Iliad

Homer

Homer. Homeri Opera, Volumes 1-2. Monro, D. B. (David Binning), editor; Allen, Thomas W. (Thomas William), editor. Oxford: Clarendon Press, 1908-1920.

  1. πέτραι τʼ ἠλίβατοι, ὅτι τοι νόος ἐστὶν ἀπηνής.
  2. εἰ δέ τινα φρεσὶ σῇσι θεοπροπίην ἀλεείνεις
  3. καί τινά τοι πὰρ Ζηνὸς ἐπέφραδε πότνια μήτηρ,
  4. ἀλλʼ ἐμέ περ πρόες ὦχʼ, ἃμα δʼ ἄλλον λαὸν ὄπασσον
  5. Μυρμιδόνων, ἤν πού τι φόως Δαναοῖσι γένωμαι.
  6. δὸς δέ μοι ὤμοιιν τὰ σὰ τεύχεα θωρηχθῆναι,
  7. αἴ κʼ ἐμὲ σοὶ ἴσκοντες ἀπόσχωνται πολέμοιο
  8. Τρῶες, ἀναπνεύσωσι δʼ Ἀρήϊοι υἷες Ἀχαιῶν
  9. τειρόμενοι· ὀλίγη δέ τʼ ἀνάπνευσις πολέμοιο.
  10. ῥεῖα δέ κʼ ἀκμῆτες κεκμηότας ἄνδρας ἀϋτῇ
  11. ὤσαιμεν προτὶ ἄστυ νεῶν ἄπο καὶ κλισιάων.
  12. ὣς φάτο λισσόμενος μέγα νήπιος· ἦ γὰρ ἔμελλεν
  13. οἷ αὐτῷ θάνατόν τε κακὸν καὶ κῆρα λιτέσθαι.
  14. τὸν δὲ μέγʼ ὀχθήσας προσέφη πόδας ὠκὺς Ἀχιλλεύς·
  15. ὤ μοι διογενὲς Πατρόκλεες οἷον ἔειπες·
  16. οὔτε θεοπροπίης ἐμπάζομαι ἥν τινα οἶδα,
  17. οὔτέ τί μοι πὰρ Ζηνὸς ἐπέφραδε πότνια μήτηρ·
  18. ἀλλὰ τόδʼ αἰνὸν ἄχος κραδίην καὶ θυμὸν ἱκάνει,
  19. ὁππότε δὴ τὸν ὁμοῖον ἀνὴρ ἐθέλῃσιν ἀμέρσαι
  20. καὶ γέρας ἂψ ἀφελέσθαι, ὅ τε κράτεϊ προβεβήκῃ·