Iliad

Homer

Homer. Homeri Opera, Volumes 1-2. Monro, D. B. (David Binning), editor; Allen, Thomas W. (Thomas William), editor. Oxford: Clarendon Press, 1908-1920.

  1. ζώει δʼ Αἰακίδης Πηλεὺς μετὰ Μυρμιδόνεσσι;
  2. τῶν κε μάλʼ ἀμφοτέρων ἀκαχοίμεθα τεθνηώτων.
  3. ἦε σύ γʼ Ἀργείων ὀλοφύρεαι, ὡς ὀλέκονται
  4. νηυσὶν ἔπι γλαφυρῇσιν ὑπερβασίης ἕνεκα σφῆς;
  5. ἐξαύδα, μὴ κεῦθε νόῳ, ἵνα εἴδομεν ἄμφω.
  6. τὸν δὲ βαρὺ στενάχων προσέφης Πατρόκλεες ἱππεῦ·
  7. ὦ Ἀχιλεῦ Πηλῆος υἱὲ μέγα φέρτατʼ Ἀχαιῶν
  8. μὴ νεμέσα· τοῖον γὰρ ἄχος βεβίηκεν Ἀχαιούς.
  9. οἳ μὲν γὰρ δὴ πάντες, ὅσοι πάρος ἦσαν ἄριστοι,
  10. ἐν νηυσὶν κέαται βεβλημένοι οὐτάμενοί τε.
  11. βέβληται μὲν ὃ Τυδεΐδης κρατερὸς Διομήδης,
  12. οὔτασται δʼ Ὀδυσεὺς δουρικλυτὸς ἠδʼ Ἀγαμέμνων,
  13. βέβληται δὲ καὶ Εὐρύπυλος κατὰ μηρὸν ὀϊστῷ.
  14. τοὺς μέν τʼ ἰητροὶ πολυφάρμακοι ἀμφιπένονται
  15. ἕλκεʼ ἀκειόμενοι· σὺ δʼ ἀμήχανος ἔπλευ Ἀχιλλεῦ.
  16. μὴ ἐμέ γʼ οὖν οὗτός γε λάβοι χόλος, ὃν σὺ φυλάσσεις
  17. αἰναρέτη· τί σευ ἄλλος ὀνήσεται ὀψίγονός περ
  18. αἴ κε μὴ Ἀργείοισιν ἀεικέα λοιγὸν ἀμύνῃς;
  19. νηλεές, οὐκ ἄρα σοί γε πατὴρ ἦν ἱππότα Πηλεύς,
  20. οὐδὲ Θέτις μήτηρ· γλαυκὴ δέ σε τίκτε θάλασσα