Iliad

Homer

Homer. Homeri Opera, Volumes 1-2. Monro, D. B. (David Binning), editor; Allen, Thomas W. (Thomas William), editor. Oxford: Clarendon Press, 1908-1920.

  1. Πανθοΐδης Εὔφορβος, ὃς ἡλικίην ἐκέκαστο
  2. ἔγχεΐ θʼ ἱπποσύνῃ τε πόδεσσί τε καρπαλίμοισι·
  3. καὶ γὰρ δὴ τότε φῶτας ἐείκοσι βῆσεν ἀφʼ ἵππων
  4. πρῶτʼ ἐλθὼν σὺν ὄχεσφι διδασκόμενος πολέμοιο·
  5. ὅς τοι πρῶτος ἐφῆκε βέλος Πατρόκλεες ἱππεῦ
  6. οὐδὲ δάμασσʼ· ὃ μὲν αὖτις ἀνέδραμε, μίκτο δʼ ὁμίλῳ,
  7. ἐκ χροὸς ἁρπάξας δόρυ μείλινον, οὐδʼ ὑπέμεινε
  8. Πάτροκλον γυμνόν περ ἐόντʼ ἐν δηϊοτῆτι.
  9. Πάτροκλος δὲ θεοῦ πληγῇ καὶ δουρὶ δαμασθεὶς
  10. ἂψ ἑτάρων εἰς ἔθνος ἐχάζετο κῆρʼ ἀλεείνων.
  11. Ἕκτωρ δʼ ὡς εἶδεν Πατροκλῆα μεγάθυμον
  12. ἂψ ἀναχαζόμενον βεβλημένον ὀξέϊ χαλκῷ,
  13. ἀγχίμολόν ῥά οἱ ἦλθε κατὰ στίχας, οὖτα δὲ δουρὶ
  14. νείατον ἐς κενεῶνα, διὰ πρὸ δὲ χαλκὸν ἔλασσε·
  15. δούπησεν δὲ πεσών, μέγα δʼ ἤκαχε λαὸν Ἀχαιῶν·
  16. ὡς δʼ ὅτε σῦν ἀκάμαντα λέων ἐβιήσατο χάρμῃ,
  17. ὥ τʼ ὄρεος κορυφῇσι μέγα φρονέοντε μάχεσθον
  18. πίδακος ἀμφʼ ὀλίγης· ἐθέλουσι δὲ πιέμεν ἄμφω·
  19. πολλὰ δέ τʼ ἀσθμαίνοντα λέων ἐδάμασσε βίηφιν·
  20. ὣς πολέας πεφνόντα Μενοιτίου ἄλκιμον υἱὸν