Iliad

Homer

Homer. Homeri Opera, Volumes 1-2. Monro, D. B. (David Binning), editor; Allen, Thomas W. (Thomas William), editor. Oxford: Clarendon Press, 1908-1920.

  1. ἡμῖν πήματα πολλὰ θέσαν, κακότητι γερόντων,
  2. οἵ μʼ ἐθέλοντα μάχεσθαι ἐπὶ πρυμνῇσι νέεσσιν
  3. αὐτόν τʼ ἰσχανάασκον ἐρητύοντό τε λαόν·
  4. ἀλλʼ εἰ δή ῥα τότε βλάπτε φρένας εὐρύοπα Ζεὺς
  5. ἡμετέρας, νῦν αὐτὸς ἐποτρύνει καὶ ἀνώγει.
  6. ὣς ἔφαθʼ, οἳ δʼ ἄρα μᾶλλον ἐπʼ Ἀργείοισιν ὄρουσαν.
  7. Αἴας δʼ οὐκέτʼ ἔμιμνε· βιάζετο γὰρ βελέεσσιν·
  8. ἀλλʼ ἀνεχάζετο τυτθόν, ὀϊόμενος θανέεσθαι
  9. θρῆνυν ἐφʼ ἑπταπόδην, λίπε δʼ ἴκρια νηὸς ἐΐσης.
  10. ἔνθʼ ἄρʼ ὅ γʼ ἑστήκει δεδοκημένος, ἔγχεϊ δʼ αἰεὶ
  11. Τρῶας ἄμυνε νεῶν, ὅς τις φέροι ἀκάματον πῦρ·
  12. αἰεὶ δὲ σμερδνὸν βοόων Δαναοῖσι κέλευε·
  13. ὦ φίλοι ἥρωες Δαναοὶ θεράποντες Ἄρηος
  14. ἀνέρες ἔστε φίλοι, μνήσασθε δὲ θούριδος ἀλκῆς.
  15. ἠέ τινάς φαμεν εἶναι ἀοσσητῆρας ὀπίσσω,
  16. ἦέ τι τεῖχος ἄρειον, ὅ κʼ ἀνδράσι λοιγὸν ἀμύναι;
  17. οὐ μέν τι σχεδόν ἐστι πόλις πύργοις ἀραρυῖα,
  18. ᾗ κʼ ἀπαμυναίμεσθʼ ἑτεραλκέα δῆμον ἔχοντες·
  19. ἀλλʼ ἐν γὰρ Τρώων πεδίῳ πύκα θωρηκτάων
  20. πόντῳ κεκλιμένοι ἑκὰς ἥμεθα πατρίδος αἴης·