Iliad

Homer

Homer. Homeri Opera, Volumes 1-2. Monro, D. B. (David Binning), editor; Allen, Thomas W. (Thomas William), editor. Oxford: Clarendon Press, 1908-1920.

  1. τὼ ἐν χερσὶ φόως, οὐ μειλιχίῃ πολέμοιο.
  2. ἦ, καὶ μαιμώων ἔφεπʼ ἔγχεϊ ὀξυόεντι.
  3. ὅς τις δὲ Τρώων κοίλῃς ἐπὶ νηυσὶ φέροιτο
  4. σὺν πυρὶ κηλείῳ, χάριν Ἕκτορος ὀτρύναντος,
  5. τὸν δʼ Αἴας οὔτασκε δεδεγμένος ἔγχεϊ μακρῷ·
  6. δώδεκα δὲ προπάροιθε νεῶν αὐτοσχεδὸν οὖτα.
  1. ὣς οἳ μὲν περὶ νηὸς ἐϋσσέλμοιο μάχοντο·
  2. Πάτροκλος δʼ Ἀχιλῆϊ παρίστατο ποιμένι λαῶν
  3. δάκρυα θερμὰ χέων ὥς τε κρήνη μελάνυδρος,
  4. ἥ τε κατʼ αἰγίλιπος πέτρης δνοφερὸν χέει ὕδωρ.
  5. τὸν δὲ ἰδὼν ᾤκτιρε ποδάρκης δῖος Ἀχιλλεύς,
  6. καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα·
  7. τίπτε δεδάκρυσαι Πατρόκλεες, ἠΰτε κούρη
  8. νηπίη, ἥ θʼ ἅμα μητρὶ θέουσʼ ἀνελέσθαι ἀνώγει
  9. εἱανοῦ ἁπτομένη, καί τʼ ἐσσυμένην κατερύκει,
  10. δακρυόεσσα δέ μιν ποτιδέρκεται, ὄφρʼ ἀνέληται·
  11. τῇ ἴκελος Πάτροκλε τέρεν κατὰ δάκρυον εἴβεις.
  12. ἠέ τι Μυρμιδόνεσσι πιφαύσκεαι, ἢ ἐμοὶ αὐτῷ,
  13. ἦέ τινʼ ἀγγελίην Φθίης ἐξέκλυες οἶος;
  14. ζώειν μὰν ἔτι φασὶ Μενοίτιον Ἄκτορος υἱόν,