Iliad

Homer

Homer. Homeri Opera, Volumes 1-2. Monro, D. B. (David Binning), editor; Allen, Thomas W. (Thomas William), editor. Oxford: Clarendon Press, 1908-1920.

  1. πάντές κʼ αὐτόθʼ ὄλοντο ἐμῷ ὑπὸ δουρὶ δαμέντες.
  2. ἀλλά με μοῖρʼ ὀλοὴ καὶ Λητοῦς ἔκτανεν υἱός,
  3. ἀνδρῶν δʼ Εὔφορβος· σὺ δέ με τρίτος ἐξεναρίζεις.
  4. ἄλλο δέ τοι ἐρέω, σὺ δʼ ἐνὶ φρεσὶ βάλλεο σῇσιν·
  5. οὔ θην οὐδʼ αὐτὸς δηρὸν βέῃ, ἀλλά τοι ἤδη
  6. ἄγχι παρέστηκεν θάνατος καὶ μοῖρα κραταιὴ
  7. χερσὶ δαμέντʼ Ἀχιλῆος ἀμύμονος Αἰακίδαο.
  8. ὣς ἄρα μιν εἰπόντα τέλος θανάτοιο κάλυψε·
  9. ψυχὴ δʼ ἐκ ῥεθέων πταμένη Ἄϊδος δὲ βεβήκει
  10. ὃν πότμον γοόωσα λιποῦσʼ ἀνδροτῆτα καὶ ἥβην.
  11. τὸν καὶ τεθνηῶτα προσηύδα φαίδιμος Ἕκτωρ·
  12. Πατρόκλεις τί νύ μοι μαντεύεαι αἰπὺν ὄλεθρον;
  13. τίς δʼ οἶδʼ εἴ κʼ Ἀχιλεὺς Θέτιδος πάϊς ἠϋκόμοιο
  14. φθήῃ ἐμῷ ὑπὸ δουρὶ τυπεὶς ἀπὸ θυμὸν ὀλέσσαι;
  15. ὣς ἄρα φωνήσας δόρυ χάλκεον ἐξ ὠτειλῆς
  16. εἴρυσε λὰξ προσβάς, τὸν δʼ ὕπτιον ὦσʼ ἀπὸ δουρός.
  17. αὐτίκα δὲ ξὺν δουρὶ μετʼ Αὐτομέδοντα βεβήκει
  18. ἀντίθεον θεράποντα ποδώκεος Αἰακίδαο·
  19. ἵετο γὰρ βαλέειν· τὸν δʼ ἔκφερον ὠκέες ἵπποι
  20. ἄμβροτοι, οὓς Πηλῆϊ θεοὶ δόσαν ἀγλαὰ δῶρα.