Iliad

Homer

Homer. Homeri Opera, Volumes 1-2. Monro, D. B. (David Binning), editor; Allen, Thomas W. (Thomas William), editor. Oxford: Clarendon Press, 1908-1920.

  1. Ἕκτωρ Πριαμίδης σχεδὸν ἔγχεϊ θυμὸν ἀπηύρα,
  2. καί οἱ ἐπευχόμενος ἔπεα πτερόεντα προσηύδα·
  3. Πάτροκλʼ ἦ που ἔφησθα πόλιν κεραϊξέμεν ἁμήν,
  4. Τρωϊάδας δὲ γυναῖκας ἐλεύθερον ἦμαρ ἀπούρας
  5. ἄξειν ἐν νήεσσι φίλην ἐς πατρίδα γαῖαν
  6. νήπιε· τάων δὲ πρόσθʼ Ἕκτορος ὠκέες ἵπποι
  7. ποσσὶν ὀρωρέχαται πολεμίζειν· ἔγχεϊ δʼ αὐτὸς
  8. Τρωσὶ φιλοπτολέμοισι μεταπρέπω, ὅ σφιν ἀμύνω
  9. ἦμαρ ἀναγκαῖον· σὲ δέ τʼ ἐνθάδε γῦπες ἔδονται.
  10. ἆ δείλʼ, οὐδέ τοι ἐσθλὸς ἐὼν χραίσμησεν Ἀχιλλεύς,
  11. ὅς πού τοι μάλα πολλὰ μένων ἐπετέλλετʼ ἰόντι·
  12. μή μοι πρὶν ἰέναι Πατρόκλεες ἱπποκέλευθε
  13. νῆας ἔπι γλαφυρὰς πρὶν Ἕκτορος ἀνδροφόνοιο
  14. αἱματόεντα χιτῶνα περὶ στήθεσσι δαΐξαι.
  15. ὥς πού σε προσέφη, σοὶ δὲ φρένας ἄφρονι πεῖθε.
  16. τὸν δʼ ὀλιγοδρανέων προσέφης Πατρόκλεες ἱππεῦ·
  17. ἤδη νῦν Ἕκτορ μεγάλʼ εὔχεο· σοὶ γὰρ ἔδωκε
  18. νίκην Ζεὺς Κρονίδης καὶ Ἀπόλλων, οἵ με δάμασσαν
  19. ῥηιδίως· αὐτοὶ γὰρ ἀπʼ ὤμων τεύχεʼ ἕλοντο.
  20. τοιοῦτοι δʼ εἴ πέρ μοι ἐείκοσιν ἀντεβόλησαν,