Iliad

Homer

Homer. Homeri Opera, Volumes 1-2. Monro, D. B. (David Binning), editor; Allen, Thomas W. (Thomas William), editor. Oxford: Clarendon Press, 1908-1920.

  1. ἡμεῖς δὲ φραζώμεθʼ ὅπως ἔσται τάδε ἔργα
  2. εἴ τι νόος ῥέξει· πόλεμον δʼ οὐκ ἄμμε κελεύω
  3. δύμεναι· οὐ γάρ πως βεβλημένον ἐστὶ μάχεσθαι.
  4. τὸν δʼ αὖτε προσέειπεν ἄναξ ἀνδρῶν Ἀγαμέμνων·
  5. Νέστορ ἐπεὶ δὴ νηυσὶν ἔπι πρυμνῇσι μάχονται,
  6. τεῖχος δʼ οὐκ ἔχραισμε τετυγμένον, οὐδέ τι τάφρος,
  7. ᾗ ἔπι πολλὰ πάθον Δαναοί, ἔλποντο δὲ θυμῷ
  8. ἄρρηκτον νηῶν τε καὶ αὐτῶν εἶλαρ ἔσεσθαι·
  9. οὕτω που Διὶ μέλλει ὑπερμενέϊ φίλον εἶναι
  10. νωνύμνους ἀπολέσθαι ἀπʼ Ἄργεος ἐνθάδʼ Ἀχαιούς.
  11. ᾔδεα μὲν γὰρ ὅτε πρόφρων Δαναοῖσιν ἄμυνεν,
  12. οἶδα δὲ νῦν ὅτε τοὺς μὲν ὁμῶς μακάρεσσι θεοῖσι
  13. κυδάνει, ἡμέτερον δὲ μένος καὶ χεῖρας ἔδησεν.
  14. ἀλλʼ ἄγεθʼ ὡς ἂν ἐγὼν εἴπω πειθώμεθα πάντες.
  15. νῆες ὅσαι πρῶται εἰρύαται ἄγχι θαλάσσης
  16. ἕλκωμεν, πάσας δὲ ἐρύσσομεν εἰς ἅλα δῖαν,
  17. ὕψι δʼ ἐπʼ εὐνάων ὁρμίσσομεν, εἰς ὅ κεν ἔλθῃ
  18. νὺξ ἀβρότη, ἢν καὶ τῇ ἀπόσχωνται πολέμοιο
  19. Τρῶες· ἔπειτα δέ κεν ἐρυσαίμεθα νῆας ἁπάσας.
  20. οὐ γάρ τις νέμεσις φυγέειν κακόν, οὐδʼ ἀνὰ νύκτα.