἰνοχοεύειν
  235. κάλλεος εἵνεκα οἷο ἵνʼ ἀθανάτοισι μετείη.
  236. Ἶλος δʼ αὖ τέκεθʼ υἱὸν ἀμύμονα Λαομέδοντα·
  237. Λαομέδων δʼ ἄρα Τιθωνὸν τέκετο Πρίαμόν τε
  238. Λάμπόν τε Κλυτίον θʼ Ἱκετάονά τʼ ὄζον Ἄρηος·
  239. Ἀσσάρακος δὲ Κάπυν, ὃ δʼ ἄρʼ Ἀγχίσην τέκε παῖδα·
  240. αὐτὰρ ἔμʼ Ἀγχίσης, Πρίαμος δʼ ἔτεχʼ Ἕκτορα δῖον.
  241. ταύτης τοι γενεῆς τε καὶ αἵματος εὔχομαι εἶναι.
  242. Ζεὺς δʼ ἀρετὴν ἄνδρεσσιν ὀφέλλει τε μινύθει τε
  243. ὅππως κεν ἐθέλῃσιν· ὃ γὰρ κάρτιστος ἁπάντων.
  244. ἀλλʼ ἄγε μηκέτι ταῦτα λεγώμεθα νηπύτιοι ὣς
  245. ἑσταότʼ ἐν μέσσῃ ὑσμίνῃ δηϊοτῆτος.
  246. ἔστι γὰρ ἀμφοτέροισιν ὀνείδεα μυθήσασθαι
  247. πολλὰ μάλʼ, οὐδʼ ἂν νηῦς ἑκατόζυγος ἄχθος ἄροιτο.
  248. στρεπτὴ δὲ γλῶσσʼ ἐστὶ βροτῶν, πολέες δʼ ἔνι μῦθοι
  249. παντοῖοι, ἐπέων δὲ πολὺς νομὸς ἔνθα καὶ ἔνθα.
  250. ὁπποῖόν κʼ εἴπῃσθα ἔπος, τοῖόν κʼ ἐπακούσαις.
  251. ἀλλὰ τί ἢ ἔριδας καὶ νείκεα νῶϊν ἀνάγκη
  252. νεικεῖν ἀλλήλοισιν ἐναντίον ὥς τε γυναῖκας,
  253. αἵ τε χολωσάμεναι ἔριδος πέρι θυμοβόροιο
  254. νεικεῦσʼ ἀλλήλῃσι μέσην ἐς ἄγυιαν ἰοῦσαι
  255. πόλλʼ ἐτεά τε καὶ οὐκί· χόλος δέ τε καὶ τὰ κελεύει.
  256. ἀλκῆς δʼ οὔ μʼ ἐπέεσσιν ἀποτρέψεις μεμαῶτα
  257. πρὶν χαλκῷ μαχέσασθαι ἐναντίον· ἀλλʼ ἄγε θᾶσσον
  258. γευσόμεθʼ ἀλλήλων χαλκήρεσιν ἐγχείῃσιν.
  259. ἦ ῥα καὶ ἐν δεινῷ σάκει ἤλασεν ὄβριμον ἔγχος
  260. σμερδαλέῳ· μέγα δʼ ἀμφὶ σάκος μύκε δουρὸς ἀκωκῇ.
  261. Πηλεΐδης δὲ σάκος μὲν ἀπὸ ἕο χειρὶ παχείῃ
  262. ἔσχετο ταρβήσας· φάτο γὰρ δολιχόσκιον ἔγχος
  263. ῥέα διελεύσεσθαι μεγαλήτορος Αἰνείαο
  264. νήπιος, οὐδʼ ἐνόησε κατὰ φρένα καὶ κατὰ θυμὸν
  265. ὡς οὐ ῥηΐδιʼ ἐστὶ θεῶν ἐρικυδέα δῶρα
  266. ἀνδράσι γε θνητοῖσι δαμήμεναι οὐδʼ ὑποείκειν.
  267. οὐδὲ τότʼ Αἰνείαο δαΐφρονος ὄβριμον ἔγχος
  268. ῥῆξε σάκος· χρυσὸς γὰρ ἐρύκακε, δῶρα θεοῖο·
  269. ἀλλὰ δύω μὲν ἔλασσε διὰ πτύχας, αἳ δʼ ἄρʼ ἔτι τρεῖς
  270. ἦσαν, ἐπεὶ πέντε πτύχας ἤλασε κυλλοποδίων,
  271. τὰς δύο χαλκείας, δύο δʼ ἔνδοθι κασσιτέροιο,
  272. τὴν δὲ μίαν χρυσῆν, τῇ ῥʼ ἔσχετο μείλινον ἔγχος.
  273. δεύτερος αὖτʼ Ἀχιλεὺς προΐει δολιχόσκιον ἔγχος,
  274. καὶ βάλεν Αἰνείαο κατʼ ἀσπίδα πάντοσʼ ἐΐσην
  275. ἄντυγʼ ὕπο πρώτην, ᾗ λεπτότατος θέε χαλκός,
  276. λεπτοτάτη δʼ ἐπέην ῥινὸς βοός· ἣ δὲ διὰ πρὸ
  277. Πηλιὰς ἤϊξεν μελίη, λάκε δʼ ἀσπὶς ὑπʼ αὐτῆς.
  278. Αἰνείας δʼ ἐάλη καὶ ἀπὸ ἕθεν ἀσπίδʼ ἀνέσχε
  279. δείσας· ἐγχείη δʼ ἄρʼ ὑπὲρ νώτου ἐνὶ γαίῃ
  280. ἔστη ἱεμένη, διὰ δʼ ἀμφοτέρους ἕλε κύκλους
  281. ἀσπίδος ἀμφιβρότης· ὃ δʼ ἀλευάμενος δόρυ μακρὸν
  282. ἔστη, κὰδ δʼ ἄχος οἱ χύτο μυρίον ὀφθαλμοῖσι,
  283. ταρβήσας ὅ οἱ ἄγχι πάγη βέλος. αὐτὰρ Ἀχιλλεὺς
  284. ἐμμεμαὼς ἐπόρουσεν ἐρυσσάμενος ξίφος ὀξὺ
  285. σμερδαλέα ἰάχων· ὃ δὲ χερμάδιον λάβε χειρὶ
  286. Αἰνείας, μέγα ἔργον, ὃ οὐ δύο γʼ ἄνδρε φέροιεν,
  287. οἷοι νῦν βροτοί εἰσʼ· ὃ δέ μιν ῥέα πάλλε καὶ οἶος.
  288. ἔνθά κεν Αἰνείας μὲν ἐπεσσύμενον βάλε πέτρῳ
  289. ἢ κόρυθʼ ἠὲ σάκος, τό οἱ ἤρκεσε λυγρὸν ὄλεθρον,
  290. τὸν δέ κε Πηλεΐδης σχεδὸν ἄορι θυμὸν ἀπηύρα,
  291. εἰ μὴ ἄρʼ ὀξὺ νόησε Ποσειδάων ἐνοσίχθων·
  292. αὐτίκα δʼ ἀθανάτοισι θεοῖς μετὰ μῦθον ἔειπεν·
  293. ὢ πόποι ἦ μοι ἄχος μεγαλήτορος Αἰνείαο,
  294. ὃς τάχα Πηλεΐωνι δαμεὶς Ἄϊδος δὲ κάτεισι
  295. πειθόμενος μύθοισιν Ἀπόλλωνος ἑκάτοιο
  296. νήπιος, οὐδέ τί οἱ χραισμήσει λυγρὸν ὄλεθρον.
  297. ἀλλὰ τί ἢ νῦν οὗτος ἀναίτιος ἄλγεα πάσχει
  298. μὰψ ἕνεκʼ ἀλλοτρίων ἀχέων, κεχαρισμένα δʼ αἰεὶ
  299. δῶρα θεοῖσι δίδωσι τοὶ οὐρανὸν εὐρὺν ἔχουσιν;
  300. ἀλλʼ ἄγεθʼ ἡμεῖς πέρ μιν ὑπὲκ θανάτου ἀγάγωμεν,
  301. μή πως καὶ Κρονίδης κεχολώσεται, αἴ κεν Ἀχιλλεὺς
  302. τόνδε κατακτείνῃ· μόριμον δέ οἵ ἐστʼ ἀλέασθαι,
  303. ὄφρα μὴ ἄσπερμος γενεὴ καὶ ἄφαντος ὄληται
  304. Δαρδάνου, ὃν Κρονίδης περὶ πάντων φίλατο παίδων
  305. οἳ ἕθεν ἐξεγένοντο γυναικῶν τε θνητάων.
  306. ἤδη γὰρ Πριάμου γενεὴν ἔχθηρε Κρονίων·
  307. νῦν δὲ δὴ Αἰνείαο βίη Τρώεσσιν ἀνάξει
  308. καὶ παίδων παῖδες, τοί κεν μετόπισθε γένωνται.
  309. τὸν δʼ ἠμείβετʼ ἔπειτα βοῶπις πότνια Ἥρη·
  310. ἐννοσίγαιʼ, αὐτὸς σὺ μετὰ φρεσὶ σῇσι νόησον
  311. Αἰνείαν ἤ κέν μιν ἐρύσσεαι ἦ κεν ἐάσῃς
  312. Πηλεΐδῃ Ἀχιλῆϊ δαμήμεναι, ἐσθλὸν ἐόντα.
  313. ἤτοι μὲν γὰρ νῶϊ πολέας ὠμόσσαμεν ὅρκους
  314. πᾶσι μετʼ ἀθανάτοισιν ἐγὼ καὶ Παλλὰς Ἀθήνη
  315. μή ποτʼ ἐπὶ Τρώεσσιν ἀλεξήσειν κακὸν ἦμαρ,
  316. μηδʼ ὁπότʼ ἂν Τροίη μαλερῷ πυρὶ πᾶσα δάηται
  317. καιομένη, καίωσι δʼ ἀρήϊοι υἷες Ἀχαιῶν.
  318. αὐτὰρ ἐπεὶ τό γʼ ἄκουσε Ποσειδάων ἐνοσίχθων,
  319. βῆ ῥʼ ἴμεν ἄν τε μάχην καὶ ἀνὰ κλόνον ἐγχειάων,
  320. ἷξε δʼ ὅθʼ Αἰνείας ἠδʼ ὃ κλυτὸς ἦεν Ἀχιλλεύς.
  321. αὐτίκα τῷ μὲν ἔπειτα κατʼ ὀφθαλμῶν χέεν ἀχλὺν
  322. Πηλεΐδῃ Ἀχιλῆϊ· ὃ δὲ μελίην εὔχαλκον
  323. ἀσπίδος ἐξέρυσεν μεγαλήτορος Αἰνείαο·
  324. καὶ τὴν μὲν προπάροιθε ποδῶν Ἀχιλῆος ἔθηκεν,
  325. Αἰνείαν δʼ ἔσσευεν ἀπὸ χθονὸς ὑψόσʼ ἀείρας.
  326. πολλὰς δὲ στίχας ἡρώων, πολλὰς δὲ καὶ ἵππων
  327. Αἰνείας ὑπερᾶλτο θεοῦ ἀπὸ χειρὸς ὀρούσας,
  328. ἷξε δʼ ἐπʼ ἐσχατιὴν πολυάϊκος πολέμοιο,
  329. ἔνθά τε Καύκωνες πόλεμον μέτα θωρήσσοντο.
  330. τῷ δὲ μάλʼ ἐγγύθεν ἦλθε Ποσειδάων ἐνοσίχθων,
  331. καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα·
  332. Αἰνεία, τίς σʼ ὧδε θεῶν ἀτέοντα κελεύει
  333. ἀντία Πηλεΐωνος ὑπερθύμοιο μάχεσθαι,
  334. ὃς σεῦ ἅμα κρείσσων καὶ φίλτερος ἀθανάτοισιν;
  335. ἀλλʼ ἀναχωρῆσαι ὅτε κεν συμβλήσεαι αὐτῷ,
  336. μὴ καὶ ὑπὲρ μοῖραν δόμον Ἄϊδος εἰσαφίκηαι.
  337. αὐτὰρ ἐπεί κʼ Ἀχιλεὺς θάνατον καὶ πότμον ἐπίσπῃ,
  338. θαρσήσας δὴ ἔπειτα μετὰ πρώτοισι μάχεσθαι·
  339. οὐ μὲν γάρ τίς σʼ ἄλλος Ἀχαιῶν ἐξεναρίξει.
  340. ὣς εἰπὼν λίπεν αὐτόθʼ, ἐπεὶ διεπέφραδε πάντα.
  341. αἶψα δʼ ἔπειτʼ Ἀχιλῆος ἀπʼ ὀφθαλμῶν σκέδασʼ ἀχλὺν
  342. θεσπεσίην· ὃ δʼ ἔπειτα μέγʼ ἔξιδεν ὀφθαλμοῖσιν,
  343. ὀχθήσας δʼ ἄρα εἶπε πρὸς ὃν μεγαλήτορα θυμόν·
  344. ὢ πόποι ἦ μέγα θαῦμα τόδʼ ὀφθαλμοῖσιν ὁρῶμαι·
  345. ἔγχος μὲν τόδε κεῖται ἐπὶ χθονός, οὐδέ τι φῶτα
  346. λεύσσω, τῷ ἐφέηκα κατακτάμεναι μενεαίνων.
  347. ἦ ῥα καὶ Αἰνείας φίλος ἀθανάτοισι θεοῖσιν
  348. ἦεν· ἀτάρ μιν ἔφην μὰψ αὔτως εὐχετάασθαι.
  349. ἐρρέτω· οὔ οἱ θυμὸς ἐμεῦ ἔτι πειρηθῆναι
  350. ἔσσεται, ὃς καὶ νῦν φύγεν ἄσμενος ἐκ θανάτοιο.
  351. ἀλλʼ ἄγε δὴ Δαναοῖσι φιλοπτολέμοισι κελεύσας
  352. τῶν ἄλλων Τρώων πειρήσομαι ἀντίος ἐλθών.
  353. ἦ, καὶ ἐπὶ στίχας ἆλτο, κέλευε δὲ φωτὶ ἑκάστῳ·
  354. μηκέτι νῦν Τρώων ἑκὰς ἕστατε δῖοι Ἀχαιοί,
  355. ἀλλʼ ἄγʼ ἀνὴρ ἄντʼ ἀνδρὸς ἴτω, μεμάτω δὲ μάχεσθαι.
  356. ἀργαλέον δέ μοί ἐστι καὶ ἰφθίμῳ περ ἐόντι
  357. τοσσούσδʼ ἀνθρώπους ἐφέπειν καὶ πᾶσι μάχεσθαι·
  358. οὐδέ κʼ Ἄρης, ὅς περ θεὸς ἄμβροτος, οὐδέ κʼ Ἀθήνη
  359. τοσσῆσδʼ ὑσμίνης ἐφέποι στόμα καὶ πονέοιτο·
  360. ἀλλʼ ὅσσον μὲν ἐγὼ δύναμαι χερσίν τε ποσίν τε
  361. καὶ σθένει, οὔ μʼ ἔτι φημὶ μεθησέμεν οὐδʼ ἠβαιόν,
  362. ἀλλὰ μάλα στιχὸς εἶμι διαμπερές, οὐδέ τινʼ οἴω
  363. Τρώων χαιρήσειν, ὅς τις σχεδὸν ἔγχεος ἔλθῃ.
  364. ὣς φάτʼ ἐποτρύνων· Τρώεσσι δὲ φαίδιμος Ἕκτωρ
  365. κέκλεθʼ ὁμοκλήσας, φάτο δʼ ἴμεναι ἄντʼ Ἀχιλῆος·
  366. Τρῶες ὑπέρθυμοι μὴ δείδιτε Πηλεΐωνα.
  367. καί κεν ἐγὼ ἐπέεσσι καὶ ἀθανάτοισι μαχοίμην,
  368. ἔγχεϊ δʼ ἀργαλέον, ἐπεὶ ἦ πολὺ φέρτεροί εἰσιν.
  369. οὐδʼ Ἀχιλεὺς πάντεσσι τέλος μύθοις ἐπιθήσει,
  370. ἀλλὰ τὸ μὲν τελέει, τὸ δὲ καὶ μεσσηγὺ κολούει.
  371. τοῦ δʼ ἐγὼ ἀντίος εἶμι καὶ εἰ πυρὶ χεῖρας ἔοικεν,
  372. εἰ πυρὶ χεῖρας ἔοικε, μένος δʼ αἴθωνι σιδήρῳ.
  373. ὣς φάτʼ ἐποτρύνων, οἳ δʼ ἀντίοι ἔγχεʼ ἄειραν
  374. Τρῶες· τῶν δʼ ἄμυδις μίχθη μένος, ὦρτο δʼ ἀϋτή.
  375. καὶ τότʼ ἄρʼ Ἕκτορα εἶπε παραστὰς Φοῖβος Ἀπόλλων·
  376. Ἕκτορ μηκέτι πάμπαν Ἀχιλλῆϊ προμάχιζε,
  377. ἀλλὰ κατὰ πληθύν τε καὶ ἐκ φλοίσβοιο δέδεξο,
  378. μή πώς σʼ ἠὲ βάλῃ ἠὲ σχεδὸν ἄορι τύψῃ.
  379. ὣς ἔφαθʼ, Ἕκτωρ δʼ αὖτις ἐδύσετο οὐλαμὸν ἀνδρῶν
  380. ταρβήσας, ὅτʼ ἄκουσε θεοῦ ὄπα φωνήσαντος.
  381. ἐν δʼ Ἀχιλεὺς Τρώεσσι θόρε φρεσὶν εἱμένος ἀλκὴν
  382. σμερδαλέα ἰάχων, πρῶτον δʼ ἕλεν Ἰφιτίωνα
  383. ἐσθλὸν Ὀτρυντεΐδην πολέων ἡγήτορα λαῶν,
  384. ὃν νύμφη τέκε νηῒς Ὀτρυντῆϊ πτολιπόρθῳ
  385. Τμώλῳ ὕπο νιφόεντι Ὕδης ἐν πίονι δήμῳ·
  386. τὸν δʼ ἰθὺς μεμαῶτα βάλʼ ἔγχεϊ δῖος Ἀχιλλεὺς
  387. μέσσην κὰκ κεφαλήν· ἣ δʼ ἄνδιχα πᾶσα κεάσθη,
  388. δούπησεν δὲ πεσών, ὃ δʼ ἐπεύξατο δῖος Ἀχιλλεύς·
  389. κεῖσαι Ὀτρυντεΐδη πάντων ἐκπαγλότατʼ ἀνδρῶν·
  390. ἐνθάδε τοι θάνατος, γενεὴ δέ τοί ἐστʼ ἐπὶ λίμνῃ
  391. Γυγαίῃ, ὅθι τοι τέμενος πατρώϊόν ἐστιν
  392. Ὕλλῳ ἐπʼ ἰχθυόεντι καὶ Ἕρμῳ δινήεντι.
  393. ὣς ἔφατʼ εὐχόμενος, τὸν δὲ σκότος ὄσσε κάλυψε.
  394. τὸν μὲν Ἀχαιῶν ἵπποι ἐπισσώτροις δατέοντο
  395. πρώτῃ ἐν ὑσμίνῃ· ὃ δʼ ἐπʼ αὐτῷ Δημολέοντα
  396. ἐσθλὸν ἀλεξητῆρα μάχης Ἀντήνορος υἱὸν
  397. νύξε κατὰ κρόταφον, κυνέης διὰ χαλκοπαρῄου.
  398. οὐδʼ ἄρα χαλκείη κόρυς ἔσχεθεν, ἀλλὰ διʼ αὐτῆς
  399. αἰχμὴ ἱεμένη ῥῆξʼ ὀστέον, ἐγκέφαλος δὲ
  400. ἔνδον ἅπας πεπάλακτο· δάμασσε δέ μιν μεμαῶτα.
  401. Ἱπποδάμαντα δʼ ἔπειτα καθʼ ἵππων ἀΐξαντα
  402. πρόσθεν ἕθεν φεύγοντα μετάφρενον οὔτασε δουρί.
  403. αὐτὰρ ὃ θυμὸν ἄϊσθε καὶ ἤρυγεν, ὡς ὅτε ταῦρος
  404. ἤρυγεν ἑλκόμενος Ἑλικώνιον ἀμφὶ ἄνακτα
  405. κούρων ἑλκόντων· γάνυται δέ τε τοῖς ἐνοσίχθων·
  406. ὣς ἄρα τόν γʼ ἐρυγόντα λίπʼ ὀστέα θυμὸς ἀγήνωρ·
  407. αὐτὰρ ὃ βῆ σὺν δουρὶ μετʼ ἀντίθεον Πολύδωρον
  408. Πριαμίδην. τὸν δʼ οὔ τι πατὴρ εἴασκε μάχεσθαι,
  409. οὕνεκά οἱ μετὰ παισὶ νεώτατος ἔσκε γόνοιο,
  410. καί οἱ φίλτατος ἔσκε, πόδεσσι δὲ πάντας ἐνίκα
  411. δὴ τότε νηπιέῃσι ποδῶν ἀρετὴν ἀναφαίνων
  412. θῦνε διὰ προμάχων, εἷος φίλον ὤλεσε θυμόν.
  413. τὸν βάλε μέσσον ἄκοντι ποδάρκης δῖος Ἀχιλλεὺς
  414. νῶτα παραΐσσοντος, ὅθι ζωστῆρος ὀχῆες
  415. χρύσειοι σύνεχον καὶ διπλόος ἤντετο θώρηξ·
  416. ἀντικρὺ δὲ διέσχε παρʼ ὀμφαλὸν ἔγχεος αἰχμή,
  417. γνὺξ δʼ ἔριπʼ οἰμώξας, νεφέλη δέ μιν ἀμφεκάλυψε
  418. κυανέη, προτὶ οἷ δʼ ἔλαβʼ ἔντερα χερσὶ λιασθείς.
  419. Ἕκτωρ δʼ ὡς ἐνόησε κασίγνητον Πολύδωρον
  420. ἔντερα χερσὶν ἔχοντα λιαζόμενον ποτὶ γαίη
  421. κάρ ῥά οἱ ὀφθαλμῶν κέχυτʼ ἀχλύς· οὐδʼ ἄρʼ ἔτʼ ἔτλη
  422. δηρὸν ἑκὰς στρωφᾶσθʼ, ἀλλʼ ἀντίος ἦλθʼ Ἀχιλῆϊ
  423. ὀξὺ δόρυ κραδάων φλογὶ εἴκελος· αὐτὰρ Ἀχιλλεὺς
  424. ὡς εἶδʼ, ὣς ἀνεπᾶλτο, καὶ εὐχόμενος ἔπος ηὔδα·
  425. ἐγγὺς ἀνὴρ ὃς ἐμόν γε μάλιστʼ ἐσεμάσσατο θυμόν,
  426. ὅς μοι ἑταῖρον ἔπεφνε τετιμένον· οὐδʼ ἂν ἔτι δὴν
  427. ἀλλήλους πτώσσοιμεν ἀνὰ πτολέμοιο γεφύρας.
  428. ἦ, καὶ ὑπόδρα ἰδὼν προσεφώνεεν Ἕκτορα δῖον·
  429. ἆσσον ἴθʼ ὥς κεν θᾶσσον ὀλέθρου πείραθʼ ἵκηαι.
  430. τὸν δʼ οὐ ταρβήσας προσέφη κορυθαίολος Ἕκτωρ·
  431. Πηλεΐδη μὴ δὴ ἐπέεσσί με νηπύτιον ὣς
  432. ἔλπεο δειδίξεσθαι, ἐπεὶ σάφα οἶδα καὶ αὐτὸς
  433. ἠμὲν κερτομίας ἠδʼ αἴσυλα μυθήσασθαι.
  434. οἶδα δʼ ὅτι σὺ μὲν ἐσθλός, ἐγὼ δὲ σέθεν πολὺ χείρων.
  435. ἀλλʼ ἤτοι μὲν ταῦτα θεῶν ἐν γούνασι κεῖται,
  436. αἴ κέ σε χειρότερός περ ἐὼν ἀπὸ θυμὸν ἕλωμαι
  437. δουρὶ βαλών, ἐπεὶ ἦ καὶ ἐμὸν βέλος ὀξὺ πάροιθεν.
  438. ἦ ῥα, καὶ ἀμπεπαλὼν προΐει δόρυ, καὶ τό γʼ Ἀθήνη
  439. πνοιῇ Ἀχιλλῆος πάλιν ἔτραπε κυδαλίμοιο
  440. ἦκα μάλα ψύξασα· τὸ δʼ ἂψ ἵκεθʼ Ἕκτορα δῖον,
  441. αὐτοῦ δὲ προπάροιθε ποδῶν πέσεν. αὐτὰρ Ἀχιλλεὺς
  442. ἐμμεμαὼς ἐπόρουσε κατακτάμεναι μενεαίνων,
  443. σμερδαλέα ἰάχων· τὸν δʼ ἐξήρπαξεν Ἀπόλλων
  444. ῥεῖα μάλʼ ὥς τε θεός, ἐκάλυψε δʼ ἄρʼ ἠέρι πολλῇ.
  445. τρὶς μὲν ἔπειτʼ ἐπόρουσε ποδάρκης δῖος Ἀχιλλεὺς
  446. ἔγχεϊ χαλκείῳ, τρὶς δʼ ἠέρα τύψε βαθεῖαν.
  447. ἀλλʼ ὅτε δὴ τὸ τέταρτον ἐπέσσυτο δαίμονι ἶσος,
  448. δεινὰ δʼ ὁμοκλήσας ἔπεα πτερόεντα προσηύδα·
  449. ἐξ αὖ νῦν ἔφυγες θάνατον κύον· ἦ τέ τοι ἄγχι
  450. ἦλθε κακόν· νῦν αὖτέ σʼ ἐρύσατο Φοῖβος Ἀπόλλων,
  451. ᾧ μέλλεις εὔχεσθαι ἰὼν ἐς δοῦπον ἀκόντων.
  452. ἦ θήν σʼ ἐξανύω γε καὶ ὕστερον ἀντιβολήσας,
  453. εἴ πού τις καὶ ἔμοιγε θεῶν ἐπιτάρροθός ἐστι.
  454. νῦν αὖ τοὺς ἄλλους ἐπιείσομαι, ὅν κε κιχείω.
  455. ὣς εἰπὼν Δρύοπʼ οὖτα κατʼ αὐχένα μέσσον ἄκοντι·
  456. ἤριπε δὲ προπάροιθε ποδῶν· ὃ δὲ τὸν μὲν ἔασε,
  457. Δημοῦχον δὲ Φιλητορίδην ἠΰν τε μέγαν τε
  458. κὰγ γόνυ δουρὶ βαλὼν ἠρύκακε. τὸν μὲν ἔπειτα
  459. οὐτάζων ξίφεϊ μεγάλῳ ἐξαίνυτο θυμόν·
  460. αὐτὰρ ὃ Λαόγονον καὶ Δάρδανον υἷε Βίαντος
  461. ἄμφω ἐφορμηθεὶς ἐξ ἵππων ὦσε χαμᾶζε,
  462. τὸν μὲν δουρὶ βαλών, τὸν δὲ σχεδὸν ἄορι τύψας.
  463. Τρῶα δʼ Ἀλαστορίδην, ὃ μὲν ἀντίος ἤλυθε γούνων,
  464. εἴ πώς εὑ πεφίδοιτο λαβὼν καὶ ζωὸν ἀφείη
  465. μηδὲ κατακτείνειεν ὁμηλικίην ἐλεήσας,
  466. νήπιος, οὐδὲ τὸ ᾔδη ὃ οὐ πείσεσθαι ἔμελλεν·
  467. οὐ γάρ τι γλυκύθυμος ἀνὴρ ἦν οὐδʼ ἀγανόφρων,
  468. ἀλλὰ μάλʼ ἐμμεμαώς· ὃ μὲν ἥπτετο χείρεσι γούνων
  469. ἱέμενος λίσσεσθʼ, ὃ δὲ φασγάνῳ οὖτα καθʼ ἧπαρ·
  470. ἐκ δέ οἱ ἧπαρ ὄλισθεν, ἀτὰρ μέλαν αἷμα κατʼ αὐτοῦ
  471. κόλπον ἐνέπλησεν· τὸν δὲ σκότος ὄσσε κάλυψε
  472. θυμοῦ δευόμενον· ὃ δὲ Μούλιον οὖτα παραστὰς
  473. δουρὶ κατʼ οὖς· εἶθαρ δὲ διʼ οὔατος ἦλθʼ ἑτέροιο
  474. αἰχμὴ χαλκείη· ὃ δʼ Ἀγήνορος υἱὸν Ἔχεκλον
  475. μέσσην κὰκ κεφαλὴν ξίφει ἤλασε κωπήεντι,
  476. πᾶν δʼ ὑπεθερμάνθη ξίφος αἵματι· τὸν δὲ κατʼ ὄσσε
  477. ἔλλαβε πορφύρεος θάνατος καὶ μοῖρα κραταιή.
  478. Δευκαλίωνα δʼ ἔπειθʼ, ἵνα τε ξυνέχουσι τένοντες
  479. ἀγκῶνος, τῇ τόν γε φίλης διὰ χειρὸς ἔπειρεν
  480. αἰχμῇ χαλκείῃ· ὃ δέ μιν μένε χεῖρα βαρυνθεὶς
  481. πρόσθʼ ὁρόων θάνατον· ὃ δὲ φασγάνῳ αὐχένα θείνας
  482. τῆλʼ αὐτῇ πήληκι κάρη βάλε· μυελὸς αὖτε
  483. σφονδυλίων ἔκπαλθʼ, ὃ δʼ ἐπὶ χθονὶ κεῖτο τανυσθείς.
  484. αὐτὰρ ὃ βῆ ῥʼ ἰέναι μετʼ ἀμύμονα Πείρεω υἱὸν
  485. Ῥίγμον, ὃς ἐκ Θρῄκης ἐριβώλακος εἰληλούθει·
  486. τὸν βάλε μέσσον ἄκοντι, πάγη δʼ ἐν νηδύϊ χαλκός,
  487. ἤριπε δʼ ἐξ ὀχέων· ὃ δʼ Ἀρηΐθοον θεράποντα
  488. ἂψ ἵππους στρέψαντα μετάφρενον ὀξέϊ δουρὶ
  489. νύξʼ, ἀπὸ δʼ ἅρματος ὦσε· κυκήθησαν δέ οἱ ἵπποι.
  490. ὡς δʼ ἀναμαιμάει βαθέʼ ἄγκεα θεσπιδαὲς πῦρ
  491. οὔρεος ἀζαλέοιο, βαθεῖα δὲ καίεται ὕλη,
  492. πάντῃ τε κλονέων ἄνεμος φλόγα εἰλυφάζει,
  493. ὣς ὅ γε πάντῃ θῦνε σὺν ἔγχεϊ δαίμονι ἶσος
  494. κτεινομένους ἐφέπων· ῥέε δʼ αἵματι γαῖα μέλαινα.
  495. ὡς δʼ ὅτε τις ζεύξῃ βόας ἄρσενας εὐρυμετώπους
  496. τριβέμεναι κρῖ λευκὸν ἐϋκτιμένῃ ἐν ἀλωῇ,
  497. ῥίμφά τε λέπτʼ ἐγένοντο βοῶν ὑπὸ πόσσʼ ἐριμύκων,
  498. ὣς ὑπʼ Ἀχιλλῆος μεγαθύμου μώνυχες ἵπποι
  499. στεῖβον ὁμοῦ νέκυάς τε καὶ ἀσπίδας· αἵματι δʼ ἄξων
  500. νέρθεν ἅπας πεπάλακτο καὶ ἄντυγες αἳ περὶ δίφρον,
  501. ἃς ἄρʼ ἀφʼ ἱππείων ὁπλέων ῥαθάμιγγες ἔβαλλον
  502. αἵ τʼ ἀπʼ ἐπισσώτρων· ὃ δὲ ἵετο κῦδος ἀρέσθαι
  503. Πηλεΐδης, λύθρῳ δὲ παλάσσετο χεῖρας ἀάπτους.
  1. ἀλλʼ ὅτε δὴ πόρον ἷξον ἐϋρρεῖος ποταμοῖο
  2. Ξάνθου δινήεντος, ὃν ἀθάνατος τέκετο Ζεύς,
  3. ἔνθα διατμήξας τοὺς μὲν πεδίον δὲ δίωκε
  4. πρὸς πόλιν, ᾗ περ Ἀχαιοὶ ἀτυζόμενοι φοβέοντο
  5. ἤματι τῷ προτέρῳ, ὅτε μαίνετο φαίδιμος Ἕκτωρ·
  6. τῇ ῥʼ οἵ γε προχέοντο πεφυζότες, ἠέρα δʼ Ἥρη
  7. πίτνα πρόσθε βαθεῖαν ἐρυκέμεν· ἡμίσεες δὲ
  8. ἐς ποταμὸν εἰλεῦντο βαθύρροον ἀργυροδίνην,
  9. ἐν δʼ ἔπεσον μεγάλῳ πατάγῳ, βράχε δʼ αἰπὰ ῥέεθρα,
  10. ὄχθαι δʼ ἀμφὶ περὶ μεγάλʼ ἴαχον· οἳ δʼ ἀλαλητῷ
  11. ἔννεον ἔνθα καὶ ἔνθα ἑλισσόμενοι περὶ δίνας.
  12. ὡς δʼ ὅθʼ ὑπὸ ῥιπῆς πυρὸς ἀκρίδες ἠερέθονται
  13. φευγέμεναι ποταμὸν δέ· τὸ δὲ φλέγει ἀκάματον πῦρ
  14. ὄρμενον ἐξαίφνης, ταὶ δὲ πτώσσουσι καθʼ ὕδωρ·
  15. ὣς ὑπʼ Ἀχιλλῆος Ξάνθου βαθυδινήεντος
  16. πλῆτο ῥόος κελάδων ἐπιμὶξ ἵππων τε καὶ ἀνδρῶν.
  17. αὐτὰρ ὃ διογενὴς δόρυ μὲν λίπεν αὐτοῦ ἐπʼ ὄχθῃ
  18. κεκλιμένον μυρίκῃσιν, ὃ δʼ ἔσθορε δαίμονι ἶσος
  19. φάσγανον οἶον ἔχων, κακὰ δὲ φρεσὶ μήδετο ἔργα,
  20. τύπτε δʼ ἐπιστροφάδην· τῶν δὲ στόνος ὄρνυτʼ ἀεικὴς
  21. ἄορι θεινομένων, ἐρυθαίνετο δʼ αἵματι ὕδωρ.
  22. ὡς δʼ ὑπὸ δελφῖνος μεγακήτεος ἰχθύες ἄλλοι
  23. φεύγοντες πιμπλᾶσι μυχοὺς λιμένος εὐόρμου
  24. δειδιότες· μάλα γάρ τε κατεσθίει ὅν κε λάβῃσιν·
  25. ὣς Τρῶες ποταμοῖο κατὰ δεινοῖο ῥέεθρα
  26. πτῶσσον ὑπὸ κρημνούς. ὃ δʼ ἐπεὶ κάμε χεῖρας ἐναίρων,
  27. ζωοὺς ἐκ ποταμοῖο δυώδεκα λέξατο κούρους
  28. ποινὴν Πατρόκλοιο Μενοιτιάδαο θανόντος·
  29. τοὺς ἐξῆγε θύραζε τεθηπότας ἠΰτε νεβρούς,
  30. δῆσε δʼ ὀπίσσω χεῖρας ἐϋτμήτοισιν ἱμᾶσι,
  31. τοὺς αὐτοὶ φορέεσκον ἐπὶ στρεπτοῖσι χιτῶσι,
  32. δῶκε δʼ ἑταίροισιν κατάγειν κοίλας ἐπὶ νῆας.
  33. αὐτὰρ ὃ ἂψ ἐπόρουσε δαϊζέμεναι μενεαίνων.
  34. ἔνθʼ υἷι Πριάμοιο συνήντετο Δαρδανίδαο
  35. ἐκ ποταμοῦ φεύγοντι Λυκάονι, τόν ῥά ποτʼ αὐτὸς
  36. ἦγε λαβὼν ἐκ πατρὸς ἀλωῆς οὐκ ἐθέλοντα
  37. ἐννύχιος προμολών· ὃ δʼ ἐρινεὸν ὀξέϊ χαλκῷ
  38. τάμνε νέους ὄρπηκας, ἵνʼ ἅρματος ἄντυγες εἶεν·
  39. τῷ δʼ ἄρʼ ἀνώϊστον κακὸν ἤλυθε δῖος Ἀχιλλεύς.
  40. καὶ τότε μέν μιν Λῆμνον ἐϋκτιμένην ἐπέρασσε
  41. νηυσὶν ἄγων, ἀτὰρ υἱὸς Ἰήσονος ὦνον ἔδωκε·
  42. κεῖθεν δὲ ξεῖνός μιν ἐλύσατο πολλὰ δʼ ἔδωκεν
  43. Ἴμβριος Ἠετίων, πέμψεν δʼ ἐς δῖαν Ἀρίσβην·
  44. ἔνθεν ὑπεκπροφυγὼν πατρώϊον ἵκετο δῶμα.
  45. ἕνδεκα δʼ ἤματα θυμὸν ἐτέρπετο οἷσι φίλοισιν
  46. ἐλθὼν ἐκ Λήμνοιο· δυωδεκάτῃ δέ μιν αὖτις
  47. χερσὶν Ἀχιλλῆος θεὸς ἔμβαλεν, ὅς μιν ἔμελλε
  48. πέμψειν εἰς Ἀΐδαο καὶ οὐκ ἐθέλοντα νέεσθαι.
  49. τὸν δʼ ὡς οὖν ἐνόησε ποδάρκης δῖος Ἀχιλλεὺς
  50. γυμνὸν ἄτερ κόρυθός τε καὶ ἀσπίδος, οὐδʼ ἔχεν ἔγχος,
  51. ἀλλὰ τὰ μέν ῥʼ ἀπὸ πάντα χαμαὶ βάλε· τεῖρε γὰρ ἱδρὼς
  52. φεύγοντʼ ἐκ ποταμοῦ, κάματος δʼ ὑπὸ γούνατʼ ἐδάμνα·
  53. ὀχθήσας δʼ ἄρα εἶπε πρὸς ὃν μεγαλήτορα θυμόν·
  54. ὢ πόποι ἦ μέγα θαῦμα τόδʼ ὀφθαλμοῖσιν ὁρῶμαι·
  55. ἦ μάλα δὴ Τρῶες μεγαλήτορες οὕς περ ἔπεφνον
  56. αὖτις ἀναστήσονται ὑπὸ ζόφου ἠερόεντος,
  57. οἷον δὴ καὶ ὅδʼ ἦλθε φυγὼν ὕπο νηλεὲς ἦμαρ
  58. Λῆμνον ἐς ἠγαθέην πεπερημένος· οὐδέ μιν ἔσχε
  59. πόντος ἁλὸς πολιῆς, ὃ πολέας ἀέκοντας ἐρύκει.
  60. ἀλλʼ ἄγε δὴ καὶ δουρὸς ἀκωκῆς ἡμετέροιο
  61. γεύσεται, ὄφρα ἴδωμαι ἐνὶ φρεσὶν ἠδὲ δαείω
  62. ἢ ἄρʼ ὁμῶς καὶ κεῖθεν ἐλεύσεται, ἦ μιν ἐρύξει
  63. γῆ φυσίζοος, ἥ τε κατὰ κρατερόν περ ἐρύκει.
  64. ὣς ὅρμαινε μένων· ὃ δέ οἱ σχεδὸν ἦλθε τεθηπὼς
  65. γούνων ἅψασθαι μεμαώς, περὶ δʼ ἤθελε θυμῷ
  66. ἐκφυγέειν θάνατόν τε κακὸν καὶ κῆρα μέλαιναν.
  67. ἤτοι ὃ μὲν δόρυ μακρὸν ἀνέσχετο δῖος Ἀχιλλεὺς
  68. οὐτάμεναι μεμαώς, ὃ δʼ ὑπέδραμε καὶ λάβε γούνων
  69. κύψας· ἐγχείη δʼ ἄρʼ ὑπὲρ νώτου ἐνὶ γαίῃ
  70. ἔστη ἱεμένη χροὸς ἄμεναι ἀνδρομέοιο.
  71. αὐτὰρ ὃ τῇ ἑτέρῃ μὲν ἑλὼν ἐλλίσσετο γούνων,
  72. τῇ δʼ ἑτέρῃ ἔχεν ἔγχος ἀκαχμένον οὐδὲ μεθίει·
  73. καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα·
  74. γουνοῦμαι σʼ Ἀχιλεῦ· σὺ δέ μʼ αἴδεο καί μʼ ἐλέησον·
  75. ἀντί τοί εἰμʼ ἱκέταο διοτρεφὲς αἰδοίοιο·
  76. πὰρ γὰρ σοὶ πρώτῳ πασάμην Δημήτερος ἀκτὴν
  77. ἤματι τῷ ὅτε μʼ εἷλες ἐϋκτιμένῃ ἐν ἀλωῇ,
  78. καί μʼ ἐπέρασσας ἄνευθεν ἄγων πατρός τε φίλων τε
  79. Λῆμνον ἐς ἠγαθέην, ἑκατόμβοιον δέ τοι ἦλφον.
  80. νῦν δὲ λύμην τρὶς τόσσα πορών· ἠὼς δέ μοί ἐστιν
  81. ἥδε δυωδεκάτη, ὅτʼ ἐς Ἴλιον εἰλήλουθα
  82. πολλὰ παθών· νῦν αὖ με τεῇς ἐν χερσὶν ἔθηκε
  83. μοῖρʼ ὀλοή· μέλλω που ἀπεχθέσθαι Διὶ πατρί,
  84. ὅς με σοὶ αὖτις δῶκε· μινυνθάδιον δέ με μήτηρ
  85. γείνατο Λαοθόη θυγάτηρ Ἄλταο γέροντος
  86. Ἄλτεω, ὃς Λελέγεσσι φιλοπτολέμοισιν ἀνάσσει
  87. Πήδασον αἰπήεσσαν ἔχων ἐπὶ Σατνιόεντι.
  88. τοῦ δʼ ἔχε θυγατέρα Πρίαμος, πολλὰς δὲ καὶ ἄλλας·
  89. τῆς δὲ δύω γενόμεσθα, σὺ δʼ ἄμφω δειροτομήσεις,
  90. ἤτοι τὸν πρώτοισι μετὰ πρυλέεσσι δάμασσας
  91. ἀντίθεον Πολύδωρον, ἐπεὶ βάλες ὀξέϊ δουρί·
  92. νῦν δὲ δὴ ἐνθάδʼ ἐμοὶ κακὸν ἔσσεται· οὐ γὰρ ὀΐω
  93. σὰς χεῖρας φεύξεσθαι, ἐπεί ῥʼ ἐπέλασσέ γε δαίμων.
  94. ἄλλο δέ τοι ἐρέω, σὺ δʼ ἐνὶ φρεσὶ βάλλεο σῇσι·
  95. μή με κτεῖνʼ, ἐπεὶ οὐχ ὁμογάστριος Ἕκτορός εἰμι,
  96. ὅς τοι ἑταῖρον ἔπεφνεν ἐνηέα τε κρατερόν τε.
  97. ὣς ἄρα μιν Πριάμοιο προσηύδα φαίδιμος υἱὸς
  98. λισσόμενος ἐπέεσσιν, ἀμείλικτον δʼ ὄπʼ ἄκουσε·
  99. νήπιε μή μοι ἄποινα πιφαύσκεο μηδʼ ἀγόρευε·
  100. πρὶν μὲν γὰρ Πάτροκλον ἐπισπεῖν αἴσιμον ἦμαρ
  101. τόφρά τί μοι πεφιδέσθαι ἐνὶ φρεσὶ φίλτερον ἦεν
  102. Τρώων, καὶ πολλοὺς ζωοὺς ἕλον ἠδʼ ἐπέρασσα·
  103. νῦν δʼ οὐκ ἔσθʼ ὅς τις θάνατον φύγῃ ὅν κε θεός γε
  104. Ἰλίου προπάροιθεν ἐμῇς ἐν χερσὶ βάλῃσι
  105. καὶ πάντων Τρώων, περὶ δʼ αὖ Πριάμοιό γε παίδων.
  106. ἀλλὰ φίλος θάνε καὶ σύ· τί ἦ ὀλοφύρεαι οὕτως;
  107. κάτθανε καὶ Πάτροκλος, ὅ περ σέο πολλὸν ἀμείνων.
  108. οὐχ ὁράᾳς οἷος καὶ ἐγὼ καλός τε μέγας τε;
  109. πατρὸς δʼ εἴμʼ ἀγαθοῖο, θεὰ δέ με γείνατο μήτηρ·
  110. ἀλλʼ ἔπι τοι καὶ ἐμοὶ θάνατος καὶ μοῖρα κραταιή·
  111. ἔσσεται ἢ ἠὼς ἢ δείλη ἢ μέσον ἦμαρ
  112. ὁππότε τις καὶ ἐμεῖο Ἄρῃ ἐκ θυμὸν ἕληται
  113. ἢ ὅ γε δουρὶ βαλὼν ἢ ἀπὸ νευρῆφιν ὀϊστῷ.
  114. ὣς φάτο, τοῦ δʼ αὐτοῦ λύτο γούνατα καὶ φίλον ἦτορ·