Iliad
Homer
Homer. Homeri Opera, Volumes 1-2. Monro, D. B. (David Binning), editor; Allen, Thomas W. (Thomas William), editor. Oxford: Clarendon Press, 1908-1920.
- τώ ῥα καὶ οὔ τι Διὸς βέομαι φρεσίν, ἀλλὰ ἕκηλος
- καὶ κρατερός περ ἐὼν μενέτω τριτάτῃ ἐνὶ μοίρῃ.
- χερσὶ δὲ μή τί με πάγχυ κακὸν ὣς δειδισσέσθω·
- θυγατέρεσσιν γάρ τε καὶ υἱάσι βέλτερον εἴη
- ἐκπάγλοις ἐπέεσσιν ἐνισσέμεν οὓς τέκεν αὐτός,
- οἵ ἑθεν ὀτρύνοντος ἀκούσονται καὶ ἀνάγκῃ.
- τὸν δʼ ἠμείβετʼ ἔπειτα ποδήνεμος ὠκέα Ἶρις·
- οὕτω γὰρ δή τοι γαιήοχε κυανοχαῖτα
- τόνδε φέρω Διὶ μῦθον ἀπηνέα τε κρατερόν τε,
- ἦ τι μεταστρέψεις; στρεπταὶ μέν τε φρένες ἐσθλῶν.
- οἶσθʼ ὡς πρεσβυτέροισιν Ἐρινύες αἰὲν ἕπονται.
- τὴν δʼ αὖτε προσέειπε Ποσειδάων ἐνοσίχθων·
- Ἶρι θεὰ μάλα τοῦτο ἔπος κατὰ μοῖραν ἔειπες·
- ἐσθλὸν καὶ τὸ τέτυκται ὅτʼ ἄγγελος αἴσιμα εἰδῇ.
- ἀλλὰ τόδʼ αἰνὸν ἄχος κραδίην καὶ θυμὸν ἱκάνει
- ὁππότʼ ἂν ἰσόμορον καὶ ὁμῇ πεπρωμένον αἴσῃ
- νεικείειν ἐθέλῃσι χολωτοῖσιν ἐπέεσσιν.
- ἀλλʼ ἤτοι νῦν μέν κε νεμεσσηθεὶς ὑποείξω·
- ἄλλο δέ τοι ἐρέω, καὶ ἀπειλήσω τό γε θυμῷ·
- αἴ κεν ἄνευ ἐμέθεν καὶ Ἀθηναίης ἀγελείης
- Ἥρης Ἑρμείω τε καὶ Ἡφαίστοιο ἄνακτος
- Ἰλίου αἰπεινῆς πεφιδήσεται, οὐδʼ ἐθελήσει
- ἐκπέρσαι, δοῦναι δὲ μέγα κράτος Ἀργείοισιν,
- ἴστω τοῦθʼ ὅτι νῶϊν ἀνήκεστος χόλος ἔσται.
- ὣς εἰπὼν λίπε λαὸν Ἀχαιϊκὸν ἐννοσίγαιος,
- δῦνε δὲ πόντον ἰών, πόθεσαν δʼ ἥρωες Ἀχαιοί.
- καὶ τότʼ Ἀπόλλωνα προσέφη νεφεληγερέτα Ζεύς·
- ἔρχεο νῦν φίλε Φοῖβε μεθʼ Ἕκτορα χαλκοκορυστήν·
- ἤδη μὲν γάρ τοι γαιήοχος ἐννοσίγαιος
- οἴχεται εἰς ἅλα δῖαν ἀλευάμενος χόλον αἰπὺν
- ἡμέτερον· μάλα γάρ κε μάχης ἐπύθοντο καὶ ἄλλοι,
- οἵ περ ἐνέρτεροί εἰσι θεοὶ Κρόνον ἀμφὶς ἐόντες.
- ἀλλὰ τόδʼ ἠμὲν ἐμοὶ πολὺ κέρδιον ἠδέ οἱ αὐτῷ
- ἔπλετο, ὅττι πάροιθε νεμεσσηθεὶς ὑπόειξε
- χεῖρας ἐμάς, ἐπεὶ οὔ κεν ἀνιδρωτί γʼ ἐτελέσθη.
- ἀλλὰ σύ γʼ ἐν χείρεσσι λάβʼ αἰγίδα θυσσανόεσσαν,
- τῇ μάλʼ ἐπισσείων φοβέειν ἥρωας Ἀχαιούς·
- σοὶ δʼ αὐτῷ μελέτω ἑκατηβόλε φαίδιμος Ἕκτωρ·
- τόφρα γὰρ οὖν οἱ ἔγειρε μένος μέγα, ὄφρʼ ἂν Ἀχαιοὶ
- φεύγοντες νῆάς τε καὶ Ἑλλήσποντον ἵκωνται.
- κεῖθεν δʼ αὐτὸς ἐγὼ φράσομαι ἔργον τε ἔπος τε,
- ὥς κε καὶ αὖτις Ἀχαιοὶ ἀναπνεύσωσι πόνοιο.
- ὣς ἔφατʼ, οὐδʼ ἄρα πατρὸς ἀνηκούστησεν Ἀπόλλων,
- βῆ δὲ κατʼ Ἰδαίων ὀρέων ἴρηκι ἐοικὼς
- ὠκέϊ φασσοφόνῳ, ὅς τʼ ὤκιστος πετεηνῶν.
- εὗρʼ υἱὸν Πριάμοιο δαΐφρονος Ἕκτορα δῖον
- ἥμενον, οὐδʼ ἔτι κεῖτο, νέον δʼ ἐσαγείρετο θυμόν,
- ἀμφὶ ἓ γιγνώσκων ἑτάρους· ἀτὰρ ἆσθμα καὶ ἱδρὼς
- παύετʼ, ἐπεί μιν ἔγειρε Διὸς νόος αἰγιόχοιο.
- ἀγχοῦ δʼ ἱστάμενος προσέφη ἑκάεργος Ἀπόλλων·
- Ἕκτορ υἱὲ Πριάμοιο, τί ἢ δὲ σὺ νόσφιν ἀπʼ ἄλλων
- ἧσʼ ὀλιγηπελέων; ἦ πού τί σε κῆδος ἱκάνει;
- τὸν δʼ ὀλιγοδρανέων προσέφη κορυθαίολος Ἕκτωρ·
- τίς δὲ σύ ἐσσι φέριστε θεῶν ὅς μʼ εἴρεαι ἄντην;
- οὐκ ἀΐεις ὅ με νηυσὶν ἔπι πρυμνῇσιν Ἀχαιῶν
- οὓς ἑτάρους ὀλέκοντα βοὴν ἀγαθὸς βάλεν Αἴας
- χερμαδίῳ πρὸς στῆθος, ἔπαυσε δὲ θούριδος ἀλκῆς;
- καὶ δὴ ἔγωγʼ ἐφάμην νέκυας καὶ δῶμʼ Ἀΐδαο
- ἤματι τῷδʼ ἵξεσθαι, ἐπεὶ φίλον ἄϊον ἦτορ.
- τὸν δʼ αὖτε προσέειπεν ἄναξ ἑκάεργος Ἀπόλλων·
- θάρσει νῦν· τοῖόν τοι ἀοσσητῆρα Κρονίων
- ἐξ Ἴδης προέηκε παρεστάμεναι καὶ ἀμύνειν
- Φοῖβον Ἀπόλλωνα χρυσάορον, ὅς σε πάρος περ
- ῥύομʼ, ὁμῶς αὐτόν τε καὶ αἰπεινὸν πτολίεθρον.
- ἀλλʼ ἄγε νῦν ἱππεῦσιν ἐπότρυνον πολέεσσι
- νηυσὶν ἔπι γλαφυρῇσιν ἐλαυνέμεν ὠκέας ἵππους·
- αὐτὰρ ἐγὼ προπάροιθε κιὼν ἵπποισι κέλευθον
- πᾶσαν λειανέω, τρέψω δʼ ἥρωας Ἀχαιούς.
- ὣς εἰπὼν ἔμπνευσε μένος μέγα ποιμένι λαῶν.
- ὡς δʼ ὅτε τις στατὸς ἵππος ἀκοστήσας ἐπὶ φάτνῃ
- δεσμὸν ἀπορρήξας θείῃ πεδίοιο κροαίνων
- εἰωθὼς λούεσθαι ἐϋρρεῖος ποταμοῖο
- κυδιόων· ὑψοῦ δὲ κάρη ἔχει, ἀμφὶ δὲ χαῖται
- ὤμοις ἀΐσσονται· ὃ δʼ ἀγλαΐηφι πεποιθὼς
- ῥίμφά ἑ γοῦνα φέρει μετά τʼ ἤθεα καὶ νομὸν ἵππων·
- ὣς Ἕκτωρ λαιψηρὰ πόδας καὶ γούνατʼ ἐνώμα
- ὀτρύνων ἱππῆας, ἐπεὶ θεοῦ ἔκλυεν αὐδήν.
- οἳ δʼ ὥς τʼ ἢ ἔλαφον κεραὸν ἢ ἄγριον αἶγα
- ἐσσεύαντο κύνες τε καὶ ἀνέρες ἀγροιῶται·
- τὸν μέν τʼ ἠλίβατος πέτρη καὶ δάσκιος ὕλη
- εἰρύσατʼ, οὐδʼ ἄρα τέ σφι κιχήμεναι αἴσιμον ἦεν·
- τῶν δέ θʼ ὑπὸ ἰαχῆς ἐφάνη λὶς ἠϋγένειος
- εἰς ὁδόν, αἶψα δὲ πάντας ἀπέτραπε καὶ μεμαῶτας·
- ὣς Δαναοὶ εἷος μὲν ὁμιλαδὸν αἰὲν ἕποντο
- νύσσοντες ξίφεσίν τε καὶ ἔγχεσιν ἀμφιγύοισιν·
- αὐτὰρ ἐπεὶ ἴδον Ἕκτορʼ ἐποιχόμενον στίχας ἀνδρῶν
- τάρβησαν, πᾶσιν δὲ παραὶ ποσὶ κάππεσε θυμός.
- τοῖσι δʼ ἔπειτʼ ἀγόρευε Θόας Ἀνδραίμονος υἱός,
- Αἰτωλῶν ὄχʼ ἄριστος ἐπιστάμενος μὲν ἄκοντι
- ἐσθλὸς δʼ ἐν σταδίῃ· ἀγορῇ δέ ἑ παῦροι Ἀχαιῶν
- νίκων, ὁππότε κοῦροι ἐρίσσειαν περὶ μύθων·
- ὅ σφιν ἐϋφρονέων ἀγορήσατο καὶ μετέειπεν·
- ὢ πόποι ἦ μέγα θαῦμα τόδʼ ὀφθαλμοῖσιν ὁρῶμαι,
- οἷον δʼ αὖτʼ ἐξαῦτις ἀνέστη κῆρας ἀλύξας
- Ἕκτωρ· ἦ θήν μιν μάλα ἔλπετο θυμὸς ἑκάστου
- χερσὶν ὑπʼ Αἴαντος θανέειν Τελαμωνιάδαο.
- ἀλλά τις αὖτε θεῶν ἐρρύσατο καὶ ἐσάωσεν
- Ἕκτορʼ, ὃ δὴ πολλῶν Δαναῶν ὑπὸ γούνατʼ ἔλυσεν,
- ὡς καὶ νῦν ἔσσεσθαι ὀΐομαι· οὐ γὰρ ἄτερ γε
- Ζηνὸς ἐριγδούπου πρόμος ἵσταται ὧδε μενοινῶν.
- ἀλλʼ ἄγεθʼ ὡς ἂν ἐγὼν εἴπω πειθώμεθα πάντες.
- πληθὺν μὲν ποτὶ νῆας ἀνώξομεν ἀπονέεσθαι·
- αὐτοὶ δʼ, ὅσσοι ἄριστοι ἐνὶ στρατῷ εὐχόμεθʼ εἶναι,
- στήομεν, εἴ κεν πρῶτον ἐρύξομεν ἀντιάσαντες
- δούρατʼ ἀνασχόμενοι· τὸν δʼ οἴω καὶ μεμαῶτα
- θυμῷ δείσεσθαι Δαναῶν καταδῦναι ὅμιλον.
- ὣς ἔφαθʼ, οἳ δʼ ἄρα τοῦ μάλα μὲν κλύον ἠδὲ πίθοντο·
- οἳ μὲν ἄρʼ ἀμφʼ Αἴαντα καὶ Ἰδομενῆα ἄνακτα
- Τεῦκρον Μηριόνην τε Μέγην τʼ ἀτάλαντον Ἄρηϊ
- ὑσμίνην ἤρτυνον ἀριστῆας καλέσαντες
- Ἕκτορι καὶ Τρώεσσιν ἐναντίον· αὐτὰρ ὀπίσσω
- ἣ πληθὺς ἐπὶ νῆας Ἀχαιῶν ἀπονέοντο.
- Τρῶες δὲ προὔτυψαν ἀολλέες, ἦρχε δʼ ἄρʼ Ἕκτωρ
- μακρὰ βιβάς· πρόσθεν δὲ κίʼ αὐτοῦ Φοῖβος Ἀπόλλων
- εἱμένος ὤμοιιν νεφέλην, ἔχε δʼ αἰγίδα θοῦριν
- δεινὴν ἀμφιδάσειαν ἀριπρεπέʼ, ἣν ἄρα χαλκεὺς
- Ἥφαιστος Διὶ δῶκε φορήμεναι ἐς φόβον ἀνδρῶν·
- τὴν ἄρʼ ὅ γʼ ἐν χείρεσσιν ἔχων ἡγήσατο λαῶν.
- Ἀργεῖοι δʼ ὑπέμειναν ἀολλέες, ὦρτο δʼ ἀϋτὴ
- ὀξεῖʼ ἀμφοτέρωθεν, ἀπὸ νευρῆφι δʼ ὀϊστοὶ
- θρῷσκον· πολλὰ δὲ δοῦρα θρασειάων ἀπὸ χειρῶν
- ἄλλα μὲν ἐν χροῒ πήγνυτʼ ἀρηϊθόων αἰζηῶν,
- πολλὰ δὲ καὶ μεσσηγὺ πάρος χρόα λευκὸν ἐπαυρεῖν
- ἐν γαίῃ ἵσταντο λιλαιόμενα χροὸς ἆσαι.
- ὄφρα μὲν αἰγίδα χερσὶν ἔχʼ ἀτρέμα Φοῖβος Ἀπόλλων,
- τόφρα μάλʼ ἀμφοτέρων βέλεʼ ἥπτετο, πῖπτε δὲ λαός.
- αὐτὰρ ἐπεὶ κατʼ ἐνῶπα ἰδὼν Δαναῶν ταχυπώλων
- σεῖσʼ, ἐπὶ δʼ αὐτὸς ἄϋσε μάλα μέγα, τοῖσι δὲ θυμὸν
- ἐν στήθεσσιν ἔθελξε, λάθοντο δὲ θούριδος ἀλκῆς.
- οἳ δʼ ὥς τʼ ἠὲ βοῶν ἀγέλην ἢ πῶϋ μέγʼ οἰῶν
- θῆρε δύω κλονέωσι μελαίνης νυκτὸς ἀμολγῷ
- ἐλθόντʼ ἐξαπίνης σημάντορος οὐ παρεόντος,
- ὣς ἐφόβηθεν Ἀχαιοὶ ἀνάλκιδες· ἐν γὰρ Ἀπόλλων
- ἧκε φόβον, Τρωσὶν δὲ καὶ Ἕκτορι κῦδος ὄπαζεν.
- ἔνθα δʼ ἀνὴρ ἕλεν ἄνδρα κεδασθείσης ὑσμίνης.
- Ἕκτωρ μὲν Στιχίον τε καὶ Ἀρκεσίλαον ἔπεφνε,
- τὸν μὲν Βοιωτῶν ἡγήτορα χαλκοχιτώνων,
- τὸν δὲ Μενεσθῆος μεγαθύμου πιστὸν ἑταῖρον·
- Αἰνείας δὲ Μέδοντα καὶ Ἴασον ἐξενάριξεν.
- ἤτοι ὃ μὲν νόθος υἱὸς Ὀϊλῆος θείοιο
- ἔσκε Μέδων Αἴαντος ἀδελφεός· αὐτὰρ ἔναιεν
- ἐν Φυλάκῃ γαίης ἄπο πατρίδος ἄνδρα κατακτὰς
- γνωτὸν μητρυιῆς Ἐριώπιδος, ἣν ἔχʼ Ὀϊλεύς·
- Ἴασος αὖτʼ ἀρχὸς μὲν Ἀθηναίων ἐτέτυκτο,
- υἱὸς δὲ Σφήλοιο καλέσκετο Βουκολίδαο.
- Μηκιστῆ δʼ ἕλε Πουλυδάμας, Ἐχίον δὲ Πολίτης
- πρώτῃ ἐν ὑσμίνῃ, Κλονίον δʼ ἕλε δῖος Ἀγήνωρ.
- Δηΐοχον δὲ Πάρις βάλε νείατον ὦμον ὄπισθε
- φεύγοντʼ ἐν προμάχοισι, διὰ πρὸ δὲ χαλκὸν ἔλασσεν.
- ὄφρʼ οἳ τοὺς ἐνάριζον ἀπʼ ἔντεα, τόφρα δʼ Ἀχαιοὶ
- τάφρῳ καὶ σκολόπεσσιν ἐνιπλήξαντες ὀρυκτῇ
- ἔνθα καὶ ἔνθα φέβοντο, δύοντο δὲ τεῖχος ἀνάγκῃ.
- Ἕκτωρ δὲ Τρώεσσιν ἐκέκλετο μακρὸν ἀΰσας
- νηυσὶν ἐπισσεύεσθαι, ἐᾶν δʼ ἔναρα βροτόεντα·
- ὃν δʼ ἂν ἐγὼν ἀπάνευθε νεῶν ἑτέρωθι νοήσω,
- αὐτοῦ οἱ θάνατον μητίσομαι, οὐδέ νυ τόν γε
- γνωτοί τε γνωταί τε πυρὸς λελάχωσι θανόντα,
- ἀλλὰ κύνες ἐρύουσι πρὸ ἄστεος ἡμετέροιο.
- ὣς εἰπὼν μάστιγι κατωμαδὸν ἤλασεν ἵππους
- κεκλόμενος Τρώεσσι κατὰ στίχας· οἳ δὲ σὺν αὐτῷ
- πάντες ὁμοκλήσαντες ἔχον ἐρυσάρματας ἵππους
- ἠχῇ θεσπεσίῃ· προπάροιθε δὲ Φοῖβος Ἀπόλλων
- ῥεῖʼ ὄχθας καπέτοιο βαθείης ποσσὶν ἐρείπων
- ἐς μέσσον κατέβαλλε, γεφύρωσεν δὲ κέλευθον
- μακρὴν ἠδʼ εὐρεῖαν, ὅσον τʼ ἐπὶ δουρὸς ἐρωὴ
- γίγνεται, ὁππότʼ ἀνὴρ σθένεος πειρώμενος ᾗσι.
- τῇ ῥʼ οἵ γε προχέοντο φαλαγγηδόν, πρὸ δʼ Ἀπόλλων
- αἰγίδʼ ἔχων ἐρίτιμον· ἔρειπε δὲ τεῖχος Ἀχαιῶν
- ῥεῖα μάλʼ, ὡς ὅτε τις ψάμαθον πάϊς ἄγχι θαλάσσης,
- ὅς τʼ ἐπεὶ οὖν ποιήσῃ ἀθύρματα νηπιέῃσιν
- ἂψ αὖτις συνέχευε ποσὶν καὶ χερσὶν ἀθύρων.
- ὥς ῥα σὺ ἤϊε Φοῖβε πολὺν κάματον καὶ ὀϊζὺν
- σύγχεας Ἀργείων, αὐτοῖσι δὲ φύζαν ἐνῶρσας.
- ὣς οἳ μὲν παρὰ νηυσὶν ἐρητύοντο μένοντες,
- ἀλλήλοισί τε κεκλόμενοι καὶ πᾶσι θεοῖσι
- χεῖρας ἀνίσχοντες μεγάλʼ εὐχετόωντο ἕκαστος·
- Νέστωρ αὖτε μάλιστα Γερήνιος οὖρος Ἀχαιῶν
- εὔχετο χεῖρʼ ὀρέγων εἰς οὐρανὸν ἀστερόεντα·
- Ζεῦ πάτερ εἴ ποτέ τίς τοι ἐν Ἄργεΐ περ πολυπύρῳ
- ἢ βοὸς ἢ οἰὸς κατὰ πίονα μηρία καίων
- εὔχετο νοστῆσαι, σὺ δʼ ὑπέσχεο καὶ κατένευσας,
- τῶν μνῆσαι καὶ ἄμυνον Ὀλύμπιε νηλεὲς ἦμαρ,
- μηδʼ οὕτω Τρώεσσιν ἔα δάμνασθαι Ἀχαιούς.
- ὣς ἔφατʼ εὐχόμενος, μέγα δʼ ἔκτυπε μητίετα Ζεύς,
- ἀράων ἀΐων Νηληϊάδαο γέροντος.
- Τρῶες δʼ ὡς ἐπύθοντο Διὸς κτύπον αἰγιόχοιο,
- μᾶλλον ἐπʼ Ἀργείοισι θόρον, μνήσαντο δὲ χάρμης.
- οἳ δʼ ὥς τε μέγα κῦμα θαλάσσης εὐρυπόροιο
- νηὸς ὑπὲρ τοίχων καταβήσεται, ὁππότʼ ἐπείγῃ
- ἲς ἀνέμου· ἣ γάρ τε μάλιστά γε κύματʼ ὀφέλλει·
- ὣς Τρῶες μεγάλῃ ἰαχῇ κατὰ τεῖχος ἔβαινον,
- ἵππους δʼ εἰσελάσαντες ἐπὶ πρύμνῃσι μάχοντο
- ἔγχεσιν ἀμφιγύοις αὐτοσχεδόν, οἳ μὲν ἀφʼ ἵππων,
- οἳ δʼ ἀπὸ νηῶν ὕψι μελαινάων ἐπιβάντες
- μακροῖσι ξυστοῖσι, τά ῥά σφʼ ἐπὶ νηυσὶν ἔκειτο
- ναύμαχα κολλήεντα, κατὰ στόμα εἱμένα χαλκῷ.
- Πάτροκλος δʼ εἷος μὲν Ἀχαιοί τε Τρῶές τε
- τείχεος ἀμφεμάχοντο θοάων ἔκτοθι νηῶν,
- τόφρʼ ὅ γʼ ἐνὶ κλισίῃ ἀγαπήνορος Εὐρυπύλοιο
- ἧστό τε καὶ τὸν ἔτερπε λόγοις, ἐπὶ δʼ ἕλκεϊ λυγρῷ
- φάρμακʼ ἀκέσματʼ ἔπασσε μελαινάων ὀδυνάων.
- αὐτὰρ ἐπεὶ δὴ τεῖχος ἐπεσσυμένους ἐνόησε
- Τρῶας, ἀτὰρ Δαναῶν γένετο ἰαχή τε φόβος τε,
- ᾤμωξέν τʼ ἄρʼ ἔπειτα καὶ ὣ πεπλήγετο μηρὼ
- χερσὶ καταπρηνέσσʼ, ὀλοφυρόμενος δʼ ἔπος ηὔδα·
- Εὐρύπυλʼ οὐκ ἔτι τοι δύναμαι χατέοντί περʼ ἔμπης
- ἐνθάδε παρμενέμεν· δὴ γὰρ μέγα νεῖκος ὄρωρεν·
- ἀλλὰ σὲ μὲν θεράπων ποτιτερπέτω, αὐτὰρ ἔγωγε
- σπεύσομαι εἰς Ἀχιλῆα, ἵνʼ ὀτρύνω πολεμίζειν.
- τίς δʼ οἶδʼ εἴ κέν οἱ σὺν δαίμονι θυμὸν ὀρίνω
- παρειπών; ἀγαθὴ δὲ παραίφασίς ἐστιν ἑταίρου.
- τὸν μὲν ἄρʼ ὣς εἰπόντα πόδες φέρον· αὐτὰρ Ἀχαιοὶ
- Τρῶας ἐπερχομένους μένον ἔμπεδον, οὐδʼ ἐδύναντο
- παυροτέρους περ ἐόντας ἀπώσασθαι παρὰ νηῶν·
- οὐδέ ποτε Τρῶες Δαναῶν ἐδύναντο φάλαγγας
- ῥηξάμενοι κλισίῃσι μιγήμεναι ἠδὲ νέεσσιν.
- ἀλλʼ ὥς τε στάθμη δόρυ νήϊον ἐξιθύνει
- τέκτονος ἐν παλάμῃσι δαήμονος, ὅς ῥά τε πάσης
- εὖ εἰδῇ σοφίης ὑποθημοσύνῃσιν Ἀθήνης,
- ὣς μὲν τῶν ἐπὶ ἶσα μάχη τέτατο πτόλεμός τε·
- ἄλλοι δʼ ἀμφʼ ἄλλῃσι μάχην ἐμάχοντο νέεσσιν,
- Ἕκτωρ δʼ ἄντʼ Αἴαντος ἐείσατο κυδαλίμοιο.
- τὼ δὲ μιῆς περὶ νηὸς ἔχον πόνον, οὐδὲ δύναντο
- οὔθʼ ὃ τὸν ἐξελάσαι καὶ ἐνιπρῆσαι πυρὶ νῆα
- οὔθʼ ὃ τὸν ἂψ ὤσασθαι, ἐπεί ῥʼ ἐπέλασσέ γε δαίμων.
- ἔνθʼ υἷα Κλυτίοιο Καλήτορα φαίδιμος Αἴας
- πῦρ ἐς νῆα φέροντα κατὰ στῆθος βάλε δουρί.
- δούπησεν δὲ πεσών, δαλὸς δέ οἱ ἔκπεσε χειρός.
- Ἕκτωρ δʼ ὡς ἐνόησεν ἀνεψιὸν ὀφθαλμοῖσιν
- ἐν κονίῃσι πεσόντα νεὸς προπάροιθε μελαίνης,
- Τρωσί τε καὶ Λυκίοισιν ἐκέκλετο μακρὸν ἀΰσας·
- Τρῶες καὶ Λύκιοι καὶ Δάρδανοι ἀγχιμαχηταὶ
- μὴ δή πω χάζεσθε μάχης ἐν στείνεϊ τῷδε,
- ἀλλʼ υἷα Κλυτίοιο σαώσατε, μή μιν Ἀχαιοὶ
- τεύχεα συλήσωσι νεῶν ἐν ἀγῶνι πεσόντα.
- ὣς εἰπὼν Αἴαντος ἀκόντισε δουρὶ φαεινῷ.
- τοῦ μὲν ἅμαρθʼ, ὃ δʼ ἔπειτα Λυκόφρονα Μάστορος υἱὸν
- Αἴαντος θεράποντα Κυθήριον, ὅς ῥα παρʼ αὐτῷ
- ναῖʼ, ἐπεὶ ἄνδρα κατέκτα Κυθήροισι ζαθέοισι,
- τόν ῥʼ ἔβαλεν κεφαλὴν ὑπὲρ οὔατος ὀξέϊ χαλκῷ
- ἑσταότʼ ἄγχʼ Αἴαντος· ὃ δʼ ὕπτιος ἐν κονίῃσι
- νηὸς ἄπο πρυμνῆς χαμάδις πέσε, λύντο δὲ γυῖα.
- Αἴας δʼ ἐρρίγησε, κασίγνητον δὲ προσηύδα·
- Τεῦκρε πέπον δὴ νῶϊν ἀπέκτατο πιστὸς ἑταῖρος
- Μαστορίδης, ὃν νῶϊ Κυθηρόθεν ἔνδον ἐόντα
- ἶσα φίλοισι τοκεῦσιν ἐτίομεν ἐν μεγάροισι·
- τὸν δʼ Ἕκτωρ μεγάθυμος ἀπέκτανε. ποῦ νύ τοι ἰοὶ
- ὠκύμοροι καὶ τόξον ὅ τοι πόρε Φοῖβος Ἀπόλλων;
- ὣς φάθʼ, ὃ δὲ ξυνέηκε, θέων δέ οἱ ἄγχι παρέστη,
- τόξον ἔχων ἐν χειρὶ παλίντονον ἠδὲ φαρέτρην
- ἰοδόκον· μάλα δʼ ὦκα βέλεα Τρώεσσιν ἐφίει.
- καί ῥʼ ἔβαλε Κλεῖτον Πεισήνορος ἀγλαὸν υἱὸν
- Πουλυδάμαντος ἑταῖρον ἀγαυοῦ Πανθοΐδαο
- ἡνία χερσὶν ἔχοντα· ὃ μὲν πεπόνητο καθʼ ἵππους·
- τῇ γὰρ ἔχʼ ᾗ ῥα πολὺ πλεῖσται κλονέοντο φάλαγγες
- Ἕκτορι καὶ Τρώεσσι χαριζόμενος· τάχα δʼ αὐτῷ
- ἦλθε κακόν, τό οἱ οὔ τις ἐρύκακεν ἱεμένων περ.
- αὐχένι γάρ οἱ ὄπισθε πολύστονος ἔμπεσεν ἰός·
- ἤριπε δʼ ἐξ ὀχέων, ὑπερώησαν δέ οἱ ἵπποι
- κείνʼ ὄχεα κροτέοντες. ἄναξ δʼ ἐνόησε τάχιστα
- Πουλυδάμας, καὶ πρῶτος ἐναντίος ἤλυθεν ἵππων.
- τοὺς μὲν ὅ γʼ Ἀστυνόῳ Προτιάονος υἱέϊ δῶκε,
- πολλὰ δʼ ἐπότρυνε σχεδὸν ἴσχειν εἰσορόωντα
- ἵππους· αὐτὸς δʼ αὖτις ἰὼν προμάχοισιν ἐμίχθη.
- Τεῦκρος δʼ ἄλλον ὀϊστὸν ἐφʼ Ἕκτορι χαλκοκορυστῇ
- αἴνυτο, καί κεν ἔπαυσε μάχης ἐπὶ νηυσὶν Ἀχαιῶν,
- εἴ μιν ἀριστεύοντα βαλὼν ἐξείλετο θυμόν.
- ἀλλʼ οὐ λῆθε Διὸς πυκινὸν νόον, ὅς ῥʼ ἐφύλασσεν
- Ἕκτορʼ, ἀτὰρ Τεῦκρον Τελαμώνιον εὖχος ἀπηύρα,
- ὅς οἱ ἐϋστρεφέα νευρὴν ἐν ἀμύμονι τόξῳ
- ῥῆξʼ ἐπὶ τῷ ἐρύοντι· παρεπλάγχθη δέ οἱ ἄλλῃ
- ἰὸς χαλκοβαρής, τόξον δέ οἱ ἔκπεσε χειρός.
- Τεῦκρος δʼ ἐρρίγησε, κασίγνητον δὲ προσηύδα·
- ὢ πόποι ἦ δὴ πάγχυ μάχης ἐπὶ μήδεα κείρει
- δαίμων ἡμετέρης, ὅ τέ μοι βιὸν ἔκβαλε χειρός,
- νευρὴν δʼ ἐξέρρηξε νεόστροφον, ἣν ἐνέδησα
- πρώϊον, ὄφρʼ ἀνέχοιτο θαμὰ θρῴσκοντας ὀϊστούς.
- τὸν δʼ ἠμείβετʼ ἔπειτα μέγας Τελαμώνιος Αἴας·
- ὦ πέπον ἀλλὰ βιὸν μὲν ἔα καὶ ταρφέας ἰοὺς
- κεῖσθαι, ἐπεὶ συνέχευε θεὸς Δαναοῖσι μεγήρας·
- αὐτὰρ χερσὶν ἑλὼν δολιχὸν δόρυ καὶ σάκος ὤμῳ
- μάρναό τε Τρώεσσι καὶ ἄλλους ὄρνυθι λαούς.
- μὴ μὰν ἀσπουδί γε δαμασσάμενοί περ ἕλοιεν
- νῆας ἐϋσσέλμους, ἀλλὰ μνησώμεθα χάρμης.
- ὣς φάθʼ, ὃ δὲ τόξον μὲν ἐνὶ κλισίῃσιν ἔθηκεν,
- αὐτὰρ ὅ γʼ ἀμφʼ ὤμοισι σάκος θέτο τετραθέλυμνον,
- κρατὶ δʼ ἐπʼ ἰφθίμῳ κυνέην εὔτυκτον ἔθηκεν
- ἵππουριν, δεινὸν δὲ λόφος καθύπερθεν ἔνευεν·
- εἵλετο δʼ ἄλκιμον ἔγχος ἀκαχμένον ὀξέϊ χαλκῷ,
- βῆ δʼ ἰέναι, μάλα δʼ ὦκα θέων Αἴαντι παρέστη.
- Ἕκτωρ δʼ ὡς εἶδεν Τεύκρου βλαφθέντα βέλεμνα,
- Τρωσί τε καὶ Λυκίοισιν ἐκέκλετο μακρὸν ἀΰσας·
- Τρῶες καὶ Λύκιοι καὶ Δάρδανοι ἀγχιμαχηταὶ
- ἀνέρες ἔστε φίλοι, μνήσασθε δὲ θούριδος ἀλκῆς
- νῆας ἀνὰ γλαφυράς· δὴ γὰρ ἴδον ὀφθαλμοῖσιν
- ἀνδρὸς ἀριστῆος Διόθεν βλαφθέντα βέλεμνα.
- ῥεῖα δʼ ἀρίγνωτος Διὸς ἀνδράσι γίγνεται ἀλκή,
- ἠμὲν ὁτέοισιν κῦδος ὑπέρτερον ἐγγυαλίξῃ,
- ἠδʼ ὅτινας μινύθῃ τε καὶ οὐκ ἐθέλῃσιν ἀμύνειν,
- ὡς νῦν Ἀργείων μινύθει μένος, ἄμμι δʼ ἀρήγει.
- ἀλλὰ μάχεσθʼ ἐπὶ νηυσὶν ἀολλέες· ὃς δέ κεν ὑμέων
- βλήμενος ἠὲ τυπεὶς θάνατον καὶ πότμον ἐπίσπῃ
- τεθνάτω· οὔ οἱ ἀεικὲς ἀμυνομένῳ περὶ πάτρης
- τεθνάμεν· ἀλλʼ ἄλοχός τε σόη καὶ παῖδες ὀπίσσω,
- καὶ οἶκος καὶ κλῆρος ἀκήρατος, εἴ κεν Ἀχαιοὶ
- οἴχωνται σὺν νηυσὶ φίλην ἐς πατρίδα γαῖαν.
- ὣς εἰπὼν ὄτρυνε μένος καὶ θυμὸν ἑκάστου.
- Αἴας δʼ αὖθʼ ἑτέρωθεν ἐκέκλετο οἷς ἑτάροισιν·
- αἰδὼς Ἀργεῖοι· νῦν ἄρκιον ἢ ἀπολέσθαι
- ἠὲ σαωθῆναι καὶ ἀπώσασθαι κακὰ νηῶν.
- ἦ ἔλπεσθʼ ἢν νῆας ἕλῃ κορυθαίολος Ἕκτωρ
- ἐμβαδὸν ἵξεσθαι ἣν πατρίδα γαῖαν ἕκαστος;
- ἦ οὐκ ὀτρύνοντος ἀκούετε λαὸν ἅπαντα
- Ἕκτορος, ὃς δὴ νῆας ἐνιπρῆσαι μενεαίνει;
- οὐ μὰν ἔς γε χορὸν κέλετʼ ἐλθέμεν, ἀλλὰ μάχεσθαι.
- ἡμῖν δʼ οὔ τις τοῦδε νόος καὶ μῆτις ἀμείνων
- ἢ αὐτοσχεδίῃ μῖξαι χεῖράς τε μένος τε.
- βέλτερον ἢ ἀπολέσθαι ἕνα χρόνον ἠὲ βιῶναι
- ἢ δηθὰ στρεύγεσθαι ἐν αἰνῇ δηϊοτῆτι
- ὧδʼ αὔτως παρὰ νηυσὶν ὑπʼ ἀνδράσι χειροτέροισιν.
- ὣς εἰπὼν ὄτρυνε μένος καὶ θυμὸν ἑκάστου.
- ἔνθʼ Ἕκτωρ μὲν ἕλε Σχεδίον Περιμήδεος υἱὸν
- ἀρχὸν Φωκήων, Αἴας δʼ ἕλε Λαοδάμαντα
- ἡγεμόνα πρυλέων Ἀντήνορος ἀγλαὸν υἱόν·
- Πουλυδάμας δʼ Ὦτον Κυλλήνιον ἐξενάριξε
- Φυλεΐδεω ἕταρον, μεγαθύμων ἀρχὸν Ἐπειῶν.
- τῷ δὲ Μέγης ἐπόρουσεν ἰδών· ὃ δʼ ὕπαιθα λιάσθη
- Πουλυδάμας· καὶ τοῦ μὲν ἀπήμβροτεν· οὐ γὰρ Ἀπόλλων
- εἴα Πάνθου υἱὸν ἐνὶ προμάχοισι δαμῆναι·
- αὐτὰρ ὅ γε Κροίσμου στῆθος μέσον οὔτασε δουρί.
- δούπησεν δὲ πεσών· ὃ δʼ ἀπʼ ὤμων τεύχεʼ ἐσύλα.
- τόφρα δὲ τῷ ἐπόρουσε Δόλοψ αἰχμῆς ἐῢ εἰδὼς
- Λαμπετίδης, ὃν Λάμπος ἐγείνατο φέρτατον υἱὸν
- Λαομεδοντιάδης εὖ εἰδότα θούριδος ἀλκῆς,
- ὃς τότε Φυλεΐδαο μέσον σάκος οὔτασε δουρὶ
- ἐγγύθεν ὁρμηθείς· πυκινὸς δέ οἱ ἤρκεσε θώρηξ,
- τόν ῥʼ ἐφόρει γυάλοισιν ἀρηρότα· τόν ποτε Φυλεὺς
- ἤγαγεν ἐξ Ἐφύρης, ποταμοῦ ἄπο Σελλήεντος.
- ξεῖνος γάρ οἱ ἔδωκεν ἄναξ ἀνδρῶν Εὐφήτης
- ἐς πόλεμον φορέειν δηΐων ἀνδρῶν ἀλεωρήν·
- ὅς οἱ καὶ τότε παιδὸς ἀπὸ χροὸς ἤρκεσʼ ὄλεθρον.
- τοῦ δὲ Μέγης κόρυθος χαλκήρεος ἱπποδασείης
- κύμβαχον ἀκρότατον νύξʼ ἔγχεϊ ὀξυόεντι,
- ῥῆξε δʼ ἀφʼ ἵππειον λόφον αὐτοῦ· πᾶς δὲ χαμᾶζε
- κάππεσεν ἐν κονίῃσι νέον φοίνικι φαεινός.
- εἷος ὃ τῷ πολέμιζε μένων, ἔτι δʼ ἔλπετο νίκην,
- τόφρα δέ οἱ Μενέλαος ἀρήϊος ἦλθεν ἀμύντωρ,
- στῆ δʼ εὐρὰξ σὺν δουρὶ λαθών, βάλε δʼ ὦμον ὄπισθεν·
- αἰχμὴ δὲ στέρνοιο διέσσυτο μαιμώωσα
- πρόσσω ἱεμένη· ὃ δʼ ἄρα πρηνὴς ἐλιάσθη.
- τὼ μὲν ἐεισάσθην χαλκήρεα τεύχεʼ ἀπʼ ὤμων
- συλήσειν· Ἕκτωρ δὲ κασιγνήτοισι κέλευσε
- πᾶσι μάλα, πρῶτον δʼ Ἱκεταονίδην ἐνένιπεν
- ἴφθιμον Μελάνιππον. ὃ δʼ ὄφρα μὲν εἰλίποδας βοῦς
- βόσκʼ ἐν Περκώτῃ δηΐων ἀπὸ νόσφιν ἐόντων·
- αὐτὰρ ἐπεὶ Δαναῶν νέες ἤλυθον ἀμφιέλισσαι,
- ἂψ εἰς Ἴλιον ἦλθε, μετέπρεπε δὲ Τρώεσσι,
- ναῖε δὲ πὰρ Πριάμῳ, ὃ δέ μιν τίεν ἶσα τέκεσσι·
- τόν ῥʼ Ἕκτωρ ἐνένιπεν ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζεν·
- οὕτω δὴ Μελάνιππε μεθήσομεν; οὐδέ νυ σοί περ
- ἐντρέπεται φίλον ἦτορ ἀνεψιοῦ κταμένοιο;
- οὐχ ὁράᾳς οἷον Δόλοπος περὶ τεύχεʼ ἕπουσιν;
- ἀλλʼ ἕπευ· οὐ γὰρ ἔτʼ ἔστιν ἀποσταδὸν Ἀργείοισι
- μάρνασθαι, πρίν γʼ ἠὲ κατακτάμεν ἠὲ κατʼ ἄκρης